ΠΛΗΘΩΝΟΣ

ΝΟΜΩΝ ΣΥΓΓΡΑΦΗ.1

 

[2]

ΠΛΗΘΩΝΟΣ

ΝΟΜΩΝ ΣΥΓΓΡΑΦΗ.

 

 

Ἡ βίβλος ἥδε περιέχει,

        Θεολογίαν, μὲν τὴν κατὰ Ζωροάστρην τε καὶ Πλάτωνα, ὀνομαζομένων τῶν διὰ φιλοσοφίας ἀναγνωριζομένων θεῶν τοῖς πατρίοις τοῖς λλησι θεῶν ὀνόμασιν, ἑλκομένοις ἑκάστοις ἐκ τοῦ οὐ πάνυ τοι συνῳδοῦ φιλοσοφίᾳ, διὰ τὰς ὑπὸ τῶν ποιητῶν διαστροφὰς, πὶ τὸ ὡς μάλιστα δὴ φιλοσοφίᾳ συνδόν·

        Ἠθικὰ κατά τε τοὺς αὐτοὺς σοφοὺς καὶ ἔτι μὴν τοὺς Στωϊκούς·

        Πολιτείαν δὲ Λακωνικὴν, ἀφῃρημένου μὲν αὐτῆς τοῦ ἄγαν τῆς, σκληραγωγίας καὶ τοῖς γε πολλοῖς οὐκ εὐπαραδέκτου, προστιθεμένης δὲ τῆς ἐν τοῖς ἄρχουσι μάλιστα φιλοσοφίας, τοῦ κρατίστου δὴ τούτου τῶν Πλατωνικῶν πολιτευμάτων· [4]

        Ἀγιστείας εὐσταλεῖς, καὶ οὔτε περιέργους, οὐδ’ αὖ τοῦ δέοντος ἐκλιπες·

        Φυσικὰ δὲ δὴ κατὰ Ἀριστοτέλην τ πολλά.

        Ἅπτεται δέ πως ἡ βίβλος καὶ λογικῶν ἀρχῶν, ἀρχαιολογίας τε λληνικῆς, καί πη καὶ ὑγιεινῆς διαίτης.

 

[6]

 

ΠΙΝΑΞ

 

ΤΗΣ ΤΟΥ ΠΛΗΘΩΝΟΣ ΒΙΒΛΟΥ.

 

 ———

 

Αἱ τοῦ πρώτου βιβλίου ὑποθέσεις.

 

αʹ. Περὶ διαφορᾶς τῶν περὶ τῶν μεγίστων ἀνθρώποις δοξῶν.

 

βʹ. Περὶ ἡγεμόνων τῶν βελτίστων λόγων.

 

γʹ. Περὶ τοῖν δυοῖν ἐναντίοιν λόγοιν, τοῦ τε Πρωταγορείου καὶ τοῦ Πυῤῥωνείου.

 

δʹ. Ἐς θεοὺς τοὺς λογίους εὐχή.

 

εʹ. Κοινὰ περὶ θεῶν δόγματα.

 

ϛʹ. Περὶ Διὸς τοῦ βασιλέως.

 

ζʹ. Περὶ θεῶν τῶν ὑπερουρανίων.

 

ηʹ. Περὶ θεῶν τῶν ἐντὸς οὐρανοῦ.

 

θʹ. Περὶ τῆς τῶν θεῶν συμπάντων ἀϊδιότητος.

 

ιʹ. Περὶ τῆς Ποσειδῶνός τε καὶ τῶν ἄλλων ὑπερουρανίων θεῶν γενέσεως.

 

ιαʹ. Περὶ τῆς τῶν ἐντὸς οὐρανοῦ τοῦδε ἀθανάτων γενέσεως.

 

ιβʹ. Περὶ τῆς τῶν θνητῶν γενέσεως.

 

ιγʹ. Περὶ ἀνθρώπου γενέσεως. [8]

 

ιδʹ. Περὶ τῆς ἐπ ἀμφότερα ἀνθρώπου τοτὲ μὲν ἀμείνονος, τοτὲ δὲ χείρονος διαθέσεως.

 

ιεʹ. Περὶ τῆς αὐτῆς τῶν καθεστώτων μονῆς.

 

ιϛʹ. Περὶ τῆς τοῦ ἤθους ἀρίστης καταστάσεως.

 

ιζʹ. Περὶ οἰκείας καταστάσεως.

 

ιηʹ. Περὶ κληρονομιῶν.

 

ιθʹ. Περὶ τῶν πρὸς ἀλλήλους συμβολῶν.

 

κʹ.  Περὶ πολιτείας.

 

καʹ. Περὶ θεῶν θεραπείας.

 

κβʹ. Περὶ ἱερέων καὶ βίου αὐτῶν.

 

κγʹ· Περὶ καθαρμῶν.

 

κδʹ. Περὶ δικῶν.

 

κεʹ. Περὶ ταφῆς.

 

κϛʹ. Περὶ θεραπείας τῶν οἰχομένων.

 

κζʹ. Περὶ τοῦ ἐκ τῶνδε ν τν νόμων περιγιγνομενου ἀγαθοῦ.

 

κηʹ. Διαίρεσις τοῦ ὄντος.

 

κθʹ. Περὶ διαφορᾶς αἰτίων.

 

λʹ. Περὶ ἀνάγκης τῶν αἰτίων.

 

λαʹ. Περὶ ὀνομάτων τῶν πρεσϐυτάτων θεῶν.

 

 

 

Αἱ τοῦ βʹ βιβλίου ὑποθέσεις.

 

αʹ.  Περὶ κριτηρίου τοῦ ἐπὶ τὴν τῶν προκειμένων σκέψιν.

 

βʹ. Πρόληψις ἐννοιῶν κοινῶν. [10]

 

γʹ. Ὡς εἰσὶ Θεοί.

 

δʹ. Περὶ προνοίας θεῶν.

 

εʹ. Ὡς οὐ κακῶν οἱ θεοὶ αἴτιοι.

 

ϛʹ. Περὶ εἱμαρμένης.

 

ζʹ. Περὶ πλήθους τῶν θεῶν.

 

ηʹ. Περὶ διαφορᾶς τῶν τῶν θεῶν γενῶν.

 

θʹ. Περὶ τῆς κατὰ Κούρητας θεοσεβείας.

 

ιʹ. Περὶ θεῶν τῶν τε ἑπτὰ πρεσβυτάτων καὶ τῶν λλων περουρανίων.


ιαʹ. Περὶ τῆς τῶν ἐντὸς οὐρανοῦ θεῶν γενέσεως.

 

ιβʹ. Κοινή τις ἀπόδειξις τῶν τῆς ψυχῆς τριῶν εἰδῶν.

 

ιγʹ. Περὶ τῶν τῶν ἄστρων εδῶν.

 

ιδʹ. Περὶ τῶν τῶν ἑπτ ἀστέρων δυνάμεων.

 

ιεʹ. Περὶ τῶν τῶν ἀστέρων ἰδίων φορῶν.

 

ιϛʹ. Περὶ τῆς κοινῆς ἄστρων τε καὶ τοῦ παντὸς αἰθέρος περιφορᾶς.

 

ιζʹ. Περὶ τῆς τῶν ἄστρων ψυχῆς.

 

ιηʹ. Ὡς εἰσὶ δαίμονες.

 

ιθʹ. Ὡς οὐ πονηροὶ οἱ δαίμονές εἰσιν.

 

κʹ. Ἔλεγχοι τῶν κατὰ δαιμόνων διαβολῶν.

 

καʹ. Περὶ δαιμόνων διαφορᾶς.

 

κβʹ. Περὶ ἀθανασίας ψυχῆς τῆς ἀνθρωπίνης.

 

κγʹ. Περὶ τῆς τῶν θνητῶν δημιουργίας.

 

κδʹ. Περὶ τῆς τοῦ ἀνθρωπίνου θνητοῦ δημιουργίας.

 

κεʹ. Περὶ αἰσθήσεών τε καὶ τῶν καθ’ ἑκάστας.

 

κϛʹ. Περὶ τῶν τῶν θηρίων ἐνίοις κατὰ λόγον δρωμένων.

 

κζʹ. Περὶ τῆς τοῦ παντὸς ἀϊδιότητος. [12]

 

 

Αἰ τοῦ γʹ βιβλίου ὑποθέσεις.

 

αʹ. Ἀνάληψις τοῦ περὶ εἱμαρμένης λόγου.

 

βʹ. Ἀνάληψις τοῦ περὶ ψυχῆς ἀνθρωπίνης ἀθανασίας λόγου.

 

γʹ. Περὶ τέλους τοῦ βίου.

 

δʹ. Περὶ φρονήσεώς τε καὶ τῶν φρονήσεως εἰδῶν.

 

εʹ. Περὶ παίδων ἀγωγῆς.

 

ϛʹ. Περὶ τῆς πολιτείας σχήματος.


ζ
ʹ. Περὶ ἀνδρείας.

 

ηʹ. Περὶ τῶν ἐφ’ ἡμῖν καὶ οὐκ ἐφ’ ἡμῖν, διὰ μέσης τῆς περὶ ἀνδρείας ὑποθέσεως.

 

θʹ. Περὶ εἰδῶν ἀνδρείας.

 

ιʹ. Περὶ σωφροσύνης.

 

ιαʹ. Περὶ μέτρου τε καὶ συμμετρίας.

 

ιβʹ. Περὶ εἰδῶν σωφροσύνης.

 

ιγʹ. Περὶ δυνάμεως, διὰ μέσης τῆς περὶ εἰδῶν σωφροσύνης ὑποθέσεως.

 

ιδʹ. Περὶ τῆς τῶν γονέων ἐκγόνοις οὐ μίξεως.

 

ιεʹ. Περὶ θεῶν γενέσεως, διὰ μέσης τς περὶ γονέων ἐκγόνοις οὐ μίξεως ὑποθέσεως.

 

ιϛʹ. Περὶ τῆς ἑνὶ ἀνδρὶ γυναικῶν πλειόνων συνοικήσεως.

 

ιζʹ. Περὶ τῆς κοινῶν γυναικῶν χρήσεως.

 

ιηʹ. Περὶ κρεῶν ἐδωδῆς.

 

ιθʹ. Περὶ μιᾶς τῆς ἐν οἰκίᾳ τῇ αὐτῇ κτήσεως. [14]

 

κʹ. Περὶ τῆς παρὰ τὰς τελευτὰς ἑκάστων οὐκ οἰκοφθορίας.

 

καʹ. Περὶ σχέσεως.

 

κβʹ. Περὶ Διὸς, ὡς οὐδὲ λόγῳ διάκρισίς τις ἐν αὐτῷ ἐστιν.

 

κγʹ. Περὶ τοῦ παντὸς, ὡς πλεοναχῇ ἐστιν ἔν.

 

κδʹ. Περὶ ἀγαθῶν διαφορς.

 

κεʹ. Περὶ δικαιοσύνης.

 

κϛʹ. Περὶ εἰδῶν δικαιοσύνης.

 

κζʹ. Ἀρετῆς εἰδῶν σύγκρισις.

 

κηʹ. Περὶ κακίας τρόπων.

 

κθʹ. Περὶ τοῦ ἐν δωρεαῖς πρέποντος.

 

λʹ. Περὶ τῶν ἐς τὸ κοινὸν ταμιεῖον εἰσφορῶν.

 

λαʹ. Περὶ δικῶν.

 

λβʹ. Περὶ τῶν τῶν Θεῶν ὀνομάτων.

 

λγʹ. Περὶ προσευχῆς.

 

λδʹ. Ἐς θεοὺς προσρήσεις.

 

λεʹ. Ὕμνοι ἐς θεούς.

 

λϛʹ. Προσρήσεών τε καὶ ὕμνων χρήσεως διάταξις.

 

λζʹ. Τίσι τῶν θεῶν, τίνα θυτέα.

 

ληʹ. Ἐπὶ τίσι πράξεσι, τίσι τε θεῶν καὶ ὅπως θυτέα.

 

λθʹ. πως ἔχουσι τῶν θυσιῶν μεταληπτέα.

 

μʹ. Περὶ ἀκριβείας τῶν πρὸς τοὺς θεούς.

 

μαʹ. Κατὰ τίνων εὐκτέα τοῖς θεοῖς.

 

μβʹ. Περὶ μαντειῶν.

 

μγʹ. Ἐπινομίς.

 

[16]

ΠΛΗΘΩΝΟΣ

ΝΟΜΩΝ ΣΥΓΓΡΑΦΗΣ

 

ΒΙΒΛΙΟΝ Αʹ.

 

———

 

αʹ. Περὶ διαφορᾶς τῶν περὶ τῶν μεγίστων ἀνθρώποις δοξῶν.

 

Τάδε συγγέγραπται περὶ νόμων τε καὶ πολιτείας,τῆς ἀρίστης, ν διανοούμενοι νθρωποι καὶ ἅττ’ ἂν καὶ ἰδίᾳ καὶ κοινῇ μετιόντες τε καὶ ἐπιτηδεύοντες, ὡς δυνατὸν, ἀνθρώπων κάλλιστά τε καὶ ἄριστα βιῷεν, καὶ ἐς ὅσον οἷόντε, εὐδαιμονέστατα. Πεφύκασι γὰρ ἅπαντες νθρωποι τούτου αὐτοῦ ὅτι μάλιστά τε καὶ κυριώτατα ἐφίεσθαι, τοῦ ὡς εὐδαιμόνως βιοῦν· καὶ τοῦτο ἕν τε καὶ κοινὸν ἐπιθύμημα ὑπάρχει πᾶσιν ἀνθρώποις, τέλος τε ἑκάστῳ τοῦ βίου, οὗ δὴ ἕνεκα καὶ τλλα πάντα μετίασί τε καὶ πραγματεύονται. ενται μέντοι ἐς τὸ κοινὸν τοῦτο ἐπιθύμημα οὐκέθ’ ὁμοίως ἕκαστοι διὰ τῶν αὐτῶν, ἀλλ’ ἤδη διϊστάμενοι. Οἱ μὲν, ἢν ὡς πλεῖστον ἡδόμενοι διαβιῶσιν, οὕτω καὶ ὡς μάλιστα εὐδαιμονήσειν οἴονται, οὐκ ἄλλου ἢ ἡδονῆς ἕνεκα πάσης τε καὶ παντοίας, ἧςπερ ἂν καὶ ὁθενοῦν οἷοί τ’ ἂν ὦσιν ἀπολαύειν, ἅπαντ’ ἂν πράττειν ἀξιοῦντες. Οἱ δ’ ἐν χρημάτων κτήσει τὸ εδαιμον [18] τίθενται, οὐδὲν ἄλλο πραγματευόμενοι διὰ βίου, ἢ ὡς πλουσιώτεροι ἀεὶ γίγνεσθαι αὐτοὶ αὑτῶν. Οἱ δὲ περὶ δόξαν τε ἐπτόηνται, καὶ τοῦτο αὐτοῖς μάλιστα σπουδάζεται, ὅπως τιμώμενοί τε καὶ ἐπαινούμενοι ὑπὸ πλείστων ἀνθρώπων διαγένωνται. Οἱ δὲ, πάντα τλλα ὑπερβάντες, ἀρετὴν καὶ τὸ καλὸν τέλος παντὸς τοῦ βίου πεποίηνται, ὡς μόνην ν ἀρετὴν τῷ ὄντι εὐδαίμονάς τε καὶ μακαρίους τοὺς ἐπιτηδεύοντας παρεχομένην. Καὶ μὲν δὴ οὐδ’ ἀρετῆς αὐτῆς οἱ αὐτοὶ ἅπασι νόμοι. Οὔ γὰρ τὰ αὐτὰ πᾶσι καλά τε καὶ αἰσχρὰ ἔστιν ἰδεῖν, οὐδ’ ὁμοίως νομιζόμενα. Αὐτίκα οἱ μὲν λόγου τε καὶ μαθήσεων οὐδὲ δεῖν τι οὐδὲν πρὸς ἀρετὴν νομίζουσιν· εἰσὶ δ’ οἳ καὶ σπουδῇ φεύγουσι πᾶσαν τὴν περὶ αὐτὰ διατριβῆν, λώβην τέ τινα ἡγεῖσθαι καὶ διαφθορὰν σφῶν, ὑπὸ γοήτων δή τινων σοφιστῶν ἀναπεπεισμένοι· οἱ δ’ αὐτὰ ταῦτα καὶ κεφάλαιον ἀρετῆς ποιοῦνται, καὶ τούτου μάλιστα ἐπιμέλονται, ὅπως ὡς φρονιμώτατοί τε καὶ σοφώτατοι γένωνται. Καὶ ο μὲν περὶ πλήθη τε θυμάτων καὶ τῶν ἄλλων ἀγιστειῶν ὡς μάλιστα σπουδάζουσιν· οἱ δ’ οὐδ’ ὅσιον ὅλως οὐδ’ ὁτιοῦν τούτων γοῦνται· ο δὲ τὰ μὲν τῶν τοιούτων ὅσια, τὰ δ’ ἀνόσια ἥγηνται, ἄλλοι τε ἄλλα, καὶ τὰ αὐτὰ οἱ μὲν ὅσια, οἱ δ’ ἀνόσια νομίζοντες. Καὶ οἱ μὲν μοναυλίαν τε καὶ ἀφροδισίων τὸ παράπαν ἀποχῆν κάλλιστόν τι καὶ θειότατον νομίζουσιν· οἱ δὲ γάμους τε καὶ παιδοποιήσεις τῆς μοναυλίας κάλλιόν τε ἥγηνται καὶ θειότερον. Καὶ οἱ μὲν ἐδωδίμων τῶν τῶν [20] ἀνθρώπων τοῖς πολλοῖς νενομισμένων, αὐτοὶ διακρίνοντες ἕκαστα, τὰ μὲν ἀπόῤῥητα ποιοῦνται, ὡς δὴ οὐχ ὅσιον ὂν οὐδὲ γεύεσθαι αὐτῶν, τὰ δὲ προσίενται· οἱ δὲ πᾶσί τε ἐφιέντες, καὶ οὐδ’ ὁτουοῦν τῶν τοιούτων, ὡς δὴ οὐχ ὅσιον ὂν εἴ τις φάγοι, ἀξιοῦντες ἀπέχεσθαι, τῷ μέτρῳ τῆς ἐδωδῆς τὸ καλὸν μόνῳ ὁρίζουσι. Καὶ οἱ μὲν αὐχμοῦ τε καὶ ῥυπαρίας ἀναπιμπλάμενοι ἀνέχονται· οἱ δὲ καὶ καθαριότητα, ὡς δὴ τῶν καλῶν τι, ἐπιτηδεύουσι. Καὶ οἱ μὲν πτωχείαν τε σχάτην καὶ ἀχρηματίαν ἐπαινοῦσιν· οἱ δὲ καὶ χρημάτων κτήσεώς τι μέτρον προσίενται. Καὶ οἱ μὲν τῇ ἀναιδείᾳ μάλιστα φιλοτιμοῦνται· οἱ δὲ τῇ αἰδοῖ κατὰ τὰ κοινῇ τῶν ἀνθρώπων τοῖς πλείστοις νενομισμένα ἐμμένειν ἀξιοῦσιν, εὐσχημοσύνην πανταχῆ πρὸ ἀσχημοσύνης αἱρούμενοι. Ἔτι δ’ οἱ μὲν ἐπιτηδεύειν μὲν ἀρετὴν οἴονται δεῖν, ἀλλ’ οὐκ. αὐτὴν δι’ αὐτὴν, μισθῶν δέ τινων ἕνεκα ἢ θλων, ὧν ἃν θεοὶ ἐπ’ αὐτῇ παρέχοιεν, ὡς δὴ αὐτὴν καθ’ αὐτὴν οὐκ ἂν πάνυ τοι εὔδαιμον ἐπιτήδευμα οὖσαν· οἱ δὲ οὐδενὸς ἕνεκα ἄθλου, ἄλλ’ αὐτὴν δι’ αὐτὴν ἀρετὴν μετιέναι ἡγοῦνται δεῖν· οἱ δὲ καὶ αὐτὴν αὐτῆς ἕνεκα, καὶ ἄθλων τῶν ἐπ’ αὐτῇ ἂν παρὰ θεῶν τοῖς ἐπιτηδεύουσι διδομένων.

        Τοσαύτης οὖν καὶ ἔτι πλείονος ἀνωμαλίας τε οὔσης καὶ ταραχῆς κατὰ τὸν βίον τὸν ἀνθρώπινον, πᾶσα ἀνάγκη, εἰ μέλλοιμέν ποτε ἀσφαλῶς τὸν ἄριστον αἱρήσεσθαι βίον καὶ τοῦ κοινοῦ τούτου καὶ ὑπὸ πάντων σπουδαζομένου τέλους τῆς εὐδαιμονίας μὴ διαμαρτήσεσθαι, [22] μὴ εἰκῆ ν τὰ προστυχόντα αἱρεῖσθαι, ἀλλὰ προεξητακότας ἂν πρότερον ἱκανῶς, τίς ποθ’ ὁ ἄριστος οὗτος βίος, καὶ ἐν τίνι τὸ εὔδαιμόν ἐστιν ὡς ἀληθῶς, οὕτω τὴν αἵρεσιν ποιεῖσθαι. Τούτου δ’ ἔτι πρότερον σκεπτέον ἂν εἴη, τί ποτ’ ἐστὶν νθρωπος, καὶ τίς ποτε ἡ φύσις τε αὐτοῦ καὶ δύναμίς ἐστιν. Μὴ γὰρ τοῦτο πρότερον μεμαθηκόσιν, οὐδ’ ὅ, τι πράττουσιν ἡμῖν γένοιτο ἄμεινον, οἷόν τε ἔσται μαθεῖν, οὐδ’ ὅ, τι χρησαίμεθ’ ἂν ἕξομεν ἡμῖν αὐτοῖς. Ἔχει γὰρ οὕτω καὶ περὶ τουοῦν τῶν ἄλλων σκευῶν τε καὶ χρημάτων παντοδαπῶν· ὅτου ν τις μὴ τήν τε φύσιν καὶ δύναμιν τύχοι εἰδὼς, οὐδ’ ν χρήσασθαι οἷός τ’ εἴη τῷ τοιούτῳ ὡς δεῖ. Μαθεῖν δ’ αὖ ἱκανῶς, ὅ, τι ποτέ ἐστιν νθρωπος, ἀμήχανον μὴ οὐ προεσκεμμένοις τε καὶ διεγνωκόσι πολὺ πρότερον ἔτι περὶ τῆς τῶν ὅλων φύσεως, τί μὲν πρεσβύτατον τῶν ὄντων, τίνες δὲ δεύτεραι καὶ τρίται φύσεις, τίνες δὲ ἔσχαται, καὶ τίς δύναμις ἑκάστων. Τούτων γὰρ δὴ διεγνωσμένων πρότερον, καὶ τὸν ἄνθρωπον α ἐν αὐτοῖς τούτοις ὀρθῶς ἂν ἔχοι ἐπισκοπεῖν, τίσι μὲν τῶν ὄντων καὶ πῆ ἐπικεκοινώνηκε, τίνων δὲ καὶ ὁπόσον ἀφέστηκεν, ἐκ δὲ τίνων συνέστηκεν, οἷος δὲ ὢν οἵαν τὴν δύναμιν εἴληχεν. δὴ ἐξητακόσι τε καὶ μεμαθηκόσιν ἱκανῶς, τοντεῦθεν ἤδη, καὶ ὅπως ἂν εἴη ἀνθρώπῳ βιωτέον, ὅ, τι τε καὶ ὅπως πράττοντι ἄμεινον ἂν εἴη καὶ λυσιτελέστερον, ῥᾴδιον ἂν γένοιτο καὶ οὐκέτι ἂν χαλεπὸν εἴη καταμαθεῖν.

        Ἀλλὰ δὴ καὶ περὶ τῆς τῶν ἄλλων αὖ φύσεως, ὅπη ἔχει, οὐκ ὀλίγη πρός γε ἀλλήλους τοῖς ἀνθρώποις ἡ ἀμφισβήτησις· [24] ἔστι μὲν ὧν οὔδ’ εἶναι θεοὺς τὸ παράπαν οἰομένων· τῶν δ’, εἶναι μὲν, τῶν δ’ ἀνθρωπίνων οὐκ ν προνοεῖν πραγμάτων· τῶν δὲ, προνοεῖν μὲν θεοὺς τῶν πάντων, τῶν τε ἄλλων καὶ τῶν ἀνθρωπίνων, εἷναί γε μὴν πρὸς τοῖς ἀγαθοῖς τοὺς αὐτοὺς καὶ τῶν κακῶν ατίους· τῶν δὲ, κακοῦ μὲν οὐδενὸς, τῶν δὲ ἀγαθῶν μόνων αἰτίους τοὺς θεοὺς εἶναι. Καὶ τῶν μὲν παραιτητοὺς οἰομένων εἶναι καὶ ὑπ’ ἀνθρώπων παρατρεπτος ἐφ’ οἷς καὶ αὐτοὶ κρίναντες μελλήσωσιν ἀποτελεῖν· τῶν δὲ ἀπαρατρέπτους τε πάντη ἡγουμένων καὶ μεταστρέπτους, γνώμῃ ἀεὶ τῇ σφετέρᾳ καθ’ εἱμαρμένην χωρούση ἕκαστα ἀποτελοῦντας, ἂν ἐκ τῶν ἐνόντων βέλτιστα ἕξειν μέλλοι. τι δὲ τῶν μὲν ἕνα καὶ μόνον νομιζόντων θεὸν, ὡς οὐδέν γε ἄλλο σεμνὸν ὂν ὅλως ἢ τίμιον ἀνθρώποις· τῶν δὲ, πλείους, καὶ τούτους παραπλησίους γε ἀλλήλοις, καὶ τοὺς αὐτοὺς θεότητι· τῶν δ’ ἕνα μὲν ἐξαίρετόν τε καὶ μέγιστον, τὸν πρεσβύτατον τῶν ὅλων ἀρχηγέτην, τοὺς δ’ ἄλλους τὰ δεύτερά τε καὶ τρίτα φερομένους τῆς θεότητος. Καὶ τῶν μὲν ἔξω ἑνὸς τοῦ πεποιηκότος θεοῦ τὸ ἄλλο τόδε πᾶν γενητὸν χρόνῳ, ὥσπερ, καὶ τῇ αἰτίᾳ, τιθεμένων, καί ποτε καὶ ἀπολεῖσθαι λυθησόμενον· τῶν δὲ, γεγενῆσθαι μὲν, διαμένειν δὲ τὸν ἔπειτα χρόνον ἐς ἀεὶ ἀνώλεθρον· τῶν δ’, ἓν μέρει μὲν συνίστασθαί τε καὶ γιγνεσθαι, ἐν μέρει δ’ αὖ λύεσθαί τε καὶ ἀπόλλυσθαι, καὶ τοῦτο οὕτω χωρεῖν ἀεὶ δι’ αἰῶνος· τῶν δὲ, τῇ μὲν αἰτίᾳ γενητὸν, τῷ δὲ χρόνῳ ἀγένητον τὸ σύμπαν νομιζόντων τόδε καὶ ἀνώλεθρον, καὶ πρός γε τοῦ καθεστακᾶτος ἀπαράλλακτον, τοῦ ἐφεστῶτος θεοῦ, ἅτε δὴ ἀεί τε σαύτως [26] καὶ κατὰ τατὰ ἔχοντος, οὐδ’ ἂν ἀργοῦ πώποτε οὐδ’ ὁπωστιοῦν διαγεγονότος, ἀεὶ δὲ καὶ κατὰ τὰ αὐτα ὡσαύτως καὶ το πᾶν τάδε’ παράγοντος. Παραπλήσια δὲ καὶ περὶ τῆς ἀνθρωπείας φύσεως διαφερομένων, [τῶν μὲν] τῇ λλ θνητῇ τε καὶ θηρίων φύσει παραπλησίαν καὶ τὴν ἀνθρωπείαν οἰομένων, οὐδὲν ἐκείνων σεμνότερον ἐν ἑαυτῇ οὐδὲ θειότερον κεκτημένην· τῶν δὲ καὶ ἐς τὴν θείαν τε δὴ καὶ πάντη ἀκήρατον ἀναγόντων ταῖς λπίσι· τῶν δὲ μέσην δή τινα ἔχειν τε νῦν καὶ ἀεὶ ἕξειν χώραν τῆς τε θείας καὶ ἀθανάτου καὶ αὖ θνητῆς τὸν ἄνθρωπον νομιζόντων, μικτῆν ἐξ ἀμφοῖν.

        Ταῦτ’ οὖν τοσαύτης ὄντα ταραχῆς τε πλέα καὶ ἀμφισβητήσεως εἰ μή τις ἐπισκεψάμενος ἕκαστα δι’ ἀκριβείας, καὶ κρίνας, οἵτινες τούτων καθάπαξ τῶν λόγων βέλτιστοι, ἀνεύροι τε τληθῆ, ὅπη ποτ’ ἔχει, καὶ ταῦτα ἑαυτῷ ἔμπεδα ποιήσαιτο, οὐδ’ ὅπως βιῴη ἂν τὸν αὑτοῦ εἴσεται βίον, ἀπορήσει τε ὅ, τι χρήσαιτο αὐτὸς αὑτῷ, εἰκῆ δὲ καὶ ὅ, τι ποτ’ ν τύχοι ἑκάστοτε αἱρούμενος ἂν καὶ διαπραττόμενος, λάθοι ἂν αὑτὸν ἀθλιώτατος, ἂν οὕτω τύχῃ, ἀνθρώπων ἀντ’ εὐδαίμονος γενόμενος.

 

———

 

βʹ. Περὶ ἡγεμόνων τῶν βελτίστων λόγων.

 

Τίνι οὖν ἄν τις τρόπῳ ἐπὶ τὴν τούτων ἔλθοι σκέψιν, ἢ τίσιν ἄν ποθ’ ἡγεμόσι χρησάμενος λόγων; Λέγουσι [28] μὲν γὰρ συχνοὶ περὶ αὐτῶν ποιηταὶ, σοφισταὶ, νομοθέται, φιλόσοφοι. Ἀλλὰ τούτων ποιηταὶ μὲν καὶ σοφισταὶ οὐκ ἄξιοι τῶν τοιούτων ἐξηγηταὶ κρίνοιντ’ ἂν δικαίως· ποιηταὶ μὲν κολακείᾳ τε τὰ πολλὰ χρώμενοι καὶ πρὸς χάριν προσομιλοῦντες ἀνθρώποις, ἀληθείας δὲ καὶ τοῦ βελτίστου οὐ πάνυ τι φροντίζοντες· σοφισταὶ δὲ ἐπί τε γοητείαν τὰ πολλὰ τετραμμένοι, καὶ δόξαν μὲν αὐτοῖς ἐκ παντὸς τρόπον μηχανώμενοι, καὶ ταύτην εἰσὶν οἳ αὐτῶν καὶ μείζω ἢ κατ’ ἀνθρώπους μετιόντες, ἀληθείας δ’ οὐ μόνον οὐδὲν φροντίζοντες, ἀλλὰ καὶ συχνὰ περὶ τήν ἀφάνισιν αὐτῆς τεχνάζοντες. Ἄμφω γὰρ τούτω τὼ γένη τὰ μὲν τῶν θεῶν πράγματα καθαιροῦντες εἰς τὸ ἀνθρωπινώτερον, τὰ δ’ ἀνθρώπινα αἴροντες εἰς τὸ θειότερον ἢ κατὰ τὸ ἀνθρώπινον μέτρον, πάντα τε νω κάτω κινοῦντες, τὰ μέγιστα τοῖς σφίσι προσέχουσι λυμαίνονται. Οτοι μὲν δὴ τοιοῦτοι τὰ πολλά. Παρά δὲ νομοθετῶν τε καὶ φιλοσόφων μᾶλλον περ τινῶν ἄλλων ἀνθρώπων πύθοιτ’ ν τίς τι ὑγιὲς περὶ τῶν τοιούτων. Οἱ γὰρ νομοθέται ἐπὶ τῷ κοινῷ ἀγαθῷ τοὺς νόμους ἂν τίθεσθαι ἀξιοῦντες, εἰκότως οὐδ’ ν παντάπασιν αὐτοῦ διαμαρτάνοιεν· οἵ τε φιλόσοφοι τὴν ν τοῖς οὖσιν ἀλήθειαν κεφάλαιον εὐδαιμονίας ποιούμενοι, καὶ ταύτην πρὸ πάντων ἂν χρημάτων διώκοντες, εἰκότως ὡς μάλιστα, εἴπερ τινὲς ἄλλοι ἀνθρώπων, καὶ τυγχάνοιεν ν αὐτῆς. λλὰ δὴ ἡ τῶν πολλῶν φύσις ἀσθενεστέρα περὶ τὴν τῶν μεγίστων γνῶσίν τε καὶ κτῆσιν ἢ ὥστε τυγχάνειν ἂν τοῦ περὶ αὐτὰ ἀκριβοῦς· ὥστε εὐλαβἡτέον καὶ τούτων, ἅμα μὲν, τοὺς [δι’] ἀσθένειαν φύσεως ἀδυνάτους ἂν γενομένους [30] τὰ διὰ πάντων ἀληθῆ τε καὶ βέλτιστα ἀνευρεῖν, ἅμα δὲ, μή τισι σοφισταῖς ἢ καὶ ποιηταῖς περιτυχών τις, δεινοῖς οὖσι τῶν πολλῶν τε καὶ οὐδὲν εἰδότων τὰ, πολλὰ κρατεῖν, ὡς δή τισι σπουδαίοις νομοθέταις ἢ καὶ φιλοσόφοις ἐντυγχάνων, ἐξαπατηθῇ. Ἡμεῖς μὲν δὴ ἡγεμόνας ποιούμεθα τῶν λόγων, ἕνα μὲν νομοθετῶν καὶ σοφῶν τὸν αὐτὸν παλαιότατον, ὧν ἀκοῇ ἴσμεν, Ζωροάστρην, Μήδοις τε καὶ Πέρσαις καὶ τῶν ἄλλων τοῖς πλείστοις τῶν πάλαι κατὰ τὴν Ἀσίαν, τῶν τε θείων καὶ ἄλλων καλῶν τῶν πλείστων ἐπιφανέστατον γενόμενον ἐξηγητήν. Μετὰ δὲ τοῦτον, ἄλλους τε καὶ Εὔμολπον, ὃς τὰς Ἐλευσινίας τελετὰς Ἀθηναίοις ἐπὶ τῇ τῆς ἡμετέρας ψυχῆς ἀθανασίᾳ κατέστησε, καὶ Μίνω Κρητῶν γενόμενον νομοθέτην, καὶ Λυκοῦργον Λακεδαιμονίων, ἔτι δ’ φιτόν τε καὶ Νουμᾶν, οἷν ὁ μὲν τὰς Ὀλυμπιᾶσιν ἐς Δία τὸν μέγιστον θεὸν σὺν Λυκούργῳ τούτῳ κατέστησεν γιστείας, ὁ δὲ Ῥωμαίοις ἄλλων τε συχνῶν καὶ τῶν περὶ θεοὺς καὶ οὗτος μάλιστα ἀγιστειῶν νομοθέτης ἐγεγόνει. Νομοθετῶν μὲν δὴ μάλιστα τούτους· τῶν δ’ ἄλλων σοφῶν, βαρβάρων μὲν Βραχμᾶνας Ἰνδῶν, καὶ Μάγους Μήδων, Ἑλλήνων δὲ ἄλλους τε καὶ Κούρητας παλαιοτάτους τῶν ν μνήμῃ· οἵ γε τὸν περὶ θεῶν δευτέρων τε καὶ τρίτων καὶ ὅλως τῆς τῶν Διὸς ἔργων τε καὶ παίδων ἀϊδιότητος καὶ τοῦ παντὸς τοῦδε λόγον, ἐκλελοιπότα τέως τοῖς λλησιν ὑπὸ τῶν Γιγάντων καλουμένων, ἀσεβῶν δή τινων καὶ θεομάχων ἀνδρῶν, πανενεώσαντο, λόγων τε ἀνάγκαις ἀναμφιλέκτων καὶ [32] μάχῃ τῇ πρὸς τοὺς Γίγαντας κρατήσαντες τῶν τναντία αἱρουμένων καὶ θνητὰ πάντα ἔξω τοῦ ἑνὸς τοῦ πρεσβυτάτου γεννῶντος τιθεμένων. Μετ δὲ τούτους, ἄλλους τε καὶ τοὺς Δωδωναίους Διὸς ἱερέας τε καὶ ὑποφῆτας, ἰδίᾳ τε Πολύειδον τὸν μάντιν, ᾧ καὶ Μίνως ἐκεῖνος πὶ σοφίᾳ συνῆν, καὶ Τειρεσίαν ἄλλων τε πολλῶν καὶ καλῶν τοῖς Ἕλλησι, καὶ δὴ καὶ τοῦ περὶ ψυχῆς τῆς ἡμετέρας ἀνόδων τε ἐντεῦθεν καὶ αὖθις καθόδων ἀπείρων λόγου ἐξηγητὴν ἐπιφανέστατον γενόμενον· Χείρωνά τε τῶν κᾶτ’ αὐτὸν καλῶν κγαθῶν ἀνδρῶν συχνῶν γεγονότων παιδευτήν τε καὶ πολλῶν καὶ καλῶν μαθημάτων τε καὶ ἐπιτηδευμάτων διδάσκαλον· τούς τε ἑπτὰ ἐκείνους τοὺς κατὰ Ἀναξανδρίδην τε καὶ Ἀρίστωνα βασιλεύοντας Λακεδαιμονίων μάλιστα ἀκμάσαντας· Χίλωνά τε τὸν Σπαρτιάτην, καὶ Σόλωνα τὸν Ἀθηναῖον, καὶ Βίαντα τὸν Πριηνέα, καὶ Θαλῆν τὸν Μιλήσιον, καὶ Κλεόβουλον τὸν Λίνδιον, καὶ Πιττακὸν τὸν Μιτυληναον, καὶ Μύσωνα τόν Χηνέα· ἐπὶ δὲ πᾶσι τούτοις Πυθαγόραν τε καὶ Πλάτωνα, καὶ τοὺς ἀπ’ αὐτῶν πολλούς τε καὶ ἀγαθοὺς γενομένους φιλοσόφους, ὧν εὐδοκιμώτατοι Παρμενίδης, Τίμαιος, Πλούταρχος, Πλωτνος, Πορφύριος, Ἰάμβλιχος. Οὗτοι γάρτοι πάντες τά τε πλεῖστα καὶ περὶ τῶν μεγίστων συνενεχθέντες ἀλλήλοις, τὰς κρατίστας δοκοῦσι τῶν ἀνθρώπων ἀεὶ τοῖς ἄμεινον φρονοῦσιν ἐξενηνοχέναι γνώμας. Οἷς δὴ καὶ ἡμεῖς ὁμολογοῦντες, οὐδ’ αὐτοί τι περὶ τηλικούτων νεωτεριοῦμεν, οὔτε τοῖς χθές τε καὶ πρώην ὑπὸ σοφιστῶν δή τινων νενεωτερισμένοις θησόμεθα. Ἐπεὶ καὶ τούτῳ αὐτῷ οὐ σμικρῷ διαφέρειν [34] ἂν σοφοὺς σοφιστῶν, τῷ τοὺς μὲν σοφοὺς συνῳδὰ τὰ αὐτῶν τοῖς ἀεὶ παλαιοτέροις ἀποφαίνειν, ὡς οὐδὲ χρόνῳ τὴν ἀλήθειαν τῶν οὐκ ὀρθῶς, ν τισιν εἰρημένων τε καὶ λεγομένων νεωτέραν οὖσαν· σοφιστὰς δὲ καινοποιεῖν τὰ πολλ πειρᾶσθαι, τοῖς νεωτέροις μαλιστα φιλοτιμουμένους. Ταῦτα γάρ τι αὐτοῖς πρὸς τὴν δόξαν τὴν κενν μάλιστα φέρειν, ςπερ ἕνεκα ἅπαντα πραγματεύονται. Ἡμεῖς δὲ τοῖς τε ὑπὸ τῶν τὰ βέλτιστα ἀεὶ φρονούντων καὶ ἐκ παλαιοτάτου νενομισμένοις τε καὶ λεγομένοις θησόμεθα, καὶ ἅμα λογισμῷ, τῶν γε ἡμετέρων κριτηρίων τῷ κρατίστῳ τε καὶ θειοτάτῳ, ὡς δυνατὸν, δι’ ἀκριβείας τὸ βέλτιστον περὶ ἑκάστου συνδοκιμάζοντες, ἐπικρινοῦμεν. Ποιητῶν μὲν γὰρ καὶ σοφιστῶν ὁπόσοι δὴ κακοῦργοι, λόγον μὲν οὐδένα οὐδέτεροι αὐτῶν, ὅτου τι ὄφελος, περὶ τούτων ὧν δὴ ἑκάστοτε λέγουσι, φαίνονται ἀποδιδόντες, μαντείᾳ δὲ, ἐκ θεῶν δῆθεν σφίσι φοιτώσῃ, περὶ τῶν λεγομένων εἰδέναι ἑκάτεροι προσποιοῦνται. Καὶ ποιηταὶ μὲν τῇ τῶν ὀνομάτων τε καὶ ῥυθμοῦ χάριτι τλεγόμενα ἐπιχρωννύντες, ταύτῃ τε κηλοῦντες τοὺς ἀκούοντας, πείθουσι τοὺς οὐ δυναμένους διακρίνειν ὀνο μάτων τε καὶ ῥυθμο τοῦ τῶν λεγομένων κάλλους αἴσχους. Καίτοι οὐδὲ τοῦ πείθειν ἂν αὐτοῖς πολὺς εἴη τις λόγος, τοῦ δὲ τέρπειν μόνου τοὺς ἀκούοντας, ν τε δὴ πείθωσιν, ν τε καὶ μή· οἵ γ’ ἐοίκασι παρ’ ἐνίοις καὶ πλέον τι ἢ βούλοιντ’ ἂν διαπράττεσθαι. Σοφιστῶν δ’ εἶσὶ μὲν οἳ καὶ παραλογισμος δή τισιν ἀντὶ λογισμῶν ὀρθῶς περαινομένων κεχρημένοι, τῶν προστυχόντων [36] ἐξαπατῶσι τοὺς ἀμαθεστέρους· γε μὴν γοητικώτατοι αὐτῶν, ἔργων δή τινας τερατείας προσποιούμενοι, καὶ δόξαντες μὲν μεγάλα ἄττα θείᾳ δή τινι δυνάμει διαπράττεσθαι, τῇ δ’ ἀληθείᾳ οὐδέν τι αὐτῶν τούτων ὧν τε προσποιοῦνται καὶ προσποιοῦνται διαπραττόμενοι, τούτοις τε καταπλήξαντες πρότερον τῶν ἀνθρώπων [τοὺς] ἀνοητοτάτους τά τε τοιαῦτα οὐ πάνυ τοι δυναμένους φωρᾷν· καὶ ἔπειτα ὑπὸ τῶν ταῦτα ἐπὶ τὸ μεῖζον λεγόντων τε καὶ συγγραφόντων συχνῶν καὶ ἄλλων ἐξαπατωμένων, τῶν δὲ καὶ τῶν τοιούτων λόγων ἔθει ἐκ νέων κρατουμένων, τὰ μέγιστα ταῖς πολιτείαις λυμαίνονται, περὶ πολλῶν καὶ ἀτόπων τῷ τε βίῳ ἡμῶν μέγα τι διαφερόντων πείθοντες. Λογισμοὶ δὲ δὴ ὀρθῶς περαινόμενοι τά τε ἀληθῆ, περὶ ὧν ν σκοποῖτο τις, ἐναργέστατα διδάσκουσι, παρέχουσί τε αὑτοὺς τῷ ἀεὶ βουλομένῳ περὶ τῶν αὐτῶν ζητεῖν καὶ σκοπεῖσθαι, μηδέν τι ττον τῶν πρότερον μεμαθηκότων μηδ’ αὐτὸν ν τληθῆ μανθάνειν, οἰκείαν, οὐκ ἀλλοτρίαν, τὴν ἐπιστήμην κτώμενον, οὐχ ὥσπερ οἱ ὑπὸ τῶν σοφιστῶν δὴ ἐξηπατημένοι, οὗτοι ἀεὶ διὰ τοὺς πρότερον πεπεισμένους καὶ οἱ μετὰ ταῦτα πιγιγνόμενοι συμπείθονται.

 

———

 

γʹ. Περὶ τοῖν δυοῖν ἐναντίοιν λόγοιν τοῦ τε Πρωταγορείου καὶ τοῦ Πυῤῥωνείου.

 

Λόγω δὲ δὴ ἐκείνω, ἀλλήλοιν μὲν ἐναντιωτάτω, ὁμοίως δ’ ἀλαζόνε τε καὶ ἀτασθάλω, ἐκποδὼν ποιητέον· [38] οω μὲν πάντα ἀληθῆ εἶναί φησιν, ὡς πάντων χρημάτων μέτρον ν ἄνθρωπον ὄντα, καὶ τὸ δοκοῦν ἑκάστῳ, τοῦτο καὶ ὄν· ὀ δ’ οὐδ’ ὁτιοῦν ἂν εἶναι ἀληθὲς, ὡς νθρωπόν γε οὐκ ἂν ἄξιόν γε ὄντα κριτὴν οὐδ’ ὁτουοῦν, ἢ καὶ τὰ πράγματά που αὐτὰ ἄπιστα ὄντα. Ἄμφω γὰρ τούτω τὼ λόγω επεριτρέπτω ντε, καὶ εὐελέγκτω ὁμοίως ἐστόν. ν τε γὰρ πάντα ἀληθῆ τις φῇ, καὶ τὴν ἀντιφάσκουσαν τούτῳ δόξαν, δὴ καὶ ἀνθρώπων οἱ πλεῖστοι τίθενται ὡς οὐ πάντα αὖ ἀληθῆ, ἐξ ἀνάγκης ἂν ὁμολογήσειεν· ν τε μήδ’ ὁτιοῦν φῇ ἀληθὲς εἶναι, καὶ αὐτὸ αὖ τοῦτο ὡς οὐκ ἀληθὲς ἀποφανεῖ. Καὶ μὲν δὴ τυγχάνουσι σχεδὸν ἅπαντες νθρωποι σοφωτέρους τε λλους ἄλλων ἡγούμενοι καὶ ἀμαθεστέρους, καὶ παρὰ μὲν τοὺς ἴασιν, ὡς μαθησόμενοί τι, τοὺς δὲ διελέγχουσιν, ὡς δὴ οὐκ ὀρθῶς γινώσκοντας περὶ ὧν ἂν καὶ οἴοιντό τι εἰδέναι· οὐκ ἂν, εἴ γε ἢ πάντας, ἢ μηδένα ν ἀληθῆ δοξάζειν ὑπελάμβανον. Ἔτι δὲ τὰ μὲν ἀντιφάσκοντα μηθ’ ἅμα ἀληθῆ μηθ’ ἅμα οὐκ ἀληθῆ ἅπαντες ἂν νθρωποι φαεν· καὶ οὐδ’ ἂν εἷς πρός γε ταύτην τῆν ἔννοιαν ἀμφισβητῆσειεν· ὡσαύτως δὲ φαῖεν καὶ τῷ ἀΐδιον εἶναι τόδε τὸ πᾶν, τὸ μῆ ἀΐδιον ἀντιφάσκειν, ὥστ’ οὐκ ἂν οὐθ’ ἅμα ἀληθῆ, οὐθ’ ἅμα οὐκ ἀληθῆ ἄμφω τούτω εἶναι τὼ δόξα, οὐτ’ ἄλλω δή τινε ὅλως τῶν οὕτως ἐχόντων, ἀλλ’ ἀληθῆ μὲν τὴν ἑτέραν πάντως, τὴν δ’ αὖ ἑτέραν ψευδῆ. Καὶ μὴν οὐδ’ ἂν περὶ τῶν μελλόντων ἔσεσθαι φήσειέ τις, ὥστ’ ν πάντα, ν τις δοξάσειεν, ἀποβαίνειν, οὐτ’ ἂν πάντα αὖ ὡς ἑτέρως χωρεῖν· ἀλλ’ ἔστι μὲν παρὰ δόξαν αὐτῶν, ἔστι δ καὶ κατὰ δόξαν ἀποβαίνειν· [40] ὤστ’ ἂν καὶ τούτων τὰς μὲν ψευδεῖς εἶναι τῶν δοξῶν, τὰς δ’ αὖ ἀληθεῖς, τώ τε λόγω ἐκείνω καὶ πάνυ ν ἁλίσκεσθαι ψευδῆ τε ὁμοίως ντε καὶ οὐδὲν ἔχοντε ὑγιές. Οὺ μὲν δὴ οὐδ’ ἐκεῖνο ὑπολογιστέον, ὂ αὖ φασί τινες, ὡς κν περὶ ὁτουοῦν τῶν ἄλλων ἡμῖν τις ἀληθείας κατάληψις, ἀλλ’ οὐδ’ ὣς περὶ τῶν θείων ἀνθρώποις οὖσι προσήκοι διασκοπεῖν πραγμάτων, ὡς οὔτ’ ἂν εἰσομένως σαφὲς οὐδὲν περὶ αὐτῶν, ἅτε δὴ κρειττόνων ἢ καθ’ ἡμᾶς, οὐτ’ ν αὐτοῖς θεοῖς φίλον τοῦτο ἐπιτηδεύουσι, περιεργάζεσθαί τε δὴ καὶ πολυπραγμονεῖν τὰ αὐτῶν. Οὐ γὰρ ν θεοὶ μάτην ἡμᾶς τῶν γε σφετέρων τούτων ἐποίουν ζητητικοὺς, εἰ μήτε ἐβούλοντο καὶ ζητεῖν ν περὶ αὐτῶν ἡμᾶς, μήτε τινὰ καὶ ἕξιν τοῦ εἴσεσθαί ποτ’ ἂν σαφές τι περὶ τῶν τοιούτων ἔμελλον παρέξειν. Καὶ μὴν ὁμοίως ἂν ἄτοπον εἴη ὁποτερονοῦν, ἢ μηδ’ ὁτιοῦν ἂν περὶ τῶν τοιούτων ἡμᾶς διανοουμένους, ἐν ἴσῳ ν τοῖς θηρίοις καὶ λόγοις βιοτεύειν, ἢ τὰ προστυχόντα εἰκῆ ν καὶ ἀβασανίστως παραδέχεσθαι· οὐ γὰρ οἷόν τε οὕτως ἔχοντας τῆς σπουδαζομένης ἂν εὐδαιμονίας τυχεῖν. Ἐπεὶ εἴποτε καὶ θεία τις τύχη συλλαβοῦσα ἐπιτυχῆ τινα τῆς περὶ ταῦτα ἀληθείας ἄνευ λόγου ποιήσειεν, ἀλλ’ οὔτ’ ἂν βεβαίως σχοίη ποτ’ ἄν τις περὶ ἅττ’ ἂν οὕτω δοξάσειεν, οὔτ’ ἂν τελέως τις εὐδαίμων γένοιτο, οὐδ’ ἐφ’ ὁσονοῦν, λόγου τε ἐστερημένος καὶ ἐπιστήμης τῆς περὶ τὰ μέγιστα, ὃς κν αὐτὸ τοῦτο ἀγνοοῖ, εἴτ’ εὖ ἔχει αὐτῷ τὰ πράγματα, εἴτε καὶ μή. Οὐ γὰρ ἂν ἐξαρκοῖ τὸ εὖ πράττειν οἴεσθαι, κν τοῖς μαινομένοις δή που συμβαίνοι, [42] ἢν μὴ καὶ ὅπη ποτὲ εὖ ἔχοι ν τῳ τὰ πράγματα, τί τε ἀνθρώπῳ ἀγαθὸν ἢ κακὸν, καὶ ὅπη, ἱκανῶς εἰδῇ. Ἅμα δ’ οὔτε αἰσχροῦ τινος τοῖς θείοις μέτεστι πράγμασιν, ὥστ’ ἂν μὴ βούλεσθαι θεοὺς τὰ αὐτῶν γινώσκεσθαι, οὔτε φθονερὸν τὸ Θεῖον, ὥστ’ ἂν ἀπαξιοῦν μὴ οὐ πρὸς τοῖς ἄλλοις καὶ τῷ γινώσκεσθαι ὠφελεῖν ἡμᾶς. Οτ’ ἂν εἰ ὅτι μάλιστα κρεῖττόν ἐστιν ἢ καθ’ ἡμᾶς τὸ θεῖον, οὐχὶ διὰ τοῦτο κν ἄγνωστον εἴη ἡμῖν, λογικοῖς τε ὁμῶς καὶ οὐ παντάπασιν αὐτοῦ ἀλλοτρίοις τὴν φύσιν γεγονόσιν. Οὓς καὶ ζητητικοὺς τῶν ἑαυτοῦ διὰ τοῦτ’ ἂν ἐποίησεν, ἵνα καὶ ζητοῖμεν, καὶ ζητοῦντες μανθάνοιμέν τι περὶ αὐτοῦ, καὶ μανθάνοντες τὰ μέγιστα ὡφελοίμεθα. Χρώμενοι γὰρ ἀρχαῖς ταῖς κοινῇ πᾶσιν ἀνθρώποις ὑπὸ θεῶν διδομέναις ἐννοίαις τε καὶ περὶ τοῦ θείου μαντείαις, καὶ ταῖς τῶν πλείστων καὶ βελτιόνων, καὶ ταύτας ἡμῖν βεβαίας αὐτοῖς τιθέμενοι, ἔπειτα ἀπὸ τούτων ἂν λογισμοῖς ἕκαστα ἀναγκαίοις, ᾗ ἂν οἱ σοφοὶ ὑφηγῶνται, μετιόντες, θεῶν ν συλλαμβανόντων, τοῦ βελτίστου περὶ ἑκάστων λόγου οὐκ ἀποτευξόμεθα. Θεοῖς δὴ τοῖς τῶν λόγων ἐφόροις εὐκτέον ἂν εἴη πρότερον, ἱλέως ἐπιπνεῦσαι τῇδε τῇ συγγραφῇ. [44]

 

———

δʹ. Ἐς θεοὺς τοὺς λογίους εὐχή.

 

Ἄγετε δή, ὦ θεοὶ λόγιοι, οἵτινές τε καὶ ὅσοι ἐστὲ, οἳ ἐπιστήμας τε καὶ δόξας ἀληθεῖς ἐπιτροπεύετε, νέμετὲ τε οἷςπερ ἂν ἐθέλητε κατὰ τοῦ μεγάλου πατρὸς τῶν τε πάντων βασιλέως Διὸς βουλάς. Οὐ γάρ τοι ἄνευ ὑμῶν οἷοί τ’ ἂν ἡμεῖς εἴημεν ἔργον ἀνύσαι τηλικοῦτον. Ἀλλ’ ὑμεῖς ἡμῖν τῶνδε τῶν λόγων γήσασθέ τε, καὶ δότε τήνδε τήν συγγραφὴν ὡς ἐπιτυχεστάτην γενέσθαι, κτῆμα ἀεὶ προκεισομένην τῶν ἀνθρώπων τοῖς ἐθέλουσιν ἂν καὶ ἰδίᾳ καὶ κοινῇ τὸν αὑτῶν βίον ὡς κάλλιστά τε καὶ ἄριστα καθισταμένοις ζῇν.

 

———

 

εʹ. Κοινὰ περὶ θεῶν δόγματα.

 

Νόμοι μὲν δὴ, ος ὡς μάλιστα πρὸς τῶν ἀεὶ θείων ἀνδρῶν γενομένων παρειλήφαμεν, οἵδε εἰσί· Θεοὺς εἶναι σύμπασαν τὴν κρείττω τε καὶ μακαριωτέραν ἢ κατ’ νθρωπον φύσιν, ος δὴ καὶ ἀνθρώπων τῇ ἀγαθῶν τῶν σφετέρων περιουσίᾳ προνοεῖν, κακοῦ μὲν οὐδ’ ὁτουοῦν οὐδενὸς, τῶν [δ’] ἀγαθῶν ἁπάντων αὐτοὺς ὄντας τοὺς αἰτίους, εἱμαρμένῃ τέ ἀμεταστρόφῳ καὶ ἀπαρατρέπτῳ τὸ ἀεὶ βέλτιστον ἐκ τῶν ἐνόντων ἑκάστοις ἀπονέμοντας. Εἶναί τε αὐτοὺς πλείους μὲν, οὐ τοὺς αὐτοὺς δὲ θεότητι. Ἀλλὰ μέγιστον μὲν καὶ ἐξαίρετον ἕνα αὐτῶν, τὸν βασιλέα. Δία, τῶν γε ἄλλων τῇ τε ἀξίᾳ καὶ φύσει ἀμηχάνῳ ὅσῳ διαφέροντα, [46] αὐτὸν μὲν ἀγένητον πάντη τε ντα καὶ πάν τως, ἅτε ἐξ οὐδενὸς τὸ παράπαν οὔτε ντα οὔτ’ ν γεγονότα πώποτε, αὐτοπάτορα δὲ, καὶ μόνον τῶν πάντων αὐτὸν ἐξ αὑτοῦ, τῶν δ’ ἄλλων ἁπάντων πατέρα τε καὶ δημιουργὸν πρεσβύτατον, ντως δὲ ὄντα τῷ ὅντι, καὶ εἰλικρινῶς ἕνα, καὶ τὸν ὅτι μάλιστα αὐτὸν αὑτῷ, αὐτό τε ὄντα, ὅ ἐστιν ἀγαθόν. Τοὺς δ’ ἄλλους Θεοὺς δευτέρους τε καὶ τρίτους θεότητι καθεστάναι, [τοὺς μὲν] αὐτοῦ Διὸς παῖδάς τε καὶ ἔργα, τοὺς δὲ παίδων τε παῖδας καὶ ἔργα ἔργων γεγονότας, δι’ ν σύμπαντα τά τ’ ἄλλα καὶ τὰ ἀνθρώπεια τὸν βασιλέα Δία κατακοσμεῖν, ἄλλον μὲν ἄλλῳ μείζονι ἢ μείονι τοῦ παντὸς τοῦδε μέρει ἐπιστήσαντα ὕπαρχον, τῶν δὲ πάντων ἡγεμόνα Ποσειδῶ τὸν μέγαν, ν πρεσβύτατόν τε καὶ κράτιστον τῶν ἑαυτοῦ ἐκγόνων γεγεννήκει, αὐτό,τε τῶν ἑαυτοῦ ἔργων τὸ κάλλιστόν τε, ἐς ὅσον ἐνῆν, καὶ τελεώτατον. Καὶ τοὺς μὲν ἐξ αὐτοῦ Διὸς προσεχῶς γεγεννημένους ὑπερουρανίους θεοὺς εἶναι, δευτέρους θεότητι, σωμάτων μὲν καὶ ὕλης πάμπαν ἀφειμένους, εἴδη δ’ ὄντας εἰλικρινῆ αὐτὰ καθ’ αὑτὰ, καὶ νοῦς ἀκινήτους, ἀεί τε καὶ περὶ πάντα ἅμα μιᾷ τῇ ἑαυτῶν ἑκάστους νοήσει ἐνεργούς· ος οὐσίαν μὲν ἑκάστους ἀπ’ αὐτοῦ ἴσχειν τοῦ Διὸς, ἀμερῆ μὲν ἐξ ἀμεροῦς, ἅπαντα δ’ ἐν ἑαυτῇ συλλήβδην τε καὶ καθ’ ἓν προειληφυαν, ὀπόσων γ’ ἂν πλειόνων αὐτὸς ἕκαστος τοῖς ὑφ’ ἑαυτὸν αἴτιος . Τὰ δὲ προσόντα, ἔξω νὸς τοῦ πρεσβυτάτου αὐτῶν Ποσειδῶνος, ἄλλους ὑπ’ ἄλλων διατίθεσθαί τε καὶ κοσμεῖσθαι, τοῦ βασιλέως τε καὶ πατρὸς κοινωνίαν τοῖς ἑαυτοῦ παισὶν ἀλλήλοις τῶν ἀγαθῶν μεμηχανημένον· ὃ [48] δή ατος καὶ ἀγαθῶν μετά γε τὴν ἑαυτοῦ κοινωνίαν τὸ κράτιστον ἐμπεποιῆκει. Καὶ Ποσειδῶ μὲν, ὑπ’ αὐτοῦ Διὸς μόνου κοσμούμενον, τοὺς ἄλλους ἅπαντας κατακοσμεῖν· τῶν δ’ ἄλλων μείζους μὲν εἶναι τοὺς ὑπὸ μὲν ἐλαττόνων ἂν κοσμουμένους, αὐτοὺς δὲ πλείω τε ἂν δρῶντας ἐν τῷ παντὶ τῷδε καὶ μείζω· μείους δὲ τοὺς ἐλάττω μὲν καὶ μείω δρῶντας, αὐτοὺς δ’ ν ὑπὸ πλειόνων κοσμουμένους. λλῃ τε οὖν διενηνοχέναι αὐτὸ αὑτοῦ σύμπαν τοῦτο τὸ γένος τῶν θεῶν, μάλιστα δὲ καὶ τῶν διακρίσεων τῇ μεγίστῃ διακεκρίσθαι διχῆ, τὸ μὲν γνήσιόν τι θεῶν γένος ὁ γεγεννηκὼς πατὴρ ἀπέφηνεν, ὁπόσον δὴ ἀϊδίων καὶ αὐτὸ ἔτι γόνιμον ἀπετέλεσεν· ὁπόσον δὲ θνητῶν ἤδη καὶ οὐκέτι ἀϊδίων, Τιτάνων τι γένος νόθον, ἅτε δὴ γενέσεως μὲν τῆς αὐτῆς τῷ προτέρῳ κεκοινωνηκὸς, τῆς δὲ δυνάμεώς τε καὶ ἀξίας πολλῷ που λειπόμενον. Καὶ τούτους σύμπαντας οὔτ’ ἂν ἐν χρόνῳ οὐδ’ ὁτιοῦν σφῶν ἔχειν αὐτῶν, ἅτε μένονταίς τε ἀεὶ καὶ πάμπαν ἀκινήτους· κινήσεως γὰρ μέτρον τὸν χρόνον εἶναι· τοῖς δὲ αἰῶνα τοῦ βίου εἶναι μέτρον, οὗ δὴ οὐδὲν οὔτε οἰχόμενον, οὔτε μέλλον, οὐδὲ δὴ λως πρότερόν τε καὶ ὕστερον, ἀλλὰ τὸ ὁλον ἅμα τε καὶ ἀεὶ ἐνέστηκεν. Οτ’ ἂν τόπῳ θέσιν ἔχοντι περιληπτοὺς εἶναι· σωμάτων τε γὰρ καὶ περὶ σώματα τὸν τοιοῦτον εἶναι τόπον· τοὺς δὲ σωμάτων τε χωρὶς ἔχειν τὴν οὐσίαν, καὶ τόπον οἰκεῖον ἂν σφίσιν αὐτοῖς τὴν τάξιν κεκτῆσθαι, τῶν τε προυχόντων ἂν καὶ ὑποδεεστέρων μέσος τις εἴληπται ἕκαστος. ᾟ δὴ καὶ σύμπαντα τὸν ὑπερουράνιον χῶρον διωρίσθαι μὲν καὶ καθ’ ἑκάστους θεῶν· μάλιστα δ’ ἂν καὶ τοῦτον διακεκρίσθαι [50] διχῆ, ᾗπερ καὶ τὸ σύμπαν τῶν θεῶν τούτων φῦλον, ἑκατέρῳ αὐτῶν γένει ἑκατέρας καὶ χώρου μοίρας ἀποδεδομένης, τῷ μὲν γνησίῳ αὐτῶν, Ὀλύμπου, τοῦ νω τε ατοῦ χώρου τοῦ ἐκεῖ καθαρωτέρου, τῷ δ’ αὖ λοιπῷ καὶ νόθῳ, Ταρτάρου, τοῦ κάτω τε αὐτοῦ καὶ ὑποβεβηκότος. Ἐκ δ’ ἀμφοῖν τούτοιν τοῖν γενοῖν, τοῦ τε Ὀλυμπίου καὶ Ταρταρίου, ἔν τι μέγα καὶ ἅγιον, τὸν νοητόν τε σύμπαντα καὶ ὑπερουράνιον τῷ βασιλεῖ Διΐ κατεσκευάσθαι διάκοσμον, ἀεί τε ντα καὶ πάντων καλῶν πλέον, δευτέρων δή τινων τούτων θεῶν ἐς ριθμόν τινα αὐτάρκη συνεστώτων, καὶ οὐδ’ ἂν ἑνὸς ὧν ἂν ἐγγενέσθαι ἐχρῆν ἐπιδεᾶ, διακεκριμένον μὲν καθ’ ἑκάστους αὐτῶν ὡς κάλλιστα άκριβεστάτ διακρίσει, να δὴ ὡς τελεώτατός τις καὶ ἕκαστος αὐτῶν καὶ αὐτάρκης κατὰ δύναμιν, ἠνωμένον δ’ ἅμα τῇ ἀλλήλων κοινωνίᾳ τῶν ἀγαθῶν, καὶ φίλτατον αὐτὸν αὑτῷ. Οὕτω γὰρ ἂν ἅμα ἕκαστοί τε αὐτῶν καὶ τὸ ἐξ ἁπάντων ἔν τι ἔσεσθαι ἔμελλον, ἅτε δὴ ἔκ τε μιᾶς προϊόντες ἀρχῆς, καὶ ἐς τατὸν αὖ τέλος τὸν σφέτερον πατέρα τε καὶ δημιουργὸν Δία τὸν μέγαν ἐπιστρεφόμενοι, ἄκρως τε ἕνα ὄντα καὶ ὅτι μάλιστα κράτιστον. καὶ πάντα μὲν τλλα ὑπήκοά τε εἶναι καὶ φιλια, καὶ οὐδ’ ἂν ἓν πολέμιον οὐδ’ ἀνθεστηκὸς οὔτε δύσνουν· μάλιστα δὲ θεοὺς τούτους ἐκείνῳ τε ὑπηκόους σύμπαντας σὺν εὐνοί, καὶ ἀλλήλοις συνήθεις τε εἶναι καὶ φίλους καὶ ταύτὸν φρονοῦντας, τὰ μὲν τῶν τὴν ἀξίαν σφῶν ἂν αὐτῶν νεωτέρων ἡγουμένους, τὰ δὲ τοῖς πρεσβυτέροις ἂν ἑπομένους. Ἅπαντα γὰρ ἂν εὐνομίας τε ἄκρας καὶ εὐκοσμίας μεστὰ εἶναι τάκεῖ. Τούτοις μὲν δὴ οὕτω τε καὶ τοιαῦτα τὰ πράγματα καθεστάναι. [52]

        Ποσειδῶνος δ’ οὖν, ἔτι τε τῶν ἄλλων θεῶν γνησίων τι ατοῦ ἀδελφῶν καὶ Ὀλυμπίων παῖδας, θεοὺς ἑτέρους τρίτους τῇ φύσει γεγονέναι, τοὺς ἐντὸς οὐρανοῦ τοῦδε, ζῶα λογικά τε κα ἀθάνατα, ψυχῶν μὲν ἐξ ἀναμαρτήτων, σωμάτων δ’ ἀγήρων καὶ ἀκηράτων συνεστῶτας, κακῶν δὲ πάντη καὶ τούτους ἀμιγεῖς. ν διχῆ αὖ τοῖς γεγεννηκόσι διακεκριμένων τὸ μὲν γνήσιον α ἀποδεδεῖχθαι οὐράνιον γένος ἄστρων, ψυχῶν μὲν τοῦ κρατίστου τε εἴδους καὶ πάντων ν ἐπιστήμῃ ἐφικνουμένου γεγονὸς, σωμάτων [δ’] ὅτι καλλίστων καὶ δραστηριωτάτων, κινητὸν μὲν ἤδη καὶ πλανητόν τι ν γένος θεῶν, κατὰ δὲ τατὰ περιϊόντας ὁμαλῶς· τὸ δὲ νόθον αὖ σφίσι φῦναι χθόνιον γένος δαιμόνων, οὔτε σωμάτων ν παραπλησίων τήν δύναμιν οὔτε ψυχῶν γεγονὸς, ἀλλὰ τοῦ τε ὑποδεεστέρου ψυχῆς εἴδους καὶ οὐ πάντων μὲν ἂν ἐπιστήμῃ ἐφικνουμένου, ἔστι δ’ ἃ καὶ δόξῃ, ὀρθῶς μέντοι ἀεὶ χωρούσῃ, ὑπολαμβάνοντος, οἷα δὴ καὶ ἀεὶ τοῖς ἑαυτοῦ κρείττοσιν ἕπεσθαι ἱκανοῦ, καὶ δι’ ἐκείνους ἀεί τε καὶ περὶ πάντα ἀναμαρτήτου διαγιγνομένου. Θεοῖς δὲ τοῖς ἄλλοις ὑπηρετικὸν τοῦτο τὸ γένος γεγονέναι, καὶ τῇ ἀνθρωπεί ζωῇ ἤδη καὶ φύσει προσεχές. Καὶ τέτταρα δὴ ταῦτα διακεκρίσθαι θεῶν γένη, δύο μὲν ὺπερουρανίων, τὸ μὲν Ὀλύμπιον, τὸ δὲ Ταρτάριον, δύο δὲ ἐντὸς οὐρανοῦ, τὸ μὲν οὐράνιον, τὸ δὲ χθόνιον, γενητῶν μὲν πάντων τῇ αἰτί καὶ τῷ ἀφ’ ἑτέρου εἶναι, τῷ δὲ χρόνῳ ἀγενήτων τε καὶ ἀνωλέθρων, τε δὴ ἐξ ἐνεργοῦ ἀεὶ ὄντος τοῦ Διὸς, καὶ οὐδ’ σονοῦν ἀργὸν οὐδ’ ἄχρι ψιλῆς μένον ἂν τῆς δυνάμεως οὔτε ἔχοντος οὔτ’ ἂν ἐσχηκότος πώποτε, ἀεὶ προϊόντων, [54] καὶ οὔποτ’ ἂν τοῦ εἶναι οὔτε ργμένων, οὔτ’ ἂν παυσομένων. Εἶναι δὲ τοῦ θεοῦ τούτου τήν τε οὐσίαν καὶ πρᾶξιν τατὸν καὶ ἀλλήλοιν ἥκιστ’ ἂν διακεκριμένω· ἄκρως γὰρ δὴ ἓν εἶναι, καὶ οὐδαμῆ ἂν ἕτερον ατὸν ατοῦ. Νῷ δὲ διακεκρίσθαι μὲν ἤδη πρᾶξιν οὐσίας. ἐνεργὸν δὲ καὶ τούτῳ ἀεὶ καὶ οὐδαμῆ ν ἀργὸν προσεῖναι αὐτὴν, ὥστ’ ἂν καὶ τὰ ἀπ’ αὐτοῦ, ν ἂν μηδενὶ οὐ συγγενεῖ συναιτίῳ κεχρημένος αἴτιος γίγνοιτο, ἀΐδια ἔτι προϊέναι, Ψυχ δ’ ἤδη, πρὸς τῷ τῆς οὐσίας τε καὶ πράξεως διακεκριμένῳ, καὶ μέν τι ἐνεργὸν, τὸ δ πλεῖστον ἀργὸν ἂν ἑκάστοτε λείπεσθαι τῆς πράξεως, ἐς ψιλὴν δή τινα ἀποπίπτον δύναμιν. Σώματι δὲ πρὸς πᾶσιν ἂν τούτοις καὶ τὴν οὐσίαν διακεκρίσθαι ἤδη ἐς εδος δή τι καὶ ὕλην, οὐ κινητὴν μόνον, ἀλλὰ καὶ σκεδαστὴν δή τινα ἤδη φύσιν καὶ μεριστὴν ἐπ’ ἄπειρον. Καὶ ταύτῃ μάλιστα λλήλων τὰ ὄντα διενηνοχέναι. Τοὺς μὲν ὑπερουρανίους τῶν θεῶν οὐ τῷ χρόνῳ μόνον, ἀλλὰ καὶ τῷ ἀεὶ μένειν ἀγενήτους εἷναι, ἅτε πάμπαν τε ἀκινήτους καὶ αἰωνίους, οὐδέν τε ἐν σφίσιν αὐτοῖς οὐ πρότερον μὲν ὂν, ὕστερον δὲ εἰς γένεσιν ἱὸν, κτωμένους, αἰτίᾳ δὲ μόνον γεννιτούς· τὸ γὰρ ἀπ’ ατίου τὴν ὕπαρξιν ἴσχον πᾶν γενητὸν εἶναι, γιγνόμενον ταύτῃ, ἀφ’ ἑτέρου ἀεὶ τὴν οὐσίαν διατελεῖ ἴσχον, καὶ οὐκ ν ἱκανὸν ἑαυτῷ ν πρὸς τὴν ὕπαρξιν. Τοὺς δ’ ἐντὸς οὐρανοῦ αἰτίᾳ μὲν γενητοὺς εἶναι· ὅσον μὲν γὰρ ἐς τὴν τῆς ψυχῆς αὐτοῖς ἥκει οὐσίαν, ἀγενήτους εἶναι, τῷ μονίμῳ τε αὐτῆς καὶ διὰ τοῦτο αἰωνίῳ· τὰ δ’ ἐς πρᾶξίν τε αὐτῆς καὶ σωμάτων φύσιν, γενητοὺς, τῷ κινουμένῳ τε αὐτῶν καὶ ἀεὶ γιγνομένῳ καὶ χρόνῳ δη, κατὰ μέρη, ἕκαστα μετρουμένῳ. [56] Χρόνον γὰρ ἄρχεσθαι μὲν ἀπὸ ψυχῆς τῆς τοῦδε ἂν ἡγουμένης τοῦ οὐρανοῦ, πρῶτον τὸ ἀεὶ κινητὸν αὐτῇ μετροῦντα τῆς πράξεως· χωρεῖν δ’ ἤδη διὰ πάσης ψυχῆς τε καὶ σωμάτων φύσεως, εκόνα αἰῶνος γεγονότα, οὗ τὸ μὲν ἀεὶ οἴχεταί τε καὶ οκέτι ἐστὶ, τὸ δὲ μέλλει τε ἔτι καὶ οὔπω ἐστὶν, ἔστι δ’ ἐν ἀκαρεῖ ἀεί τε καὶ νῦν, ὃ δὴ, ἄλλο καὶ ἄλλο ἀεὶ γιγνόμενον, τόν τε οἰχόμενον, καὶ μέλλοντα διορίζει χρόνον. Καὶ τόπῳ δ’ ἤδη θέσιν ἔχοντι τοὺς θεοὺς τούτους περιληπτοὺς διὰ τὰ συνόντα σφίσι γεγονέναι σώματα· καὶ διὰ ταῦτα τούτους μὲν ἐντὸς οὐρανοῦ, τοὺς δ’ ἑτέρους ὑπερουρανίους εἶναι, ἅτε σωμάτων τε καὶ τόπου παντὸς τοῦ τοιούτου ἀφειμένους. Ἀξίᾳ μὲν δὴ συμπάντων θεῶν καὶ ὁπηοῦν γενητῶν τοὺς Ὀλυμπίους ὑπερφέρειν, ἀριθμῷ δ’ ὡς ἐλαχίστους τούτους εἶναι, ὥσπερ αὖ δαίμονας τοὺς μὲν Διὸς ἐγγυτέρω, εἰλικρινῶς ὄντος ἑνὸς, καὶ ἀριθμῷ εἶναι ἐλάττους, τοὺς δὲ ποῤῥωτέρω πλείους, ἵνα δὴ καὶ ἀριθμῷ τοῦ ἑνὸς οἱ μὲν ὡς ἐγγυτέρω, οἱ δ’ ὡς ποῤῥωτέρω ὦσι. Τῶν δ’ Ὀλυμπίων αὖ καὶ τοῦ παντὸς τοῦδε τὸν Ποσειδῶ προτετιμῆσθαι, καὶ τούτῳ δευτέρῳ τὴν τῶν ὅλων ἠγεμονίαν πρὸς τοῦ βασιλέως Διὸς ἐπιτετράφθαι, κρατίστῳ τε καὶ τὴν ἀξίαν πρεσβυτάτῳ τῶν αὐτοῦ παίδων γεγονότι.  Ὃν ὁ πατὴρ οτος Ζεὺς ἑαυτῷ μὲν οὐκέτι ἴσον (οὐ γάρ τοι οὐδὲν ἴσον τ’ ἦν, τῷ αὐτῷ δι’ αὑτοῦ ὄντι τὸ δι’ ἑτέρου ἤδη ν ἴσον ἂν ἔτι ἀποβναι, ...........

 

———

 

[64]

ΝΟΜΩΝ ΣΥΓΓΡΑΦΗΣ

ΒΙΒΛΙΟΝ Βʹ.

 

———

 

ϛʹ. Περὶ εἱμαρμένης.

 

Πότερα δὲ ρισταί τε καὶ εἵμαρται ἅπαντα τὰ μέλλοντα, ἢ ἔστιν ἃ οὐδ’ ὥρισται αὐτῶν, ἀλλ’ ἀορίστως τε δὴ καὶ ἀτάκτως χωρεῖ, καὶ οὕτως ὅπως ἂν τύχοι; Δηλαδὴ ὅτι ὥρισται ἅπαντα. Εἰ γὰρ ὁτιοῦν οὐχ ὡρισμένως γίγνοιτο τῶν γιγνομένων, ἤτοι ἄνευ τοῦ αἰτίου γεγονὸς ἔσται, καί τι ἔσται τῶν γιγνομένων τὴν γένεσιν ἄνευ αἰτίου ἐσχηκός· ἢ οὐχ ὡρισμένως αὐτὸ, οὐδὲ σὺν νάγκῃ τὸ αἴτιον ἀπεργάσεται, καί τι ἔσται τῶν αἰτίων, οὐκ ἀνάγκῃ, οὐδ’ ὡρισμένως δεδρακός τι ὧν ἂν δρῴη· οἷν οὐδέτερα δυνατά. Πολὺ δ’ ἔτι μᾶλλον ἀδύνατον, εί τοὺς θεούς τις λέγοι μεταβάλλεσθαί τε περὶ τὰ σφίσιν ὑπὲρ τῶν μελλόντων ἐγνωσμένα, καὶ ἕτερ’ ττα, παρ’ ἃ ἐμέλλησαν ἀποτελεῖν, εἴτε ὑπ’ ἀνθρώπων λιταῖς τισι δώροις παραπειθομένους, εἴτε δὴ καὶ ἄλλως γέ πως αὐτὸ πάσχοντας. Κινδυνεύουσι γὰρ οἱ τὴν περὶ τῶν ἐσομένων ἀνάγκην τε καὶ εἱμαρμένην ἀναιροῦντες, ἢ καὶ [66] τῆς προνοίας ὅλως τῶν τῇδε ἐκβάλλειν τοὺς θεοὺς, καὶ τὴν τῶν χειρόνων αὐτοῖς αἰτίαν ἀντὶ τῶν ἐκ τῶν δυνατῶν βελτίστων περιάπτειν, ἀμήχανον ν, μὴ οὐ θάτερα ἀεὶ, ἤτοι τὰ πρότερον ἢ ὕστερον αὐτοῖς ἐγνωσμένα, χείρω τῶν ἑτέρων εἶναι· ὥστε τοῖν δυοῖν ν τούτοιν ἀσεβημάτοιν θατέρῳ πάντως τοὺς τὴν εἱμαρμένην ἀναιροῦντας περιπίπτειν. Ἀλλὰ τούτοιν γε ἑκάτερα πολλαχῆ ἀδύνατα, καὶ τὰ μέλλοντα ἅπαντα εἵμαρταί τε ἐξ αἰῶνος καὶ τέτακται, ὡς δυνατὸν αὐτοῖς, ὑφ’ ἑνὶ τῶν πάντων βασιλεῖ Διῒ ταττόμενά τε καὶ ὁριζόμενα. ς εἰ καὶ μὴ ὥρισται μόνος τῶν πάντων, οὐκέτ’ ὄντος τοῦ καὶ τοῦτον ὁριοῦντος (ὑπὸ γὰρ τῶν ἑαυτῶν αἰτίων ἅπαντ’ ἂν ὁρίζεσθαι τὰ ὁριζόμενα), ὅμως κρείττων ὢν ἢ ὥστε ὡρίσθαι, μένει τε εὶ καὶ κατὰ τὰ αὐτὰ ὡσαύτως, καὶ τὴν μεγίστην πασῶν ἀνάγκην καὶ κρατίστην, αὐτὴν δι’ αὑτὴν οὖσαν ἀνάγκην, ο δι’ οὐδὲν ἕτερον, αὐτός ἐστιν ὁ κεκτημένος, ὡς τήν τε ἀνάγκην τῆς οὐκ ἀνάγκης ἀμείνω οὖσαν, καὶ αὐτῷ την μεγίστην ἀναγκῶν, ἄκρως ἀγαθῷ ὄντι, μᾶλλόν τοι προσήκουσαν. Καὶ τοῖς γε προσεχῶς προϊοῦσιν ἀπ’ αὐτοῦ τατὸ τοῦτο δευτέρως μεθ’ ἑαυτὸν παρέχεται· οἰκεῖα γὰρ ἂν ἑαυτῷ τὰ ἀπ’ ατο παράγοι· καὶ τατά τε ἅμα καὶ τλλα δι’ αὑτὸν πάντα ὁρίζει· καὶ οὐδὲν οὐθ’ οὕτω παμμέγεθες, οὔτ’ αὖ [68] πάνυ σμικρὸν οὕτως, ὥστ’ ἂν αὐτὸν μ οἷόν τε εἶναι τῷ ἀφ’ ἑαυτοῦ ὅρῳ ἐφικέσθαι· οὐδενὸς γὰρ ὅτου οὐκ αὐτὸν εναι τὸν αἰτιώτατον. τι δ’ εἰ μὴ ὥριστο τὰ μέλλοντα, οὐδ’ ἂν προεγινώσκετο, οὐ μόνον γε οὐχ ὑπ’ ἀνθρώπων, ἀλλ’ οὐδ’ πὸ τῶν θεῶν ν οὐδενός· οὐ γὰρ οἷόν τε ὅλως γνῶσιν ὑπάρξαι τοῦ πάντη ἀορίστου· οὐ γὰρ οὐδ’ ὁπότερον ἀληθὲς εἴη ἂν ὁρίσαι περὶ αὐτοῦ, οὐθ’ ὡς ἔσοιτο, οὐτ’ αὖ ὡς οὐκ ἔσοιτο. Νῦν δ’ οἵ τε θεοὶ ἴσασι δήπου τὰ ἐσόμενα, οἵπερ καὶ ὁρίζουσί τε αὐτὰ, καὶ ἐν σφίσιν αὐτοῖς ἔχουσι παρόντα ἀεὶ τῇ αἰτίᾳ, κν μήπω τήν γε αὐτῶν γένεσιν ἀπειληφότα · ἴσασι δὲ οὐκ λλως, ἢ τῷ διατιθέναι τε καὶ αἴτιοι εἶναι αὐτῶν· οὔ γὰρ ν τῷ διατίθεσθαί πη ὑπὸ τῶν τῇδε γινώσκοιεν αὐτά· οὐ γὰρ θέμις, οὐδ’ οἷόν τε θεοὺς ὑπὸ χειρόνων καὶ μὴ ντων γέ πω διατίθεσθαι. Ἐπεὶ κινδυνεύουσιν ἔτι οἱ θεοὺς μὲν εἶναι νομίζοντες, τὴν δὲ περὶ τὰ τῇδε αὐτῶν πρόνοιάν τε καὶ εἱμαρμένην ἀναιροῦντες, καὶ τὴν περὶ τὰ τῇδε αὐτῶν γνῶσιν ἀναιρεῖν, οὐτ’ ἂν τῷ διατίθεσθαι κρείττους ὑπὸ χειρόνων, γινωσκόντων, οὐτ’ ἂν τῷ διατιθέναι, εἴπερ μηδὲ αἴτιοί εἰσιν αὐτῶν· δέον πᾶν τὸ γινῶσκον, ἢ μεθέξει καὶ τῷ διατίθεσθαί πη ὑπὸ τοῦ γνωστοῦ γινώσκειν, ἢ αἰτίᾳ καὶ τῷ διατιθέναι, ἄλλως δ’ οὐκ [70] ἂν γνώσεως συμβαινούσης, μή τινος ἂν καὶ γινώσκοντι πρὸς γνωστὸν κοινωνίας γιγνομένης. Εἴτε καὶ αἴτιοι μὲν εεν τῶν τῇδε οἱ θεοὶ, μὴ ἀνάγκῃ δὲ μηδ’ ὡρισμένως εεν αἴτιοι, ὧν ν αἴτιοι γίγνοιντο, οὐδ’ οὕτως ἂν εδοεν ἅττα ποτὲ δράσουσι, μὴ οκ ἀναγκαίως τε ἐξ αἰῶνος πρός αὐτὰ καὶ ἀπαρατρέπτως ἔχοντες. λλ’ οἵ τε θεοὶ ἴσασι τὰ ἐσόμενα, καὶ ἀνθρώπων οἷςπερ ἂν ἐθέλοιεν, καὶ καθόσον, προσημαίνουσι. Καί τισι καὶ προμεμαθηκόσι τῶν ἐσομένων ἔστιν , καὶ πειρωμένοις διαφυγεῖν, οὐδὲν ττον φυκτά τε αὐτοῖς ἐγένετο καὶ ἀναπόδραστα τὰ πεπρωμένα· τοῖς δὲ καὶ αὐτῷ τούτῳ τῷ προμεμαθηκέναι τε καὶ πειρᾶσθαι διαφυγεῖν, τοῖς πεπρωμένοις περιπεσεῖν συνέβη, οὕτω που καὶ τοῦτο εἱμαρμένον αὐτοῖς. Οὔκουν ἂν εἶναι ἀνάλυσιν, οὐδὲ παρατροπνῖν τινα, τοῖς ἅπαξ ὑπὸ Διός τε ἐγνωσμένοις ἐξ αἰῶνος, καὶ εἱμαρμένῃ δεδεμένοις.

         Ἀλλ’ εἰ πάντα ὥρισται, φαίη ν τις, καὶ οὐδὲν ὅ, τι μὴ ἀνάγκαις μετείληφε τῶν ντων τε καὶ γιγνομένων, ἔκ τε τῶν ἀνθρώπων οἴχοιτ’ ἂν ἡ ἐλευθερία καὶ ἡ δίκη ἐκ τῶν θεῶν, τῶν μὲν ἀνθρώπων ἀνάγκῃ, ἅττ’ ἂν πράττοιεν, πραττόντων, καὶ οὐκέτι, οὐτ’ ἂν κυρίων ἑαυτῶν ὄντων, οὐτ’ ἂν ἐλευθέρων, τῶν δὲ θεῶν τοι τοπαράπαν ἀφεστώτων ἂν τοῦ κολάζειν τοὺς κακοὺς, ἢ οὐκ ἂν ἐν δίκῃ κολαζόντων, εἴ γε δὴ ἀνάγκῃ οἱ κακοὶ κακοί. Ἀλλὰ [72] τοὺς μὲν ἀνθρώπους κυρίους ν ἑαυτῶν εἶναι, οὐ τῷ μὴ ὑπ’ οὐδενὸς ν τοπαράπαν ἄρχεσθαι, μήτε του ἄλλου, μήτ’ ἂν αὐτῶν τῶν θεῶν, ἀλλὰ τῷ ἔχειν μέν τι ἐν ἑαυτοῖς ἄρχον, τὸ φρονοῦν, τὸ δὲ πολὺ ἀρχόμενον· καὶ τοῦ πολλοῦ τούτου ἓν, τὸ φρονοῦν τε καὶ φύσει βέλτιστον τῶν ἡμετέρων, κύριον ἂν εἶναι. Αὐτὸ δὲ δὴ τὸ φρονοῦν ὡς οὐκέτ’ ἂν ἄρχοιτο ὑπ’ οὐδενὸς, οὐκ ἂν εἴη εἰπεῖν. Ὃ πρῶτον μὲν τοῖς ἔξω πράγμασι φαίνοιτ’ ἂν ἑπόμενον. πειτα εἰ καὶ μὴ ὡσαύτως ἅπασιν ἀνθρώποις τὸ φρονοῦν τοῦτο ὑπὸ τῶν αὐτῶν πραγμάτων φαίνεται διατιθέμενον, οὐκ ἂν ὀρθῶς τις οἰηθείη μηδ’ ἐξ ἀνάγκης ἂν ἕπεσθαί αὐτὸ τοῖς πράγμασιν. Δῆλον γάρ ἐστι τοῦτο συμβαῖνον παρά τε τὴν ἰδίαν αὐτοῦ τοῦ φρονοῦντος ἑκάστοτε φύσιν, παρά τε τὴν ἄσκησιν. Τατὸ γὰρ ὁτιοῦν πλείοσι μὲν, διαφέρουσι δέ πη ἀλλήλων προςπίπτον, ὥς τι δρᾶσον, διαφέροντά τοι καὶ τὰ παθήματα ἐξ ἀνάγκης ἀπεργάσεται. Διαφέρειν γὰρ ἂν τὸ φρονοῦν τοῦτο ἑκάστοις καὶ τήν φύσιν καὶ τῆν ἄσκησιν· καὶ τῆς μὲν φύσεως τοὺς θεοὺς ἂν κυρίους εἶναι, τῆς δ’ ἀσκήσεως τὴν τοῦ [ἀσκοῦντος] εἶναι δόξαν, προτέραν αὐτῷ ἐγγενομένην, ν ἂν ἀμήχανον ἂν εναι ἐγγενέσθαι ὁτῳοῦν, μὴ οὐ θεοῦ παραστήσαντος. Κυρίους μὲν [74] οὖν’ ἑαυτῶν τοὺς ἀνθρώπους εἶναι καθ’ ὅσον που ἄρχουσιν αὐτῶν, κν ἀρχόμενοι ἄρχωσιν· ἐλευθέρους δὲ εναί τέ πως καὶ μὴ εἶναι. Εἰ μὲν γὰρ ἐλευθερίαν τις τήν οὐκ ἀνάγκην καλεῖ, οὐκ ἂν ὀρθῶς φαίνοιτο καλῶν· ἀναγκάζοιτο γὰρ ν δουλείαν τὴν ἀνάγκην καλεῖν. Τῇ δὲ δουλείᾳ καὶ δεσποτείαν δήπου εναί τινα δεῖ, δουλεύσει, δουλεία οὖσα. Τῇ οὖν πρεσβυτάτῃ ἀνάγκ, καὶ ἢ μόνη αὐτὴ δι’ αὐτὴν ἀναγκαίως ἔχει, τὰ δ’ ἄλλα ἅπαντα δι’ ἐκείνην, ἢν τγαθόν τε αὐτὸ καὶ τὸν Δία φαμὲν, τίς ποτε ἔσται δεσποτεία δουλεύσει; οὐ γάρ που ἡ αὐτὴ δεσποτεία ἅμα καὶ δουλεία ἔσται. Εἰ δὲ τῷ ἄρχεσθαί τε καὶ μὴ ὁριεῖταί τις τήν τε δουλείαν καὶ ἐλευθερίαν, οὐ μόνον οὐκ ἂν ἀνθρώπων οὐδεὶς εἴη ἐλεύθερος, ἀλλ’ οὐδ’ ἂν θεῶν ἄλλος τις πλὴν Διὸς, ἄλλων μὲν λλοις τῷ ἄρχεσθαι δουλευόντων, ἁπάντων δ’, ἀπὸ θεῶν ἀρξαμένων, τῷ κοινῷ δεσπότῃ Διΐ. Οὐ μέντ’ ἂν δεινόν τι εἴη τοῦτον τὸν τρόπον ἠ δουλεία καθάπαξ, οὐδὲ φευκτόν. Ἡ γὰρ τῷ ἀγαθῷ δουλεία οὐ μόνον οὐ δεινὸν, ἀλλὰ καὶ λυσιτελές τε καὶ φίλον καὶ αὐτῷ τῷ δουλεύοντι· οὐδὲν γὰρ ν ἀλλ’ ἢ ἀγαθὸν ἀπολαύσειέ τις δουλεύων ἀγαθῷ. Εἰ δ’ οὐ ταύτῃ τις ὁριεῖται δουλείαν [76] τε καὶ ἐλευθερίαν, ἀλλ’ ἐκείν μᾶλλον, τῷ κωλύεσθαι ἢ μὴ κωλύεσθαί τινα ζῇν ὡς βούλεται (βούλοιτο δ’ ἂν πᾶς τις πράττειν τε εὖ καὶ εὐδαιμονεῖν), ἅπας μὲν ἂν ὁ εὖ πράττων κν ἐλεύθερος εἴη, ν τε ἀρχόμενος, ν τε μὴ, εὖ πράττων τυγχάνῃ· ὡς γὰρ βούλεται, ζῴη ἄν· κακῶς δὲ πράττων τις οὔτ’ ἂν, ὡς βούλοιτο, ζῴη, οὐτ’ ἂν ἐλεύθερος δήπου εἴη. Κακῶς δὲ πράττειν ἀνθρώπους οὐκ ἄλλῃ ἂν ἢ κακοὺς γεγονότας, ὥστε οὐδ’ ἂν κακὸς ἀνθρώπων οὐδεὶς βούλοιτ’ ἂν γίγνεσθαι, εἴγε δὴ μηδὲ κακῶς ἂν πρᾶξαι· ἀλλ’ ἄκοντας κακοὺς τοὺς κακοὺς γίγνεσθαι ἐξαμαρτάνοντας· οὐδ’ ἂν ἐλεύθερον κακῶν εἶναι οὐδένα, τοὺς δὲ καλούς τε μόνους κγαθούς. Τοὺς δὲ θεοὺς κολάζειν ἂν, οὐκ αὐτὸ τοῦτο τέλος δήπου τό γε κολάζειν ποιουμένους, οὐδ’ ἐπ’ αὐτοῦ καταστρέφοντας, ἀλλὰ τὰ ἁμαρτήματα ἐπανορθοῦντας. Ἐπεὶ γὰρ οὐχ οἷόν τ’ ἦν μὴ ἁμαρτάνειν πάντως τὸν ἄνθρωπον, τοιοῦτόν τινα γεγονότα, κ τε θείας καὶ ἐπικήρου φύσεως σύνθετον, ἀλλ’ ἔδει τοτὲ μὲν ἂν κατὰ τὸ θεῖον τὸ ἐν αὐτῷ ἐπὶ τὴν τοῦ συγγενοῦς ἀφομοίωσιν ἀγόμενον εὖ τε πράττειν καὶ μακαρίως ζῇν, τοτὲ δ’ αὖ ὑπὸ τοῦ θνητοῦ τοῦ ἐν αὐτῷ κατασπώμενον ὡς ἑτέρως αὖ πράττειν· βοήθειάν τινα αὐτῷ καὶ τὴν διὰ τῶν κολάσεων ταύτην ἐπανόρθωσιν [78] τοὺς θεοὺς μεμηχανῆσθαι, ὥς ποτε τῷ κολασθῆναί τε καὶ δίκην δεδωκέναι ἀπαλλαγέντι τῆς κακίας, οἷόν περ νόσου σώματος δηκτικοῖς τε καὶ ἀνιαροῖς τισι φαρμάκοις, ἄμεινόν τε πρᾶξαι γένοιτο καὶ ἐλευθερίας ἀντὶ δουλείας μεταλαβεῖν, ὅτου μὴ πιωτέρα τις ἐπανόρθωσις διὰ μοχθηροτέραν τινὰ ἕξιν δύναιτο καθικέσθαι· ὥστ’ οὐδὲν ν κωλύειν καὶ ἄκοντας κακοὺς ὄντας τοὺς κακοὺς ὅμως κολάζεσθαι, κακὸν μὲν οὐδὲν προςπεισομένους, ἀλλ’ ὠφελησομένους τῷ κολάζεσθαι. Ὡς μὲν οὖν εἰσί τε θεοὶ, καὶ ὡς προνοοῦσιν ἀνθρώπων, καὶ ὠς ο κακῶν αἴτιοι, καί ὡς εἱμαρμένῃ ἀπαρατρέπτῳ τὸ βέλτιστον ἑκάστοις ἀπονέμουσιν, ὡς γοῦν μετρίως εἰρῆσθαι, ἱκανῶς ἤδη εἰρήσθω.

 

———

[80]

κϛʹ. Περὶ τῶν τῶν θηρίων ἐνίοις κατὰ λόγον δρωμένων.

 

Περὶ δὲ τῶν τῶν θηρίων ἐνίοις κατὰ λόγον δρωμένων, ἄλλων τε δὴ συχνῶν καὶ τῶν γνωριμωτάτων, μελιττῶν τε πολιτείας, καὶ μυρμήκων οἰκονομίας, που καὶ ράχνου εὐμηχάνου θήρας, ἐκεῖνο φαμὲν, ὡς εγε ἰδίᾳ ταῦτα χρώμενα διανοίᾳ τὰ τοιαῦτα δρῴη, κρείττονι ἢ κατὰ τὴν ἀνθρωπίνην χρῷτο ἂν, ἢ χείρονι, ἢ παραπλησίᾳ. Ἀλλ’ εἰ μὲν κρείττονι ἐκέχρητο, ἐν ἅπασιν ἂν ἢ τοῖς πλείοσι κρεῖττον ἢ κατ’ ἄνθρωπον ἔπραττε· φαίνεται δ’ ἐν τοῖς πλείστοις χεῖρον πράττοντα ἢ κατ’ ἄνθρωπον. Εἰ δὲ χείρονι, οὐκ ν που ἑνί γε ἀεὶ ἔργῳ ἀφωρισμένως προσεῖχεν ἕκαστον αὐτῶν, καὶ τοῦτο ὡς κάλλιστα σχεδὸν πραττομένῳ· τελέας γὰρ ἂν διανοίας καὶ κρείττονος ἢ κατ’ ἄνθρωπον, τὸ πρὸς ἑνὶ ἀεὶ ἔργῳ τῶν καθ’ ἑαύτην τῷ καλλίστῳ ἔχειν ἑαυτήν. Εἰ δὲ καὶ τ ἀνθρωπίνῃ παραπλησίᾳ, οὐδ’ οὕτως οὔτ’ ἂν ἑνὶ ἔργῳ προσεῖχεν, οὐτ’ ἂν ἐν τοῖς πλείστοις χεῖρον ἢ κατ’ ἄνθρωπον ἔπραττεν. Ἀλλὰ δῆλα ἂν εἴη οὐκ ἰδίᾳ διανοίᾳ, τῇ δὲ τῆς τοῦδε τοῦ οὐρανοῦ ἡγουμένης ψυχῆς ἅπαντα ταῦτα ἄλλο ἐπ’ ἄλλῳ χρώμενα, καὶ νοῖς χωριστοῖς τοῖς γε σφίσιν ἄλλοις δὴ λλοις ἔξωθεν ἐφεστηκόσιν, οἷς ἡ ψυχὴ αὕτη τῶν τῇδε ἕκαστα προσάγει. Οἷς δὴ οὐ ταῦτα μόνα, ἀλλὰ καὶ τὰ ἀναίσθητα χρώμενα φανερά ἐστι, τά τε ἄλλα καὶ αἱ ἀμπέλου [82] ἢ κολοκύντης ἕλικες, α ἐὰν μὲν μηδὲν αὐταῖς τι παρακέηται τοιοῦτον, οἵῳ περιελιχθῆναι, ἐπ’ εὐθὺ φέρονται φερόμεναι, ἐὰν δὲ πτόρθος τις παρῇ, παραχρῆμα περιειλίχθησαν. Τῆς δ’ αὐτῆς ἂν ψυχῆς δυνάμει καὶ ἥ τε λίθος Ἡρακλεία ἕλκοι ἂν τὰ σιδήρια· καὶ χρυσοῦ τε καὶ τῶν ἄλλων τῶν συγγενῶν ὀ ὑδράργυρος παρὰ δόξαν ἐχόμενος ἀπαιωροῖτο· ὅ, τι τε ἂν ἄλλο παραπλήσιον γίγνοιτο, ἀπὸ ταύτης γίγνοιτ’ ἄν. Ταύτην γάρ που τὴν τόνδε ἐγγύθεν τὸν οὐρανὸν συνέχουσαν, ἐπί τε ἅπαν αὐτοῦ μέρος ἐξικνουμένην τῇ δυνάμει, καὶ τά τε ἄλλα κατὰ λόγον ἀπεργαζομένην, καὶ φίλα, ἃ ἂν δέοι, τιθεῖσαν παρὰ φίλα.

        Τῆς δ’ οὖν θνητῆς τε καὶ ἐσχάτης ταύτης γενέσεως Ἡλίῳ τε καὶ Κρόνῳ ἐξειργασμένης, κατὰ τὴν τοῦ τῶν ὅλων ἡγεμόνος Ποσειδῶνος ἐπίταξιν, ὅ τε οὐρανὸς ὅδε αὐτῷ Ποσειδῶνι πετετέλεστο, καὶ ἔτι Διῒ τῷ βασιλεῖ σύμπασα τοῦ ὄντος γένεσις ἐκ πάντων τε καὶ παντοίων εἰδῶν αἰωνίων, ἐγχρόνων, ἀθανάτων, θνητῶν, ἐς ἕν τι παντελὲς σύστημα, ἐς ὅσον οἷόν τ’ ἦν, κάλλιστά τε καὶ ἄριστα χον, συγκεκροτημένη ................

 

[84]

ΝΟΜΩΝ ΣΥΓΓΡΑΦΗΣ

 

ΒΙΒΛΙΟΝ Γʹ.

 

———

 

ιαʹ. Περὶ μέτρου τε καὶ συμμετρίας.

 

Τὸ δὲ δὴ καλὸν τοῦτο ν μέτρῳ τε καὶ τοῖς συμμέτροις διωκτέον, καὶ λως ὅρῳ, οὐκ ἐν ἀμετρίᾳ, οὐδέ γε τῷ ἀορίστῳ τε καὶ ἀεὶ πλείονι. Καίτοι ἀπορήσειεν ἄν τις, εἰ τὸ μᾶλλον ὂν καὶ ἄμεινον ἅμα, τί δήποτε οὐ τὸ ἀεὶ πλέον, ἀλλὰ τὸ μὴ τὸ μέτριον ὑπερβάλλον, κάλλιόν τε ἅμα καὶ μεινον; τι δὴ οὐ τὸ πλήθει τε πλέον καὶ ὄγκῳ μεῖζον μᾶλλον ὂν, οὐδ’ ὅλως τὸ τῷ ποσῷ ὑπερβάλλον, ἀλλὰ πολὺ πρότερον τὸ πρὸς τὸ ἀνώλεθρον εὖ μᾶλλον πεφυκός. Εὖ δὲ μᾶλλον πέφυκε πρὸς τὸ ἀνώλεθρον τὸ ν τε καὶ μᾶλλον ἡνωμένον· μᾶλλον δ’ ἥνωται ἁπλοῦν μὲν συνθέτου, σύμμετρον δ’ ἀσυμμέτρου, τά τε ἀνάλογον ἔχοντα τῶν οὐκ ἀνάλογον ἐχόντων. Τὸ γὰρ αὑτὸ μέτρον, λόγος τε ὁ αὐτὸς, κοινὰ γιγνόμενα, τά τε μετρούμενα, τά τε ἀνάλογον ἔχοντα ὡς μάλιστα ἑνοῖ. Τὰ δὲ μήτε ἐκ συμμέτρων τῶν ἑαυτῶν μερῶν, που ἀνάλογον ἐχόντων, μήτε πρὸς ἃ αὐτὰ τέτακται, καὶ νπερ μέρη καὶ ατὰ ντα τυγχάνει, μετρίως ἔχοντα, τε δὴ οὐδ’ ἡνωμένα, πλεῖστον ἤδη καὶ τοῦ ἀνωλέθρου [86] ἀποπίπτει. Δι ταῦτα ἐν μέτρῳ τε ἀεὶ καὶ ὅρῳ τὸ μᾶλλόν τε ν καὶ ἅμα κάλλιόν τε καὶ ἄμεινον, οὐ τῷ ἀεί τε πλείονι καὶ ὅλως ἀορίστῳ. Καὶ περὶ μὲν τούτου ἐς τοσοῦτον.

 

———

 

ιδʹ. Περὶ τῆς τῶν γονέων τοῖς ἐκγόνοις ο μίξεως.

 

[Bruxellensis 1871–1877, fol. 66r] κοινῶν τε αὖ γυναικῶν χρήσεως, ἔτι τε κρεῶν ἐδωδῆς, μιᾶς τε τῆς ἐν οἰκίᾳ τῇ αὐτῇ κτήσεως, τῆς τε παρὰ τὰς τελετὰς (sic) ἑκάστων οὐκ οἰκοφθορίας, περὶ τούτων ἂν ἑκάστου ὡς μάλιστα ἐν καιρῷ εἴη ἐπισκέψασθαι, τὰ μὲν αὐτῶν καὶ εἰ ὀρθῶς νομοθετεῖται, τὰ δ’ ὀρθῶς ἔχοντα ἄν, ἅτε καὶ πᾶσι σχεδὸν ἀνθρώποις παραπλησίως νομιζόμενα, τῷ ποτ’ ἂν λόγῳ καὶ ὀρθῶς ἔχοι, καὶ ... [86 cont.] Πρῶτον περὶ τῆς γονέων ἐκγόνοις οὐ μίξεως σκεπτέον, οὐκ εἰ ὀρθῶς ἢ μὴ τὸ τοιοῦτον νομοθετεῖται· ἱκανὸς γὰρ ἀεὶ καὶ πᾶσιν ἀνθρώποις περὶ τούτου νομιζόμενος θεσμὸς ἀποφῆναι, ὡς τῷ ὄντι θεῖος οὗτος νόμος ἀνθρώποις, καὶ ὀρθῶς δὴ ἔχων, εἴ γε θεῖος. Περὶ γὰρ τῶν ἄλλως ἄλλοις νομιζομένων, σκοπεῖν ἂν ἡμῖν προσήκοι, ποτέροις κάλλιον νομίζεται· περὶ δὲ τῶν πᾶσι παραπλησίως νομιζομένων, οὐκέτι καὶ ἀμφισβητεῖν, εἰ οὐκ ὀρθῶς νομίζεται, δεῖ· οὐ γὰρ ν θείας γε ἄνευ μαντείας ὁ αὐτὸς παρὰ πᾶσιν ἀνθρώποις ἐκράτει νόμος περὶ οὐδοτουοῦν. Ἀλλὰ τίνι δὴ λόγῳ ὀρθῶς νομίζεται τὰ τοιαῦτα, σκοπεῖν, τοῖς γε τελείαν τῶν νόμων ἕξουσιν ἐπιστήμην, καλῶς ν ἔχοι· περὶ γὰρ ἐνίων αὐτῶν οὐ πολλοῖς δῆλον τὸ τοιοῦτον. Αὐτίκα περὶ τῆς γονέων ἐκγόνοις ο μίξεως, ἀεὶ καὶ πάντων ἀνθρώπων τατὸ νομιζόντων, οὺ πολλοὶ ἂν είδοῖεν καὶ ὅτῳ ποτὲ λόγῳ ὀρθῶς ἔχει τὸ τοιοῦτον νόμιμον· ὥστ’ οὐδ’ ἂν περίεργον εἴη, περὶ τοῦ τοιούτου διασκέψασθαι.

        Ἔστι δὴ πρῶτον οὐκ ἄδηλον ἡ τῶν ἀφροδισίων πρᾶξις [88] ἐπὶ τῇ τοῦ θνητοῦ τοῦδε διαδοχῇ, καί τινα τρόπον ἀθανασίᾳ καὶ τούτου, παρὰ θεῶν ἡμῖν δεδομένη· καὶ ὡς ἑτέρου τοῦ ὁμοίου τῷ χρωμένῳ γεννητική τις πρᾶξις καὶ αἰτία ἐστί· καὶ ὡς ἄμφω τούτω, ἥ τε ἀθανασία, ἥ τε ἑτέρου ὁμοίου γένεσίς τε καὶ αἰτία, θεοῖς μάλιστα προσήκετον· ἀθάνατοί τε γὰρ θεοὶ πάντες, καὶ οἵ γε ατῶν κρείττους καὶ ἑτέρων ὁμοίων, οἱ μὲν ἀθανάτων κκείνων, οἱ δὲ τῶν γοῦν θνητῶν τῶνδε, εἰσὶ γόνιμοι. πειτ οὐδ’ ὡς, τούτου οὕτως ἔχοντος, εἰ μέλλοι καλῶς πράττεσθαι ἡμῖν αὕτη πρᾶξις, δέοι ἂν καὶ ὡς μάλιστα εκῶ τινα τῆς τῶν θεῶν γενέσεως, γεννῶσι θεοὶ, σώζειν, οὐδενὶ δήπου τῶν καὶ ὁσονοῦν νοῦ μετεχόντων οὐδὲ τοῦτ’ ἄδηλον· οὐδ’ ὡς παντὸς μᾶλλον τὰς σπουδαίας ἡμῖν τῶν πράξεων καὶ καλῶς πράττεσθαι δεῖ· οὐδ’ ὡς καὶ σπουδαία ἡμῖν αὕτη ἡ πρᾶξις, μάλιστα μίμησις ἀθανασίας τε τῆς τῶν θεῶν καὶ ἑτέρων αἰτίας κν τῷ θνητῷ μῶν τῷδε ἐμφαίνεται. ν γάρ τις διὰ τὸ μἐν τῷ φανερῷ αὐτὸ δρᾷν τοὺς ἀνθρώπους, καὶ αἰσχρόν τι οἴηται εἶναι, οὐκ ν δὴ ὀρθῶς οἴοιτο. Είσὶ γὰρ οἳ ἀνθρώπων, καὶ ἃ κάλλιστα νομίζεταί σφισι τῶν ἱερῶν, οὐκ ἐν τῷ φανερῷ δρῶσι τοῖς πολλοῖς. Ἀλλ’ οἱ μὲν, ἀποσεμνύνοντες τὰ κάλλιστά σφισι τῶν ἱερῶν, φανῆ τοῖς πολλοῖς ποιοῦσιν, ἵνα μ αὐτῶν τις τῶν θεάσασθαι τέως οὐκ ἐπιτηδείων καταφρονήσειεν ἰδών. Τὸ δ’ ἀφροδισιάζειν οὐκ ἐν τῶ φανερῷ οἱ ἄνθρωποι δρῶσιν, ἵνα μὴ ο ὁρῶντες ἐρεθίζοιντο, σφόδρα που, οἷ νθρωποι, ἐρεθίζεσθαι, ε καὶ ὅτι μάλιστα οὐ πρὸς ἐπιθυμίαν, ἀλλ’ οὖν πρὸς φαντασίαν γε τῆς αὐτῆς πράξεως, καὶ ἀπὸ μικρᾶς [90] τινος προφάσεως, πεφυκότες. Πῶς οὖν ν καλῶς εἶχεν, εἰ γυναῖκά τις, ἢν μονολεχῆ ἑαυτῷ δέοι συνοικεῖν, ἐν ἄλλων ὀφθαλμοῖς ἐκίνει ἀπογεγυμνωκὼς, εἴτε ἀνδρῶν, εἴτε γυναικῶν, οὐ τῆς κοίτης κοινωνῶν. ἐφ’ ᾧ πρὸς φαντασίαν κκεῖνοι οὐκέτι εὐαγος καὶ αὐτοῖς μίξεως ἐρεθισθήσεσθαι ἔμελλον, οἱ μὲν, τοῦ τῇ αὐτῇ ἂν καὶ αὐτοὶ συγγίγνεσθαι, αἱ δὲ τοῦ ὑπὸ τοῦ αὐτοῦ ἂν καὶ αὐταὶ φροδισιάζεσθαι, οὐκέτι οὐδετέροις τούτων εὐαγὲς ὂν καὶ τὸ ἔργον. Τῶν δ’ οὐκ εὐαγῶν ἔργων οὐδ’ αἱ φαντασίαι δήπου εὐαγεῖς· πολὺ δ’ ἔτι ἐναγέστερον τῷ ἐρεθίζοντι γίγνοιτ’ ἂν αὐτὸ τὸ πρὸς τῶν φαντασιῶν τὰς τοιαύτας ἐρεθίζειν. Δι ταῦτα οὐκ ἐν τῷ φανερῷ ἀφροδισιάζειν τοὺς ἀνθρώπους νομίζεται. Ἐπεὶ ὅτι οὐκ αἰσχρὸν ἡγούμενοι οἱ ἄνθρωποι οὐκ ἐν τῷ φανερῷ αὐτὸ δρῶσι, δηλοῦσιν, ἐπειδὰν γαμῶσιν, ς ἐπὶ σπουδαίῳ τε καὶ σεμνῷ πράγματι ὡς πλείστους συγκαλοῦντες, καὶ μάρτυρας αὐτοὺς ποιούμενοι τῆς συνόδου, εἰδότας καὶ ἐφ’ ὅτῳ συνίοιεν. Ἅτ’ οὖν σπουδαίαν ταύτην οὖσαν ἀνθρώποις τὴν πρξιν, καὶ ἐν τοῖς μάλιστά που καλῶς πράττεσθαι νθρώποις δεῖ. Οὐ γὰρ ἄλλαι γε αἱ αἴσχισταί εἰσι τῶν πράξεων, ἢ α μὴ καλῶς πραττόμεναι τῶν σπουδαίων. Οὐ γὰρ ἐξίσου γίγνεται, παιδιάν τέ τινα παῖσαι οὺ καλῶς, καὶ σπουδαίαν γε πρᾶξιν οὐ καλῶς μεταχειρίσασθαι. Εἰ δὲ δ καλῶς δεῖ αὐτὴν πράττεσθαι, καὶ εἰκῶ τινα τῆς τῶν θεῶν γενέσεως δεήσει αὐτὴν σώζειν, ᾗπερ ἔφαμεν. [92]

 

———

 

ιεʹ. Περὶ θεῶν γενέσεως διὰ μέσης τῆς περὶ γονέων ἐκγόνοις οὐ μίξεως ὑποθέσεως.

 

Περὶ δὴ θεῶν γενέσεως, καὶ ὡς γεννῶσι θεοὶ, πρότερον διασκεπτέον, ἵνα ἐκείνων εἰδότες τὰς γενέσεις, σκοπῶμεν ἤδη, καὶ ὅπη, εἰ ἐκγόνοις γονεῖς μιγνύοιντο, ταῖς ἐκείνων ν δρῷεν γενέσεσιν ἀπεοικότα. Ζεὺς μὲν οὖν, ὁ ἀνωτάτω βασιλεύς τε καὶ πατὴρ πρεσβύτατος, ος ν αὐτὸς θεῶν γεννῷ, ἀμήτορας γεννῷ ἂν, οὐδενὸς αὐτῷ ὄντος τοῦ ἐν θήλεος λόγῳ συναιτίου, νπερ ἂν αὐτὸς αἴτιος εἴη, ἐσομένου. καὶ, τε μηδενὸς τοιούτου ὄντος, τὰ κγονα ὕλης πάντη τε καὶ πάντως χωριστὰ γεννᾶταί τε καὶ πρόεισι. Τὸ γὰρ θῆλυ εἶναι, τὸ ἐς τὴν ὕλην ἅπασιν, ὧν ἂν παρῇ τῇ γενέσει, συμβαλλόμενον. σθ’ ὧν ἂν θῆλύ τι τῇ γενέσει μ παρῇ, τούτοις οὐδ’ ἂν ὕλης τι εκότως ἐπιγίγνοιτο, οὐδ’ ἄν που ἐνείη τῇ οὐσί. Εἰ γάρ τι καὶ τοῖς ἐξ ἑαυτοῦ Ζεὺς ἄλλῳ ἐς ἄλλου γένεσιν συγχρῷτο, ἀλλ’ ἐν παραδείγματος, οὐκ ἐν θήλεος λόγῳ συγ χρῷτο ἄν. Ἕνα μὲν οὖν θεῶν τὸν κράτιστον, ὂν δὴ Ποσειδῶ καλοῦμεν, ἑαυτῷ ἀμέσῳ παραδείγματι χρώμενος γεννῷ ν· τοὺς δ’ ἄλλους πάντας ἄλλον ἄλλου θεοῦ τῶν ἐξ ἑαυτοῦ γεννῷ ἂν εκῶ, ὡς πάμμεγα τὴν τοιαύτην γένεσιν φαυλοτάτῳ πράγματι εἰκάσαι, τῇ διὰ πλειόνων ἐνόπτρων εἰδωλοποιΐᾳ· καὶ γὰρ κνταῦθα τὸ σῶμα τὸ [94] ὁρώμενον, ν τι μεσον ἑαυτοῦ εἴδωλον συστῆσάν πως, τ ἄλλα ἤδη πάντα ἄλλο ἀπ’ λλου συνίστησιν εἰδώλου. Εἰ δὲ τούτοις ἄλλων τε δεῖ καὶ πλειόνων τῶν ἐνόπτρων πρὸς τὴν τοιαύτην εἰδωλοποιΐαν, τὴν μονάδα ἐννοῶμεν, ὡς τὸν ἀριθμὸν σύμπαντα αὕτη ἄλλον ἐς ἄλλου σύστασιν προσλαμβάνουσα γεννᾷ, συναιτίου ἑτέρου οὐδοτουοῦν προσδεομένη. Ἀλλὰ καὶ αὕτη ἡ γένεσις λλ τε τῇ τῶν θεῶν τῶν ὑπερουρανίων ἐκ Διὸς γενέσει ἀπεοίκοι ἂν, καὶ ἐς ἄπειρον αὕτη πρόεισι τῇ δυνάμει, ἐκείνης καὶ ἔργῳ καὶ δυνάμει ἐς ὡρισμένον τι περαινούσης πλῆθος. Τν μὲν γὰρ μονάδα, προσλαμβάνουσαν ἂν τὸν ἀεὶ γιγνόμενον ἀριθμὸν, ἕτερον γεννᾷν, ὥστ’ εἰκότως καὶ ἐπ’ ἄπειρον ἂν αὐτῇ τὴν τῶν ἀριθμῶν γένεσιν προϊέναι, ἀεὶ τὸν γιγνόμενον ἂν καὶ προσλαμβάνειν δυναμένῃ. Τὸν δὲ Δία τὸ ἤδη γεγονὸς εδος οὐ προσλαμβάνοντα, διαιροῦντα δὲ, καὶ τὰ αὐτῷ συλλήβδην τε καὶ καθ’ ἓν ἐνόντα ἀναπτύσσοντα, καὶ τὸ μὲν ἀφαιροῦντα, τὸ δὲ λείποντα, οὕτω τὴν τῶν ἄλλων αὖ γένεσιν ἀπεργάζεσθαι εἰδῶν. τ’ οὖν κατὰ ἀντιφάσεις διαιροῦντα, καὶ οὔτε μέσον ἂν λείποντα οὐδένων οὐδὲν, οὔτ’ ἐπ’ ἄπειρον ἂν ἐνὸν τὰς τοιαύτας προχωρεῖν διαιρέσεις, παύεσθαί ποτε διαιρέσεως τῆς τοιαύτης, ὡρισμένον τέ τι γεγεννηκότα εἰδῶν πλῆθος, καὶ ἐς ἕν τι αὐτὸ σύστημα πάντων τε καὶ παντοίων εἰδῶν πλῆρες συστησάμενον. Ὡς δ’ οὕτω που ὁ Ζεὺς τὸ τῶν ὑπερουρανίων τούτων θεῶν πλῆθος γεννᾷ, καὶ οὔτε ἄλλῳ [ἐς] τῆν ἄλλου γένεσιν συγχρώμενος, καὶ δὴ δεικτέον, ἐπεὶ ὅλως καὶ νῦν τῆς τούτων τῶν θεῶν ἐκ Διὸς γενέσεως ἐμνήσθημεν. Τριττὸν τὸ τῆς γενητῆς συμπάσης οὐσίας εἶναι εδος, καὶ οὐ πλεοναχῆ τήν γε [96] πρώτην διαιρούμενον. Τὸ μὲν γὰρ αὐτῆς αἰώνιον εἶναι, ἀκίνητόν τε δὴ πάντη τε καὶ πάντως, καὶ οδοτιοῦν ἑαυτοῦ οὔτε παριὸν οὔτ’ αὖ μέλλον χον, ἀλλὰ τὸ σύμπαν ἐνεστηκὸς ἀεί· τὸ δ’ ἔγχρονον μὲν, τε κινούμενον τῷ πλείστῳ ἑαυτοῦ, ἀΐδιον μέντοι, καὶ οὔτ’ ἂν ἠργμένον χρόνῳ, οὔτ’ ν ποτε παυσόμενον τὸ δ’ ἔγχρονόν τε ὁμοῦ καὶ θνητὸν, ἀρχήν τε τῷ χρόνῳ τοῦ βίου καὶ τελευτὴν ἴσχον. Τούτων τῶν οὐσιῶν τριῶν οὐσῶν, τρεῖς που δεῖ καὶ τὰς γενέσεις εἶναι· καὶ μέγα τι διαφερουσῶν ἀλλήλων τῶν οὐσιῶν, μέγα τι ἀλλήλων καὶ τὰς γενέσεις διαφέρειν. Ἀνάλογον γὰρ ἔχειν δεῖν οὐσίας τε γενέσεσι καὶ γενέσεις οὐσίαις. Οὐκοῦν εἴ τι τῶν τῆς αἰωνίου οσίας ἐκ Διὸς προαιωνίου τε ὄντος καὶ μόνου δὴ τῶν πάντων αὐτοῦ δι’ αὑτὸν, κν ἅπασα ατη ἡ οὐσία ἐκ Διὸς εἴη· οὐ γὰρ ἄν που αὐτῆς τοῦ μὲν ἐκ προαιωνίου, τοῦ δ’ οὐκέτι ἐκ προαιωνίου ὄντος, ἔπειτα ἅπασα ἂν αἰώνιος εἴη. Ἀλλ’ ὁ μὲν προαιώνιος Ζες ἅπασαν ἂν γεννῷ αὐτὸς τήν γε αἰώνιον οὐσίαν· τὴν δὲ τῆς ἐγχρόνου μὲν, ἀϊδίου δὲ, γένεσιν τῇ αἰωνίῳ ἂν ταύτῃ οὐσί ἐπιτρέποι· τὴν δ’ αὖ τῆς ἐγχρόνου τε ὁμοῦ καὶ θνητῆς, ταύτῃ αὖ τῇ ἐγχρόνῳ [καὶ] ἀϊδίῳ· ἵνα οὐσία ἑκάστη τν ἑαυτῇ προσήκουσαν ἀπολαμβάνῃ γένεσιν, καὶ ἔνθεν περ ἑκάστη παράγηται, ὅθενπερ καὶ παράγεσθαι αὐτὴν δεῖ, ἀπὸ τῆς ἑαυτῆς προσεχῶς ὑπερκειμένης ἑκάστης. Εἰ μὲν οὖν ἅπαντα τὰ κατὰ ταύτην τὴν οὐσίαν εἴδη καὶ ἀλλήλοις ἴσα ἦν, προῦχον δ’ ἦν ἐν αὐτοῖς οὐδ’ ὁτιοῦν, οὐδὲ λειπόμενον ἄλλο ἄλλου, κν ἐκ Διὸς μόνως ἅπασα αὕτη ἡ οὐσία ἦν. Ἐπε δὲ τὸ μὲν τοιοῦτον οὔτ’ ἔδει οὔτε γέγονεν (ἔδει δὲ πρῶτον μὲν πάντων τε καὶ παντοίων εἰδῶν [98] ταύτην γενέσθαι τὴν οὐσίαν πλήρη, τῆς παμμεροῦς ἕνεκα τελειότητος· ἔπειτα τῶν τε ἐν αὐτῇ ἕκαστον ν τε καὶ μονογενὲς, τό τε αὖ σύστημα τὸ ἐξ ἁπάντων ὅλον τέ τι καὶ ἓν τῇ κοινωνίᾳ, ἵνα δὴ κατά τε μέρη καὶ ὅλον ἅμα αὐτοενί2 ντι τῷ γεννῶντι ὡς οἰκειότατα αὕτη ἡ οὐσία χοι)· ἐπεὶ ταῦτα οὕτως ἔδει, πρῶτον μὲν ν γέ τι ἑαυτοῦ μόνως εἰκῶ πεποιημένος γεννᾷ, καὶ τοῦτο μὲν κράτιστον οὐσίας συμπάσης τῆς γε δὴ γενητῆς ἀποτελεῖ, ἔπειθ’ ἕτερον τούτου αὖ εἰκῶ, καὶ τλλα ἤδη ἄλλο ἄλλου εκῶ, λειπόμενα δὲ ἕκαστα ἑκάστων, ὥσπερ καὶ εἰκόνες εἰσίν. Ὡσπερανεὶ καὶ θνητῶν τις πατὴρ ἕνα μὲν τῶν παίδων ἑαυτῷ ὅτι ὁμοιότατον γεννήσειε, τοὺς δ’ ἄλλους τούτῳ τε ἤδη καὶ ἄλλον ἄλλῳ ἐοικότα. Ἀλλὰ τοῦτο μὲν, ὁπότε γίγνοιτο, παρὰ ῥώμην τε καὶ ἀῤῥωστίαν τὴν προϊεμένου γίγνοιτ’ ν σπέρματος. Τὸ γάρ που σπέρμα ἑκάστοτε τὸ τοιοῦτον, ὡς μὲν μάλιστα ἐῤῥωμένον προεθὲν, δι’ ἱκανήν τινα πέψιν ἐς εν τε ἔκγονον καὶ τῷ πατρὶ ὁμοιότατον ἀποβαίνειν· ττον δ’ ἐῤωμένον, ἤτοι ἐς θῆλύ τε καὶ τῷ πατρὶ ὅμοιον, ἢ ἐς εν μὲν, τ δὲ μητρῖ ὅμοιον, ἢ ἐς τῇ τε μητρὶ ὅμοιον καὶ θῆλυ, ἢ οὔτε τῷ πατρὶ ὅμοιον, οὔτε τῇ μητρὶ, ἄλλῳ δέ τῳ τῶν οἰκείων, κατὰ λόγον τὸν τῆς πέψεως, ἢ οὐδὲ τῶν οἰκείων τῳ, ἀλλ’ ἁπλῶς ἀνθρώπῳ, ἢ οὐδ’ ἀνθρώπῳ ἐς ἅπαν ὅμοιον, ἀλλὰ καὶ ἐς τερόν ποτέ τι ἀποβαίνειν, ἐπειδὰν μηδὲ πάμπαν γε ἄγονον δι’ ἀπεψίαν τὴν ἐσχάτην προΐηται. Οὐ γὰρ ἀπὸ διανοίας τοὺς ἀνθρώπους τοιάδε ἢ τοιάδε γεννᾷν· ἀλλὰ δημιουργεῖν μὲν ἀπὸ διανοίας, [100] γεννᾷν δὲ τῇ φύσει, ἂν τὸ θνητὸν τόδε σῶμα ἑκάστοτε, ἄλλοτε ἄλλως, διατίθηται. Τὸν δὲ Δία τῇ ἄκρᾳ ἁπλότητι οκ ἄλλως μὲν γεννᾷν, δημιουργεῖν δ’ ἂν ἄλλως· οὐδὲ γεννᾷν μὲν τερα, τερα δ’ ἂν δημιουργεῖν· ἀλλὰ τὰ αὐτά καὶ δημιουργεῖν ὁμοῦ καὶ γεννᾷν, σύν τε νοήσει τῇ τοῦ οα ἂν γενέσθαι ἕκαστα δέοι, γεννῶντα, σύν τε α τῷ πεφυκέναι ὡσαύτως παράγειν ἀεὶ τ παραγόμενα, δημιουργοῦντα. Ἄνθρωπον μὲν γὰρ οὐκ ἂν τοὺς παῖδας, οους διανοοῖτο ἑκάστοτε, γεννᾷν· τὴν δ’ οἰκίαν καὶ τλλα σκευαστὰ δημιουργεῖν ἂν, οἷα διανοοῖτο, ὁπότε δὴ καὶ διανοοῖτο. Τὸν δὲ Δία, πεφυκότα ἀεὶ οὕτως, ὥστε βούλεσθαί τε ἅμα καὶ δύνασθαι, τοιαῦτα ἀπεργάζεσθαι ἕκαστα, οἷα ἂν πρὸς τὴν τοῦ ὅλου ἔργου τελειότητα κάλλιστά τε ἕξοντα καὶ ριστα εδοῖ, εἰκότως, καὶ δημιουργεῖν τε ὁμοῦ τὰ αὐτὰ καὶ γεννν. Καὶ ἕν τε δὴ καὶ μονογενὲς ἕκαστον ποιεῖν, ἵνα μηδὲ περίεργον ποιοῖ μηδὲν, καὶ τὸ ἐξ ἁπάντων αὖ ὅλον τέ τι καὶ ἓν, νεχώρει. νεχώρει δ’ οὐκ ἄλλῃ, τῇ κοινωνί· κοινωνία δ’ οὐδεμία ἄλλη ἂν μᾶλλον ἔπρεπεν αὐτοῖς, εἰ ἄλλο λλου εἰκὼν ἐγίγνετο· οὕτω γὰρ ἂν ἅμα τε ἕτερον καστον γίγνοιτο εδος, καὶ κοινωνία τις εἴη εἰκόνι τε καὶ παραδείγματι. Καὶ οὐ μόνον τῶν γενῶν τὰ εἴδη εἰκόνες εεν ἂν, ἀλλὰ κν αὐτῶν τῶν γε ἀπὸ τατοῦ τινος γένους ἀντιδιαιρουμένων ἀλλήλοις εἰδῶν, ἅτε ἐς τελεώτερά τε ττα ἀεὶ καὶ ἀτελέστερα διαιρουμένων, θάτερα τὰ ἀτελέστερα τῶν τελεωτέρων εἰκόνες εεν, τὸ ἔγχρονον εδος τοῦ γε αἰωνίου, τοῦ τε ἀθανάτου τὸ θνητὸν, καὶ [102] λογικοῦ αὖ τὸ ἄλογον, τά τ’ ἄλλα ἅπαντα ταύτῃ· ἅμα δ’ ἐν τῇ κοινωνίᾳ τῇ τοιαύτῃ κν τὰ ὑποδεέστερα εἰκότως παρὰ τῶν προυχόντων ἑαυτῶν τὰ προσόντα σφίσιν ἴσχοι, ὥστε καὶ ἔτι ν μᾶλλον ἀλλήλοις κοινωνεῖν, ἅτε πρὸς τῷ ὑποδεέστερα εναι, καὶ ἅμα οἰκείως ἂν ἔχοντα τοῖς προύχουσιν, ᾗ δὴ δεῖ ἔχειν τὰ ὁτιοῦν παρ’ ἑτέρων ληψόμενα. Ὑποδεέστερά τε γὰρ καὶ ἅμα οὐκ ἀλλότρια εἶναι ἐκείνοις δεῖ, παρ’ ὧν τι λήψεται. Τὸν οὖν Δία οὐσίαν μὲν ἑκάστοις τῶν γε αἰωνίων τούτων αὐτὸν παράγειν, παραδείγμασι μόνον τοῖς ἤδη οἱ προγεγενημέναις ἄλλοις ἐπ’ ἄλλων γένεσιν συγχρώμενον, τῆς τε ἀλλήλων αὐτῶν κοινωνίας ἕνεκα, εἰκόνων τε αἐὶ ἐν παραδείγμασι καὶ παραδειγμάτων ν εἰκόσι κατὰ τὴν ὁμοιότητα ντων, καὶ ἅμα ἑτερότητος, τῷ ἕτερον ἑτέρου αἰεὶ ταύτῃ αἴτιον, που καὶ δεῖ, γίγνεσθαι, [πάντων δὲ] τὸν Δία, καθ’ αὑτὸν μὲν τοῦδ’ ἑνὸς δὴ, σὺν δὲ τῷδε τῷ παραδείγματι ἑτέρου αὖ τοῦδε, καὶ σὺν λλῳ ἄλλου ἀεὶ, ἄχρι τῆς τοῦ παντός τε καὶ ὅλου συστήματος πληρώσεως. Παράγοντα δ’ οὕτω αὐτὸν τὰς οὐσίας ἑκάστοις αὐτῶν (αὐτῷ γὰρ καὶ προσήκειν ν τήν τῶν κρατίστων γένεσιν, οα δὴ ἡ αἰώνιος αὕτη σύμπασα οὐσία ἐστὶ), τὴν τῶν προσόντων α ἑκάστοις ἐπικόσμησιν ἄλλοις ἤδη ἐπιτρέπειν, [τν] προυχόντων ἀεὶ τὰ ὑποδεέστερα κοσμησόντων. Καὶ πέρας δὴ τοῦτο τοῖς θεοῖς τούτοις τὴν κοινωνίαν λαμβάνειν, καθ’ ν ἐς ἔν τι ἅπαντες σύστημα καὶ κόσμον ἕνα τὸν κάλλιστον ἐκ τῶν ἐνόντων συνεστᾶσι. [104] Δῆλαι δ’ εἰσὶ καὶ ψυχαὶ αἵ γε ἡμέτεραι ὑπὸ ψυχῶν τῶν ἑαυτῶν προυχουσῶν θείων κοσμούμεναι, οὐκ ἂν καὶ ὑπὸ τῶν αὐτῶν παραγόμεναι, ἀλλ’ ἐκεῖθεν, ὅθεν περ κκεῖναι, εἴ γε δὴ καὶ τῆς αὐτῆς αὐταῖς οὐσίας ἀϊδίου καὶ αταί εἰσιν. Εἰ δ’ αὗταί γε οὕτω, κν οἱ ἐκεῖ θεοὶ οὕτω μὲν παράγοιντο, οὕτω δ’ ἂν, ὥσπερ που καὶ λέγεται ἡμῖν, κοσμοῖντο, να δὴ καὶ ἀνάλογον τά τε τῇδε τοῖς κεῖ, τά τε ἐκεῖ ἔχοι τοῖς τῇδε. Τῇ μὲν ον τῶν θεῶν τούτων κ Διὸς γενέσει, ἅτε μητόρων γεννωμένων, οὐκ ἂν πάνυ τοι ἥ γε ἀνθρωπίνη ἐοίκοι γένεσις· τῇ δ’ α τῶν ἄλλων πάντων καὶ ἀθανάτων καὶ θνητῶν ἔκ τε τούτων τῶν θεῶν καὶ παίδων τῶν τούτων, μᾶλλον ἂν ἤδη καὶ τὴν ἀνθρωπίνην ἐοικέναι. Τὸν μὲν γὰρ πρεσβύτατον τῶν Διὸς παίδων Ποσειδῶ, εἶδός γε ὄντα, οὐ τάδε δή τι, οὐδὲ τάδε, ἀλλ’ αὐτὸ τὸ σύμπαντα εἴδη καθ’ ν τε καὶ συλλήβδην περιειληφὸς γένος εἰδῶν, καὶ τοῦ τῇδε ἔργῳ εἴδους παντὸς αὐτὸν εναι μετὰ Δία τὸν αἰτιώτατον. Δι’ δὴ καὶ ῥενωπότατον τοῦτον εναι θεῶν· τὴν γὰρ ῤῥενα εναι φύσιν τὴν τοῖς γεννωμένοις τὸ εδος ἐπιφέρουσαν. Τὴν δ’ α τούτου εἰκῶ πρεσβυτοίτην γεγενημένην ἐκ Διὸς Ἥραν περιειληφέναι μὲν καὶ αὐτὴν ὡσαύτως σύμπαντα εἴδη, οὐ μέντοι καὶ τήν γε ἴσην Ποσειδῶνι εἰληχέναι δύναμιν. Τὸν μὲν γὰρ ἔργῳ ν γε ἑαυτῷ ἅπαντα ἔχοντα εἴδη, καὶ τοῦ τῇδε ἔργῳ εἴδους παντὸς αὐτὸν γίγνεσθαι αἴτιον· τὴν δὲ ργῳ α καὶ αὐτὴν ἅπαντα κεκτημένην εἴδη, οὐκέτι καὶ τοῖς τῇδε ἔργῳ οὐδοτουοῦν εἴδους αἰτίαν γίγνεσθαι· ἀλλ’ ὕλης μάλιστα τῆς πρεσβυτάτης, α ἅπαντα εἴδη δυνάμει, οὐκ ἔργῳ, ἐστίν· [106] ἔργῳ γὰρ οὐ μόνον οὐχ ἅπαντα, ἀλλ’ οὐδ’ ὁτιοῦν ἐστιν αὐτῶν. Ταύτ τοι καὶ θήλειαν ταύτην τὴν θεὸν, θηλειῶν τε τὴν πρεσβυτάτην γεγενῆσθαι. Τὴν γὰρ θήλειάν που εναι φύσιν, τὴν τήν τε ὕλην καὶ τροφὴν τῶν γεννωμένων ἑκάστοις παρεχομένην. Καὶ ἔχειν δὲ τὼ θεὼ τούτω πρὸς ἀλλήλω ἀντιστρόφως τρόπον τινὰ, ἢ καὶ σπέρμα τε καὶ αμα τὸ καταμήνιον πρὸς λλήλω. Τοῦ μὲν γὰρ σπέρματός τε καὶ αἵματος τοῦ καταμηνίου, ἀμφοῖν οὐκ ἔργῳ, ἀλλὰ δυνάμει τό γε ἐσόμενον ἐχόντοιν εἶδος, τὸ μὲν σπέρμα ἐνεργείας τε ἐγγυτέρω μᾶλλόν ἐστι, καὶ τὸ εἶδος αὐτὸ μᾶλλον ἐπιφέρει· τὸ δ’ αἷμα τὸ καταμήνιον ποῤῥωτέρω ν ἐνεργείας, ὕλη δὲ μᾶλλον τῷ γεννωμένῳ οἰκειοτάτη τις γίγνεται. Τοῖν δὲ θεοῖν τούτοιν ἔργῳ ἀμφον ἅπαντα καθ’ ἓν κεκτημένοιν εἴδη, Ποσειδῶν μὲν καὶ τῶν τῇδε ἔργῳ εἰδῶν αἴτιός τε καὶ παραγωγός ἐστιν, Ἥρα δὲ, τῆς τῇδε ὕλης. στε εἰ καὶ φαύλη τις εἰκὼν καὶ πόω δὴ τῆς γε θείας καθαριότητος, ἀλλ’ ον τῆς τε πράξεως τούτοιν τοῖν θεοῖν καὶ σχέσεως τῆς πρὸς λ λήλω, οὐ πάνυ τοι ἀλλοτρία. Τὼ ον θεὼ τούτω λλῆλοιν κοινωνοῦντε, τῶν τῇδε τ ἀθάνατα αὐτὼ μάλιστα ἀπογεννᾷν. Καὶ τὼ τούτοιν δὴ κρατίστω παῖδε, λιόν τε δὴ καὶ Σελήνην, ἔχοντε α καὶ τούτω παραπλησίως πρὸς ἀλλήλω, δὴ καὶ τὼ αὐτὼ γεγεννηκότε θεὼ, παραπλησίως αὖ καὶ αὐτὼ τὰ θνητὰ ἀπογεννᾷν, λιον μὲν τὸ ἐν αὐτοῖς εδος ἔκ τε εἰδῶν καὶ θεῶν τῶν Ταρταρίων ἐπιφέροντα, Σελήνην δὲ τῆς ὕλης μάλιστα ἡγουμένην ἑκάστοις. Εναί τε καὶ τούτω τὼ θεὼ, λιον μὲν τῶν γε ἐντὸς οὐρανοῦ ἀῤῥένων τὸν πρεσβύτατον, Σελήνην [108] δὲ τῶν αὐτῶν αὖ πρεσβυτάτην θηλειῶν. Καὶ τὼ τούτοιν δὲ, ἔκ γε θεῶν τῶν αἰωνίων, τῆς τῶν θνητῶν κοινωνὼ γενέσεως, Κρόνον τε καὶ Ἀφροδίτην, παραπλησίως καὶ αὐτὼ, ἐν τῶν γε θεῶν τοῖς Ταρταρίοις, πρὸς ἀλλήλω ἔχοντε, δὴ μάλιστα καὶ Ποσειδῶν ρα τε ἐν θεῶν ἔχετον τοῖς Ὀλυμπίοις, τὰ τῇδε θνητὰ καὶ αὐτὼ παραπλησίως ἀπογεννᾷν, Κρόνον μὲν τὸ εἶδος τὸ τοιοῦτον δήπου ἑκάστοις παρεχόμενον, Ἀφροδίτην δὲ, τὴν ὕλην· οὐ τήν γε πρεσβυτάτην τε καὶ ἀνώλεθρον ἅμα καὶ ατν, ἀλλ’ ὅση τις, σωμάτων τῶν γε πρεσβυτάτων καὶ τῶν ἄλλων στοιχείων γιγνομένων ἀποκρινομένη, ἐπιφερομένη τε, ὡς κκεῖνα, τὰ εἴδη, γε ἐν τοῖς ὅλοις ὑπάρχοντα σώμασιν ἐτύγχανεν, ὅθεν περ καὶ ἀποκέκριται, θνητὰ δ’ ἤδη αὐτὰ ἐπιφερομένη, οκειοτάτη αὐτὕλη σώμασι τοῖς γε θνητοῖς γίγνεται ἑκάστοτε. ς δ’ οὐ μόνοις τοῖς περὶ λιον θεοῖς τῶν θνητῶν αὕτη ἐπιτέτραπται γένεσις, ἀλλὰ καὶ θεῶν τῶν αἰωνίων εἰσὶν ο, οἱ Τιτᾶνές τε καὶ Ταρτάριοι καλούμενοι, ὧν δ Κρόνος ἡγεῖται, τῆς τῶν θνητῶν αἰτίας αὐτοῖς κοινωνοῦσι, καὶ τῇδε ἂν λογιζόμενοι εἰδοῖμεν. Ἴσως γὰρ ν τις οἰηθείη τὸν λιον ἐν νῷ ἔχοντα τῷ ἑαυτοῦ τὰ τῶν θνητῶν ταῦτα εἴδη, διανοητά τε καὶ καθ’ ἑαυτὰ οὐδαμοῦ ὑφεστηκότα, ὃν τρόπον καὶ ἀνθρώπων οἱ δημιουργοῦντες τὰ τῶν σκευαστῶν εἴδη, οὕτω τῶν θνητῶν αὐτὸν καστα παράγειν. Ἀλλ’ ἡμεῖς γε ὁρῶμεν οὐχ ὡσαύτως τά τε σκευαστὰ ταῦτα ὑπὸ τῶν δημιουργούντων ἀποτελούμενα, τά τε φύσει συνιστάμενα ταῦτα τῶν θνητῶν ὑπὸ τοῦ Ἡλίου. Τὰ μὲν γάρ που σκευαστὰ ἅπαντα, ἕως μὲν ν [110] αὐτοῖς παρῶσιν οἱ δημιουργοῦντες καὶ ἐργάζωνται, ὁρῶμεν καὶ αὐτὰ ἐς τὴν τελειότητα προχωροῦντα τὴν ἑαυτῶν, καταλειφθέντα δέ ποτε ἡμιτελῆ ὑπὸ τῶν δημιουργούντων, οκέτι οὐδὲ προχωροῦντα ἐς οὐδέν· ἔτι τε κατὰ λόγον τὸν τῆς μεταχειρίσεως, ἂν αὐτὰ οἱ δημιουργοῦντες ἑκάστοτε· ἐργάζωνται, καὶ αὐτὰ ἅπαντα ἀεὶ τελειούμενα. Τ δὲ φύσει ταῦτα συνιστάμενα, οὐ πρὸς τὸν αὐτὸν ἅπαντα λόγον τῶν τε προσόδων καὶ ἀποχωρήσεων τῶν τοῦ Ἡλίου ὁρῶμεν τελειούμενα, οὐδέ γε ζῶντα. γὰρ ἂν ἅπαντα ἐφήμερα, ἢ γοῦν ἐπέτεια ἦν· ἔτι τε νύκτωρ οὐδὲν ἂν αὐτῶν προυχώρει ἐς τελειότητα. Νῦν δ’ ὁρῶμεν καὶ νύκτωρ συχνὰ ἐπιδήλως τελειούμενα φυτά τε καὶ καρπούς. Τὸν μὲν οὖν λιον, οὐκ ἂν ὡσαύτως τελειοῦν ἕκαστα, προσάγοντά τε καὶ ἀποχωροῦντα. Οὔτε γὰρ ἂν νοῦν τὸν αὐτοῦ, ἄνευ τοῦ ἑαυτῷ συνόντος σώματος, αὐτὰ τελειοῦν. Οὐ γὰρ τούς γε μεθεκτοὺς τούτους νοῦς, ἄνευ τῶν σφίσι συνόντων σωμάτων, οὐδ’ ἂν ὁτιοῦν δρᾷν ἔς γε ἕτερα σώματα· τοῖς τε αὖ σώμασι πᾶσι, τοῖς τι δράσουσι, καὶ θέσεως δεῖν τοιςδε ἢ τοιᾶςδε πρὸς τὰ πεισόμενα. Οὐδ’ αὖ τὰ τελειούμενα ατὰ ἂν ὑφ’ αὐτῶν τελειοῦσθαι· οὐδεμίαν γὰρ ἂν δύναμιν ἐς ἐνέργειαν χωρεῖν, μὴ οὐχ ὑφ’ ἑτέρας ἐνεργείας πρεσβυτέρας προβιβαζομένην· οὐκ ἂν οὖν οὔτε τὸ δυνάμει τέλειον, καὶ ἔργῳ ποτὲ τέλειον γίγνοιτο, μὴ οὐχ’ ὑφ’ ἑτέρου τοῦ ἔργῳ ἤδη τελείου ἐς τὴν τελειότητα προβιβαζόμενον. Ἀλλ’ οὐδ’ ἂν τὴν ὑπὸ Ἡλίου θερμότητα ἐγγεγονυῖαν, τι ἄλλο πάθημα, ἐναπειλημμένον ἂν ἑκάστοις τῶν θνητῶν, τελειοῦν [112] αὐτὰ καὶ τοῦ Ἡλίου ἑκάστοτε ἀποχωροῦντος· πρεσβύτερον γάρ που τό γε τελειοῦν τοῦ τελειουμένου εἶναι δεῖ· εἴδους δὲ καὶ ὅλως οὐσίας οὐδὲν πάθημα πρεσβύτερον, τό γε προσγιγνόμενον, τούτου, ᾧ ἂν ἑκάστοτε προσγίγνηται. Λείπεται δὴ, εἴδη ἄττα καθ’ ἑαυτὰ φεστηκότα, ἐν τῷ ὑπερουρανίῳ ὄντα χώρῳ, ταῦτα μετὰ μὲν ἀλλήλων μόνων οὐκέτι οἷά τε εἶναι παράγειν, ἅττ’ ἂν παράγοι τῇδε, ὥσπερ που τὰ πρεσβύτερα αὐτῶν, ἃ δὴ λιόν τε καὶ Σελήνην, τά τ’ ἄλλα ἀθάνατα τῶν τῇδε παράγει· ἀλλὰ καὶ τῆς Ἡλίου τε καὶ θεῶν τῶν περὶ λιον, ἐπὶ τὸ παράγειν, ἅττ’ ἂν καὶ αὐτ παράγειν δέοι, κοινωνίας δεῖσθαι· ἐπειδὰν μέντοι τι ταύτῃ παραχθῇ, καὶ σύστασίν τινα ἤδη λάβῃ, τότε δὴ καὶ αὐτὰ οἷά τ’ εἶναι ἤδη δι’ αὐτῶν αὐτὸ ἐπί τινα χρόνον τελειοῦν τε καὶ σώζειν· καὶ τὰ μὲν καὶ αὐτῶν τελεώτερα, καὶ μᾶλλον ἂν ατὸ δύνασθαι· τὰ δ’ ἀτελέστερα, ττον. Διά τοι ταῦτα, οὐ πρὸς τὸν αὐτὸν ἅπαντα λόγον τῶν τε προσόδων καὶ ἀποχωρήσεων τῶν τοῦ Ἡλίου τελειοῦσθαι τὰ θνητὰ, οὐδέ γε σώζεσθαι. Συμβαίνειν τε αὐτοῖς παραπλήσιόν τι τρόπον τινὰ, οἷον καὶ τοῖς ἀφιεμένοις· καὶ γὰρ καὶ ταῦτα φεθείη μὲν ἂν οὐδαμῶς, μηδενὸς ἀφιέντος· ἐπειδὰν μέντοι τις ἀφῇ ὁτιοῦν αὐτῶν, παραλαμβανοντα ἤδη τὸν ἀέρα αὐτὸ πί τινα χρόνον φέρειν τῇ ἀντιπεριστάσει, οὐ τοῦ γε ἀφεικότος προσαπτομένου ἔτι, οὐδὲ κινοῦντος. Τὰ μὲν οὖν ὑπ’ ἀνθρώπων σκευαστὰ, σώζεσθαι μὲν, ἐφ’ ὅσον ἂν αὐτὰ ἡ φύσις σώζῃ, διὰ τὸ ἐκ φυσικῶν τινων σωμάτων ἕκαστα αὐτῶν συντίθεσθαι· τελειοῦσθαι δὲ πρὸς λόγον ἀεὶ τὸν τῆς μεταχειρίσεως, ἂν αὐτὰ οἱ δημιουργοῦντες [114] ἑκάστοτε ἐργάζωνται· εἰ μὴ ὅ, τι περ ἂν αὐτῶν, συμπέψεώς τινος δεόμενον, τῇ φύσει αὖ καὶ ταύτῃ ἐπιτρέποιτο. Τὰ δὲ πολλὰ ἐκείνως εἰκότως τελειοῦσθαι· οὐ γὰρ εἶναι ατοῖς τὰ παραληψόμενά τε καὶ δι’ αὑτῶν τελειώσοντα, ἅτε τῶν δημιουργούντων σὺν τῶν χειρῶν τῇ ἀποστάσει καὶ τὰ ἐν ταῖς διανοίαις εἴδη, οἷς τέως παραδείγμασι χρώμενοι εἰργάζοντο, ἀπαγόντων τῶν δημιουργουμένων. Οὐ γὰρ αὐτὸ καθ’ αὐτὸ εἶδος χωρὶς ἕκαστον αὐτῶν ὑφεστηκέναι, ἀλλ’ ἐν θεῷ τῷ Πλούτωνι, ς εἴδους σύμπαντος τοῦ ἀνθρωπείου προέστηκε, σύμπαντα ἔχων ἐν ἑαυτῷ καθ’ ν τι, τά γε ἀνθρώπεια πράγματα, ἐνόντα, καὶ ταῦτα ὡσαύτως καὶ καθ’ ν τι τοὺς δημιουργοῦντας χωρὶς ἤδη ἕκαστον, καὶ ἄλλον ἄλλο, ταῖς διανοίαις ὑποδέχεσθαι. σπερ που καὶ ἀριθμὸν τὸν μαθηματικὸν καὶ μεγέθη τὰ μαθηματικὰ καθ’ ἕν τι τῇ θεῷ ρ ἑκάτερον αὐτοῖν προσόντε, καὶ ἀπειρίας πάσης προέστηκε τῆς κατ’ αὐτὰ, διὰ τὸ καὶ ὕλης τὴν αὐτὴν προεστάναι, τὴν ψυχὴν ἤδη αὐτὰ ἐκτάδην ὑποδέχεσθαι, σκιὰς μέν που τῶν θείων καὶ εἴδωλα ἄττα ὄντα, πρὸς δ’ κριβ κκείνων ἀνθρώποις ἐπιστήμην ναγωγότατα. Τὰ μὲν οὖν σκευαστὰ νθρώποις εἰκότως ταύτῃ τελειοῦσθαι. Τὰ δὲ φύσει συνιστάμενα, τε πρὸς παραδείγματα καθ’ ἑαυτὰ ὑφεστηκότα συνιστάμενα, εἰκότως αὖ οὐδὲ πρὸς τὸν αὐτὸν ἅπαντα λόγον τῶν τε προσόδων καὶ ἀποχωρήσεων τῶν τοῦ Ἡλίου τελειοῦται, ὄντων αὐτοῖς καὶ τῶν παραδειγμάτων τούτων, τῶν μὲν τελεωτέρων, τῶν δὲ ἀτελεστέρων τινῶν, καὶ τῶν μὲν μᾶλλον ἂν δυναμένων καὶ δι’ αὐτῶν τελειοῦν τὰ ἀπὸ σφῶν, τῶν δ’ ἧττον τὸ τοιοῦτο δυναμένων. Καὶ εὐλογώτατα [116] δὴ αἵ γε οὐσίαι αἱ τῶν ὄντων τς σφῶν ἑκάστῃ προσηκούσας γενέσεις διειλήχασιν· ἡ μὲν πρεσβυτάτη, αἰώνιος, τὴν ἐξ αὐτοῦ Διὸς μόνου· ἡ δὲ μετ’ αὐτὴν καὶ δευτέρα, ἡ ἔγχρονος μὲν, ἀΐδιος δὲ, τὴν ἐκ τῶν τούτου παίδων μόνων, πλειόνων μὲν ὄντων, πάντων δ’ ἀδελφῶν ἀλληλοις, ἅτε δὴ ἐξ αὐτοῦ ὄντων τοῦ Διός· ν δὴ γένεσιν καὶ Ποσειδῶνι ἐπιγράφομεν, ὥσπερ ἄρα ἀρχιτέκτονι τήν τῆς οἰκίας δημιουργίαν, καὶ νίκην τὴν τῆς στρατιᾶς στρατηγῷ. Οὐσία δὲ ἐσχάτη, ἡ ἔγχρονός τε ὁμοῦ καὶ θνητὴ, οὐκέτι οὐδὲ τὴν ἐκ πάντων ἀδελφῶν ἀλλήλοις θεῶν εἴληχε γένεσιν, εἴ γε δὴ τῶν ταύτην παραγόντων τν οὐσίαν θεῶν, οἱ μὲν αὐτοῦ Διὸς εἰσὶν, οἱ δὲ Ποσειδῶνος παῖδες· Κρόνῳ δὲ δὴ καὶ Ἡλίῳ καὶ ταύτην ἐπιγράφομεν, τοῖς τῶν ταύτης παραγωγῶν θεῶν τῆς οὐσίας ἡγεμόσι. Καὶ περὶ μὲν θεῶν γενέσεως, δὴ θεοὶ γεννῶσιν, ἱκανὰ ἤδη καὶ ταῦτα. Ἐπὶ δὲ τὴν προκειμένην αὖ ὑπόθεσιν ἐπανιτέα.

        Πεφασμένων γὰρ θεῶν, τῶν μὲν ἀῤῥένων, τῶν δὲ θηλειῶν, καὶ τῶν μὲν τὸ εἶδος τοῖς ἐξ ἑαυτῶν ἂν ἐπιφερόντων ἀῤῥένων, τῶν δὲ τὴν λην αὖ παρεχομένων θηλειῶν, ἔτι οὐδ’ ἐκεῖνο ἄδηλον, ὡς καὶ πάντες θεοὶ, οἱ μὲν τῇ ῤῥενι, οἱ δὲ τῇ θηλείᾳ προσήκοιεν ἂν φύσει. Τοὺς μὲν γὰρ γονίμους αὐτῶν ἀνάγκη ἤτοι τοῦ εἴδους, ἢ τῆς ὕλης μᾶλλον καὶ τῶν ὕλῃ προσηκόντων, αἰτίους, οἷςπερ ἂν γεννῶσιν, εἶναι. Τοὺς δὲ μὴ γονίμους, οἷοι τῶν ἐντὸς οὐρανοῦ τοῦδε οἱ πολλοί εἰσιν, ἔργον γοῦν τι ἀνάγκη αὐτοὺς ἔχειν, καὶ μὴ ἀργούς τινας τηνάλλως μένειν· οὐδὲ γὰρ ζῇν ἐστιν ἐν τῷ πάμπαν ἀργεῖν. χοντάς δέ τι ἔργον ἑκάστους θεῶν, [118] ἀνάγκη αὖ, ἤτοι ἀῤῥενοπρεπὲς αὐτὸ, ἢ θηλυπρεπές τι ἔχειν. Καὶ γὰρ ἤτοι δραστικὸν, ἢ παθητικόν τι αὐτὸ ἕξουσι· τούτοιν δ’ ἤδη δῆλον, ὡς τὸ μὲν ἀῤῥενοπρεπὲς, τὸ δὲ θηλυπρεπές. Καὶ γὰρ τὸ εἶδος, οὗ τῇ αἰτίᾳ τὸ ῤῥεν μάλιστα οὐσιοῦται, δραστικόν· ἡ δ’ ὕλη, ς αὖ τῇ αἰτίᾳ τὸ θῆλυ, παθητικώτατον. στ’ οὐ μόνον τῶν θεῶν τοὺς μὲν τῇ ῤῥενι μᾶλλον, τοὺς δὲ τῇ θηλείᾳ προσήκειν ἂν φύσει, ἀλλὰ καὶ τῶν ὄντων πάντων, ἐν οἷς μὲν ἂν τό τε εἶδος καὶ τὸ δρᾷν ἐπικρατῇ, τῇ ῥενι ἂν μᾶλλον προσήκειν αὐτὰ φύσει· ἐν οἷς δ’ ἂν ἥ τε ὕλη καὶ τὸ πάσχειν, τῇ θηλείᾳ· σοῤῥόπως δ’ ἐπαμφοτερίζον τῶν γε ὄντων ὁτιοῦν, τῶν χαλεπωτάτων ἂν εἶναι εὑρεῖν. Ἐχόντων δὲ ταύτῃ τῶν ὄντων, καὶ ἄλλων τε ἄλλοις πεφυκότων κοινωνεῖν καὶ ἄλλως ἄλλων, ἐνίας μὲν αὐτοῖς κοινωνίας εἰκῶ τινα μόνον τῆς ἅῤῥενός τε καὶ θήλεος λόγῳ κοινωνίας ἴσχειν· τὴν δὲ καὶ ἐφ’ ἑτέρων γενέσει ἐνύλων κοινωνίαν, αὐτὴν εἶναι τὴν ῤῥενός τε καὶ θήλεος λόγῳ κυριωτάτην κοινωνίαν. Ταύτην δὴ τὴν κοινωνίαν οὐδένα ἂν θεῶν τοῖς ἐξ αὐτοῦ κοινωνεῖν. Οτε γὰρ τὸν Δία τῇ ρ ἐν θήλεος λόγῳ κοινωνεῖν, ν γε οὐδ’ ἄλλῳ οὐδενὶ τῶν πάντων, ἀλλ’ ἐν παραδείγματος, ἐν ὧν θεῶν γενέσει καὶ ταύτης παραδείγματος δέοι τῆς θεοῦ· οὔτε Ποσειδῶ Σελήνη, οὔθ’ λιον ρᾳ ……………

 

———

 

[120]

λαʹ. Περὶ δικῶν.

 

Οὐκ δίᾳ χρώμενα διανοίᾳ, ὑπὸ δὲ ψυχῆς τῆς τοῦδε ἡγουμένης τοῦ οὐρανοῦ ἀγόμενα τῆς τοῦ Ἡλίου, ἔτι δὲ Κρόνου τε καὶ νῶν τῶν ἄλλων προεστηκότων χωριστῶν, οἳ παρὰ τοῦ Ἡλίου παραλαμβάνοντες ἕκαστα, τῆς τε γενέσεως καὶ τοῦ βίου κατάρχοντας αὐτοῖς, ἄγουσι καὶ αὐτοὶ ἤδη κατὰ τὰ ἐν μέν σφισι καθ’ ἓν ἐνόντα, ἐν δ’ αὐτοῖς τοῖς ἀγομένοις διακριδὸν προσγίγνεσθαι πεφυκότα. τ’ οὖν ὑπὸ τοιούτων τὰ θηρία νῶν ἀγόμενα θειοτέρων, τά τ’ ἄλλα οὐ περιέργως ποιεῖ (οὔτε γὰρ ἂν ὑπὸ ἰδίας ἐπί τι περίεργον διανοίας ἀχθείη· οὐ γάρ ἐστιν αὐτοῖς· οὔτ’ ἂν ὑπὸ τῶν ἔξωθεν ἀγόντων θειοτέρων τούτων νῶν· οὐδὲ γὰρ θέμις·) καὶ δὴ καὶ τὴν τοιαύτην πρᾶξιν πολὺ ὀρθότερον κατά γε τοῦτο τῶν ἀνθρώπων πράττει. νθρωποι μὲν γὰρ ὑπὸ τοῦ καὶ ἰδίᾳ διανοίᾳ τε καὶ δόξῃ χρῆσθαι, μαρτητῇ μέντοι αὐτῇ, συχνὰ ἔν τε ἄλλοις καὶ δὴ καὶ ἐν τῇ τοιαύτῃ πράξει ἁμαρτάνουσιν, οὐ παρ φύσιν μὲν, περιεργότερον δὲ μόνον αὐτῇ χρώμενοι, ἄλλ’ ἤδη καὶ παρὰ φύσιν, ὃ καὶ κομιδῆ ἤδη αἴσχιον ἐκείνου γίγνεται. Τῶν δὲ θηρίων οὐδὲν τὸ τοιοῦτον ἁμαρτάνει. Τὰ γάρ τοι ἑτέροις μιγνύμενα εἴδεσιν αὐτῶν, πεφυκέναι καὶ ταῦτα πρός τι τοιοῦτον νομιστέον, ὥστ’ ἂν καὶ [122] ἑτέροις τῶν οὐ τῶν αὐτῶν μὲν τοῖς εἴδεσιν, ὁμοειδῶν δὲ καὶ ἐγγὺς λλήλων μίγνυσθαι. Εἰ οὖν ἀσθενεστέρα τις ἀνθρώποις αὕτη ἡ ἐπιθυμία ἦν, ἄλλως ἂν περὶ τοῦ τοιούτου νομοθετεῖν ἔδει. Νῦν δ’ οἱ θεοὶ εἰδότες που, διὰ τὸ μαρτητῇ τῇ δόξῃ τοὺς ἀνθρώπους χρῆσθαι, περί τε συχνὰ ἄλλα τοῦ δέοντος ἐκπεσουμένους, καὶ δὴ καὶ τῷ ἀφροδισιάζειν αὐτῷ οὐ μόνον περιεργότερον χρησομένους, ἀλλὰ καὶ τοναντίον αὖ ἐνίους καὶ πάμπαν αὐτοῦ ἀφεξομένους, τοὺς μὲν οὐδ’ εὐαγὲς ὅλως αὐτὸ νομίσαντας, τοὺς δ’ εὐαγὲς μὲν, κάλλιον δὲ ὅμως τὸ ἀπέχεσθαι· τοὺς δὲ καὶ τὰς παιδοτροφίας τε καὶ γυναικοτροφίας ὑπὸ τρόπου δυσκολίας ὀκνήσοντας· δυσχερανοῦντας δὲ καὶ τὰς τῶν παίδων μάλιστα ἀποβολὰς ἐνίους οὕτως, ὡς μλλον ἂν αἱρήσεσθαι μηδὲ ποιεῖσθαι παῖδας ἢ ποιουμένους ἀποβάλλειν, δέον τὸ μὲν περὶ τοῦ τῶν παίδων βίου αὐτοῖς θεοῖς ἐπιτρέπειν, αὐτοὺς δὲ τοῦ ἑαυτοῖς καθήκοντος ἔργου καὶ λειτουργίας τῆς ἔς τε γένος τὸ κοινὸν καὶ τὸ πᾶν τόδε μὴ ἀφίστασθαι· καὶ ταῦτ’ οὖν οἱ θεοὶ εἰδότες ἀνθρώποις διὰ τὸ ἁμαρτητὸν τῆς δόξης συμβησόμενα, οἷα καὶ νῦν συμβαίνει ἐνίοις, ἵνα μὴ, συχνῶν τοῦ ἀφροδισιάζειν ἀπεχομένων, ἐκ Διὸς ὑπὲρ τῆς θνητῶν καὶ ἀθανάτων ἐν τῷ ἀνθρώπου εἴδει κοινωνίας πρόνοια διακωλύηται, ἰσχυροτάτην δὴ ταύτην τὴν ἐπιθυμίαν ἐνέθεσαν ἀνθρώποις, οὐκ ἂν ῥδίως κρατηθησομένην, εἰ μὴ οἷσπερ ἂν ἰσχυροτάτη αὖ ἥ γε ταύτην τὴν ἐπιθυμίαν ἐπέχουσα παρίσταιτο δόξα. Τὴν δὲ το ἀφροδισίων πάμπαν [124] ἀφεκτέον εἶναι δόξαν, οὐκ ἂν πάνυ πολλοῖς ἰσχυροτάτην ᾔδεσαν προσπεσουμένην, ἀλλὰ τοὺς πολλοὺς τῶν ἐς ταύτην ἂν ἐμπεσουμένων τὴν δόξαν, ἀσθενεστέρως ἂν ἐς αὐτὴν ἐμπεσουμένους ἐγίνωσκον, ὡς ὑπὸ ἐπιθυμίας ἰσχυροτάτης ἐνοχλούσης οὐ χαλεπῶς ἂν ἀσθενῶς ἀντιβαίνουσαν δόξαν κρατηθησομένην. Τοῖς δὲ θεοῖς μᾶλλον τοῦ μὴ ἀφροδισίων τοὺς ἀνθρώπους πάμπαν τῷ αὐτῷ……… εἴγε καὶ πολίτην πρὸς τοῖς ἄλλοις τὸν ἄνθρωπον, καὶ οὐ μονωτήν τινα εἶναι δεῖ. Διὰ ταῦθ’ ἡμεῖς θανάτῳ τοὺς πολλοὺς τῶν ἐν τοῖς τοιούτοις μιαινομένων εὐθύνομεν, αὐτούς τε ἀθλιότητος ἀπαλλάττοντες, καὶ τὰς πόλεις αἴσχους. Τοὺς μὲν ον παρὰ φύσιν μιαινομένους ἂν, εἴ ποτέ τινες ταύτῃ μιαινόμενοι ἁλίσκοιντο, ἀῤῥενομιξίᾳ δὴ, ἢ θηριομιξίᾳ, ἢ τινι καὶ ἄλλῃ τοιαύτῃ τῶν τῶν ἀνθρώπων τοῖς μοχθηροτάτοις ἐξευρημένων ῥητῇ τε καὶ ἀῤῥήτῳ μυσαρίᾳ, πυρὶ καθαίρειν, τόν τε δρῶντα ὁμοῦ καῖ πάσχοντα ζῶντε καίοντας· κν θηρίον ὠχευκώς τις ἁλῷ, καὶ τοῦτο αὐτῷ συγκαίοντας ὡσαύτως. Μοιχούς γε μὴν αὐτοὺς μὲν ὡσαύτως καίειν, καὶ προαγωγοὺς πρὸς αὐτοῖς, ν τε ἄνδρες, ἄν τε γυναῖκες αἱτινεςοῦν ὦσι. Γυναῖκας δὲ δὴ τάς γε μοιχευτρίας τῇ τῶν πορνῶν προεστηκυίᾳ περικείραντας παραδιδόναι, τὸν λοιπὸν πορνευσούσας βίον, να ἀνθ’ ὧν ἑαυτὰς μονολεχεῖς οἷς καθωμολόγηντο οὐκ ἐφύλαξαν, τοῖς ἄλλοις, ὅσον τὸ ἐπ’ αὐταῖς, μονολεχεῖς τὰς καθωμολογημένας σώζωσι, τῇ τῶν πρὸς ταύτην ν μαλακῶς ἐχόντων τὴν ἐπιθυμίαν οὐκ ἐναγεῖ τινι θεραπεί. [126] Καίειν δ’ ὡσαύτως, κν τις γυναῖκα ἡντινοῦν βιάσηται, πλὴν πόρνης, κν ἑταιροῦσα, μηδέπω πεπορνευκυῖα, ἐλεγχθῇ. Καὶ πόρνην δὲ βιασάμενόν ποτε καίειν, ἤν γε αἱμοῤῥοίας τῆς γυναιξὶν εἰωθυίας οὐ καθαρεύουσαν βιάσηται. Τούτους μὲν οὖν πάντας, τε καὶ ἐναγεστάτους, ἐν ἰδίοις τισὶν ἀπάγοντας πολυανδρίοις καίειν, ο τοῖς κοινοῖς. Τριττὰ γὰρ οὖν καὶ εἶναι ἑκασταχοῦ τὰ πολυάνδρια, ὅροις εὐδήλοις δή τισιν ἀλλήλων διακρινόμενα, ἓν μὲν ἱερεῦσιν, ἕτερον δὲ τῷ ἄλλῳ δήμῳ, ἄλλο δὲ τὸ τοῖς ἐναγέσι τούτοις, οὗ καὶ σοφιστῶν, ν τις παρὰ τς ἡμετέρας ταύτας δόξας σοφιζόμενος ἁλῷ, ζῶν καὶ οὗτος κεκαύσεται. Καὶ ἢν θυγατρί τις ἢ μητρὶ ἁλῷ μιχθεὶς τινι τῶν νω τε καὶ κάτω τούτων. ν δὲ τῶν τινι ἄλλων οἰκείων, ἀποῤῥήτων μέντοι καὶ αὐτῶν, προσμιχθείς τις ἁλῷ, ἀτιμίᾳ τε ζημιοῦσθαι, ἕωσπερ ἂν ἱκανῶς καθαρθῇ, καὶ πρὸς τῇ ἀτιμίᾳ καὶ ἱερῶν συμπάντων εἴργεσθαι. Ἐν τούτῳ τῶν ἐναγῶν τῷ πολυανδρίῳ καὶ ἀνδροφόνον καίειν, ὅς ποτε ἂν τῶν τινα ἐναγεστέρων φόνων ὑπὸ τῶν ἀρχόντων τετολμηκέναι κριθῇ. ν δὲ παρθένῳ τις, ἢ καί τινι κεκινημένῃ, ἀνδρὶ μὲν οὐ καθωμολογημένῃ, ὑπὸ δὲ κυρίῳ τῳ τέως τρεφομένῃ, ἑκούσῃ μιχθεὶς οὕτως ἁλῷ, ὥστ’ ν καὶ θάνατον αὐτῷ εἶναι τὴν ζημίαν, ἐν τῷ κοινῷ πολυανδρίῳ καιόμενον θάπτεσθαι, οὗ δὴ καὶ τοὺς ἧττον ἐναγεῖς τολμντας τῶν φόνων. Βιαίους δὲ δὴ καὶ μοιχοὺς οὐ μόνον διαπεπραγμένους ζημιοῦν, ἀλλὰ κν τις [128] βιαζόμενος μὲν, οὺ τυχὼν δὲ, ἁλίσκηται, ἢ πειρῶν μὲν, οὐ διαπεπραγμένος δὲ, καὶ τοῦτον οὐδὲν ττον τῇ αὐτῇ ζημίᾳ ζημιοῦν. Τῇ γὰρ γνώμῃ καὶ οὗτος βίαιος ἢ μοιχὸς οὐδν ττον τοῦ διαπεπραγμένου. Ἀξιοῦμεν δ’ ἡμεῖς, ἢν γυναικός τις ἑτέρῳ ὁτῳοῦν καθωμολογημένης ἔρωτι ἑαυτοῦ ἁλισκομένου αἰσθάνηται, παρ’ ἐξηγητήν τε εὐθὺς ἰόντα καὶ τὸ πάθος ἐξαγορεύοντα, καθαρμόν τε αὐτοῦ τοῦ πάθους αἰτεῖν, καὶ τοῦ μὴ ἐς μεῖζον ἐμπεσεῖσθαι κακὸν ἀσφάλειαν, κρατήσαντος ἂν τοῦ πάθους· τῆς ψυχῆς, καὶ ἐπὶ ἱερὰ βαδίζοντα  . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . . και θανάτ ἤδη ζημιοῦν. Τῶν δ’ αδικημάτων ἀμφισβητουμένων, ταῖς πλείοσιν ἂν τῶν ψήφων τὸν φεύγοντα ἁλίσκεσθαι. Ἀπολύεσθαι δὲ μὴ ἀδικεῖν, οὐ μόνον ἀπ’ ἐλαττόνων τῶν καταψηφιζομένων, ἀλλὰ κν ποτέ πω ἴσαι γένωνται. τι μέντοι κκεῖνο τῷ περὶ δικῶν λόγῳ προσκείσθω, ὡς ἐὰν δικήματός τις τοιούτου παρὰ τῷ συνεδρίῳ κρινόμενος, οἵῳ ν θάνατον τὴν ζημίαν ἐπικεῖσθαι, καλὰ ττα ἑαυτῷ ἔργα προπεπραγμένα ἐπιδείξ, μεγέθει ἢ πλήθει ὑπερβάλλειν τὸ ἀδίκημα δοκοῦντα, τοῦτον, ὡς οὐκέτ’ ἂν δυσόρθωτον, οὐδὲ τὴν φύσιν κακὸν, δυστυχίᾳ δὲ δὴ τῶν ἄλλων κεχρημένον τινὶ καὶ παιδείας ἐνδείᾳ, μὴ δὴ θανάτῳ ἔτι, ἀλλὰ δεσμοῖς τισιν εὐθύνειν χρονίοις. Ἀλλὰ περὶ μὲν τῶν τοιούτων λις. Εἰ γάρ τι ἡμῖν καὶ παραλέλειπται, ἀλλ’ οὖν τά γε ἐν ὅλη [130] ἤδη τῇ βίβλῳ εἰρημένα ἱκανὰ, θεῶν ἂν συλλαμβανόντων, τοιαύτην τοῖς ἡμετέροις ἄρχουσιν ἐμποιῆσαι ἕξιν, οἵαν, καὶ περὶ ὧν οὐχ ἡμῖν διασεσάφηται, αὐτοὺς καλῶς τε καὶ εὖ διαγινώσκειν.

 

———

 

λβʹ. Περὶ τῶν τῶν θεῶν ὀνομάτων.

 

Λοιπὰ δὲ δὴ ἡμῖν τὰ περὶ τῶν τῶν θεῶν ἄγιστειῶν, ἃ καὶ αὐτὰ ἔτι πεξεργαστέα ἐστίν. Οὐ γὰρ ν σμικρόν τι διαφέροι, ὀρθῶς ἢ μὴ γιστεύειν τοῖς θεοῖς, εἰ αἱ μὲν συνῳδοὶ ταῖς περὶ θεῶν δόξαις ἀγιστεαι κν ἐκείνας κρατύνοιεν, αἱ δὲ μὴ, κκείνας καὶ ὑποσείοιεν. Ὡς δὲ ἐκ τῶν περὶ θεῶν δοξῶν ἅπαντα ἤρτηται τά γε, ἡμέτερα, ὥστε που καὶ εὖ ἢ κακῶς πράττεσθαι, οὔτοι δὴ ἀμφίλογον νοῦ σονοῦν μετέχουσιν ἀνθρώποις· ὥστε καὶ ταῦθ’ ἡμῖν ἐπεξεργαστέα ἔτι. Καὶ πρῶτόν γε αὐτῶν περὶ τῶν τῶν θεῶν ῥητέα τε ὀνομάτων, καὶ ἐπιδεικτέα, ὡς οὐ μεμπτῶς ἡμεῖς τοῖς πατρίοις θεῶν ὀνόμασιν ἐπὶ τῶν διὰ φιλοσοφίας ναγνωριζομένων κεχρήμεθα θεῶν. Οὔτε γάρ που λόγοις ἀεὶ ἐχρῆν ἀντ’ ὀνομάτων σημαίνειν τοὺς θεούς· οὐ γὰρ καὶ τοῖς πολλοῖς ῥᾴδιον τὸ τοιοῦτο· οὔτ’ αὐτοὺς καινὰ ὀνόματα θεμένους, ἢ βάρβαρα ἐπαγαγομένους, ἐνὸν πατρίοις χρήσασθαι. Ἀλλὰ φαίη ἄν τις, ὡς κατακέχρανται ταῦτα τὰ ὀνόματα ὑπὸ τῶν τοὺς μύθους τῶν ἐκ φιλοσοφίας περὶ θεῶν λόγων ἀπῳδοὺς πλασαμένων ποιητῶν, καὶ οκέτι δὴ ἐχρῆν αὐτοῖς κεχρῆσθαι. Ἀλλὰ μὴ οὐ [132] τοιαύτη ἡ τῶν ὀνομάτων φύσις , οἵα δὴ, ἢν καὶ ἅπαν ὁτιοῦν ὄνομα χρανθῇ, καὶ κεχραμμὲνον αὐτ μένειν ἐς ἀεὶ, ἀλλ’ οα μᾶλλον, ἢν μὲν ἐπὶ φαύλης τέ τις καὶ ἐναγοῦς δόξης ὀνόματι ὁτῳοῦν χρήσηται, κεχράνθαι δὴ αὐτῷ καὶ τονομα· ἢν δ’ ἕτερος τῷ αὐτῷ ἐφ’ ὑγιοῦς τε καὶ εὐαγοῦς χρήσηται δόξης, ἄχραντον τούτῳ ἤδη καὶ τονομα γίγνεσθαι. Οὕτω μὲν γὰρ ἄχραντον ὄνομα, ὡς μηδέποτε ὑπὸ μηδενὸς κεχράνθαι, οὐκ ἂν ῥᾳδίως τις εὕροι. Ἐπεὶ καὶ ατὸ τὸ Θεοῦ ὄνομα φαίη τις ἂν κεχράνθαι, ὅτε καὶ ἀνθρώπων γε ἐνίοις πολλῶν γῶν μεστοῖς ἐπιπε……

 

———

 

λδʹ. Ἐς θεοὺς προσρήσεις.

 

[fol. 101] Τρὶς ἡμέρας ἑκάστης προσαγορεύειν θεούς· πρῶτον μὲν ἕωθεν ἄρτι ἀναστάντας, ἤ που καὶ ὄρθρον ἔτι τοὺς ὀρθρευομένους· ἔπειτα δὲ δείλης μετά τε δὴ τὰ καθήκοντα τῶν ἔργων καὶ πρὸ δείπνου· εἶθ’ ἑσπέρας ἐς εὐνὴν ἤδη ἰόντας· ἔτι δ’ ἐν μὲν ταῖς ἱερομηνίαις μακροτέραις, βραχυτέραις δ’ ἐν τῶν ἡμερῶν ταῖς βεβήλοις χρωμένους ταῖς προσρήσεσι· καὶ ἔστων δὴ αἱ προσρήσεις αἵδε· [132 cont.]

 

ωθινὴ ἐς θεοὺς πρόσρησις.

 

Ζεῦ βασιλεῦ, αὐτον, αὐτοὲν, αὐτοαγαθὲ, σὺ μέγας, μέγας τῷ ὄντι καὶ ὑπέρμεγας· ὃς γέγονας μὲν ἐξ οὐδενὸς, οὐδέ σου οὐδὲν οὐδαμῆ οὔτε αἴτιον οὔθ’ ὅλως πρεσβύτερον οὔτ’ ἔστιν οὔτε γέγονεν· ἀλλ’ αὐτὸς διὰ σαυτὸν προαιώνιός τε, καὶ μόνος δὴ τῶν πάντων πάντη τε καὶ πάντως ἀγένητος ε· τῶν δ’ ἄλλων ἁπάντων, ὁπόσοις τι τοῦ εναι μέτεστιν, αὐτὸς πρεσβύτατός τε αἴτιος καὶ ρχηγέτης· δι’ ὅν τε καὶ ἐξ οὗ ἅπαντα ἔστι τε, καὶ γίγνεται, καὶ συνέστηκε, καὶ εὖ τε καὶ βέλτιστα ἐκ τῶν ἐνόντων ἔχει, ὁπόσα αἰώνιά τε καὶ ὑπερουράνια, ὅσα τε ἐντὸς οὐρανοῦ τοῦδε καὶ ἔγχρονα, ὅσα τε ἀθάνατα, ὅσα τε αὖ θνητὰ καὶ μοῖραν ἐσχάτην τῶν ντων εἰληχότα· τὰ [134] μὲν αὐτοῦ σοῦ δημιουργοῦντός τε καὶ τγαθὰ αὐτοῖς παρέχοντος, τὰ δὲ τούτων τῶν γε ἐκ σοῦ ἤδη γεγονότων ἄλλα δι’ ἄλλων παράγοντος, προνοοῦντός τε, ὅπως ὡς βέλτιστα μὲν καὶ αὐτὰ καθ’ αὑτὰ ἕκαστα ἐκ τῶν ἐνόντων σχοίη, τοῦ δὲ παντὸς τῇ καταστάσει, οὗ σοι μάλιστα καὶ ὁ πλεῖστος λόγος, πόλυ πρότερον λυσιτελέστατα. Μεθ’ ὃν δὴ μέγας αὖ καὶ σὺ, ὦ ναξ Πόσειδον, μεγίστου τε καὶ πρεσβυτάτου πατρὸς μέγιστε, ἐς ὅσον γε ἐνῆν, καὶ πρεσβύτατε παῖ, ἀμτορ δὴ, αὐτὸ τῶν τοῦ πατρὸς ἔργων τὸ κράτιστόν τε ἐς δύναμιν καὶ τελεώτατον, τῶν τε λλων πάντων μετὰ τὸν πατέρα ἡγεμὼν, οὐρανοῦ δὲ τοῦδε πάτερ τε καὶ δημιουργὲ δεύτερε. Μετὰ δὲ τοῦτον καὶ σὺν τούτῳ, καὶ σὺ, ὦ ρα βασίλεια, θύγατερ μὲν Διὸς πρεσβυτάτη γε, Ποσειδῶνος δὲ τούτου δάμαρ, καὶ τῶν τε ἐντὸς οὐρανοῦ τοῦδε θεῶν μῆτερ, τῆς τε καθ’ ὕφεσιν πάσης καὶ ἐς πλῆθος τῶν ὄντων προόδου ἡγεμών. Ὑμεῖς τε ἑξῆς, ὦ λοιποὶ πάντες θεοὶ Ὀλύμπιοι, Διὸς μὲν τοῦ μεγάλου ἀμήτορες πάντες γνήσιοί τε ἔκγονοι, τῶν δ’6 ἐντὸς οὐρανοῦ τοῦδε ἀθανάτων τῷ ὑμετέρῳ ἡγεμόνι τε καὶ ἀδελφῷ πρεσβυτάτῳ Ποσειδῶνι ἄλλος ἅλλου συνδημιουργοί. Ἐν οἷς δὴ καὶ σὺ, ὦ Πλούτων ἄναξ, τοῦ ἡμετέρου προστάτα ἀθανάτου, τέταξαι. Μακάριός γε μὴν καὶ σὺ, ὦ ναξ Κρόνε, τῶν Διὸς νόθων ἐκγόνων, ἀμητόρων καὶ ὑμῶν, δὴ καὶ σύμπαντες πόσοι ἐξ αὐτοῦ Διὸς, πρεσβύτατε, τῆς τε θνητῆς φύσεως συμπάσης προστάτα. Καὶ μετὰ τοῦτον σύν τε τούτῳ, καὶ ὑμεῖς, ὦ λοιποὶ Τιτᾶνες πάντες Ταρτάριοι, τῆς αὐτῆς θνητῆς φύσεως ἄλλος ἄλλου μέρους τῷ ὑμετέρῳ δὴ τούτῳ ἡγεμόνι τε καὶ [136] ἀδελφῷ πρεσβυτάτῳ Κρόνῳ, ἐν αῳνίῳ τέως,τῇ ὑμετέρᾳ οὐσίᾳ, συνδημιουργοί. Καὶ μὲν δὴ μακάριος καὶ σὺ, ὦ ναξ Ἥλιε, τῶν Ποσειδῶνος τε καὶ ρας ἤδη ἐκγόνων γνησίων πρεσβύτατε καὶ κράτιστε· ᾧ Ποσειδῶν γε οὗτος, νοῦν μὲν νεώτερον ἑαυτοῦ ἀδελφὸν πρὸς τοῦ πατρὸς Διὸς παρειληφὼς, αὐτός γε μὴν ψυχὴν δι’ ατοῦ τε καὶ τοῦ ἑαυτοῦ ἀδελφοῦ τούτου νοῦ ἀπειργασμένος, σῶμα δὲ δι’ Ἥρας μᾶλλόν τοι, ἅτε δὴ τῆς γε ὕλης παραγωγο θεοῦ, τῶν ἄλλων σωμάτων τε καὶ ψυχῶν ἑαυτο τε ἔργων τὼ καλλίστω τε καὶ ἀρίστω ἀποτετελεσμένω, καὶ ἔπειτα ἐς τατὸν αὐτῷ τῷ νῷ τούτῳ συνθεὶς, καὶ ὑπεζευχὼς σῶμα μὲν ψυχῇ, ψυχὴν δὲ νῷ, κοινόν τινα ὅρον τε καὶ σύνδεσμον ταῖν μοίραιν ἀμφοῖν, τῆς θ’ ὑπερουρανίου, καὶ τῆς ἐντὸς οὐρανοῦ τοῦδε συνεστήσατο, ἡγεμόνα τε παντὸς οὐρανοῦ τούτου ἀπέφηνε, καὶ τῆς θνητῆς ἐν αὐτῷ φύσεως συμπάσης, μετά γε Κρόνου, δημιουργόν. Μετὰ δὲ τοῦτον καὶ σὺν [138] τούτῳ καὶ ὑμεῖς, ὦ λοιποὶ πλάνητες ἀστέρες, τῷ ὑμετέρῳ ἡγεμόνι τε καὶ ἀδελφῷ πρεσβυτάτῳ τούτῳ τήν τε γένεσιν ὁμοίαν καὶ σύστασιν εἰληχότες, καὶ τῶν περὶ τὴν θνητὴν αὐτῷ φύσιν πράξεων κοινωνοὶ καθεστηκότες, τοῦ τε δαιμόνων τῶν χθονίων φύλου, κατὰ μέρη ὑμῖν νενεμημένου, ὕπαρχοι, καὶ πρός γε ἔτι ψυχῶν τῶν μετέρων. Πρὸς δὲ τούτοις, καὶ ὑμεῖς, ὦ ἀνωτάτω ἄστρα, ἐπί τε θεωρίαν τῶν ὄντων σὺν ἐπιστήμῃ περὶ ἅπαντα ἀκριβεῖ, καὶ τόν γε ἐς Δία μάλιστα τὸν μέγαν ἀφειμένα ὕμνον. Μεθ’ μακάριοι καὶ ἡμεῖς, ὦ χθόνιοι δαίμονες, ἡ ἐσχάτη μὲν θεῶν μοῖρα, καὶ θεοῖς τοῖς ἄλλοις ὑπηρετικὴ, τῇ τε ζωῇ τῇ ἡμετέρᾳ ἤδη καὶ φύσει προσεχὴς, ἀναμάρτητος γε μὴν καὶ αὐτὴ ἔτι, καὶ κακῶν τις ἀπαθής. σύμπαν μακαρίων θεῶν γένος, τήνδε ἡμῶν πρόσρησιν ἑωθινὴν ἵλεῴ τε καὶ εὐμενεῖς πρόσεσθε. Ὦ τὰ ἡμέτερα ἐκ Διὸς ἐπιτροπεύοντές τε καὶ ἐπισκοποῦντες θεοὶ, οἳ δεόντως τά τε ἄλλα περὶ ἡμᾶς μεμηχάνησθε, καὶ ἐγρηγόρσει τε καὶ ὕπνῳ τόνδε ἡμῶν τὸν βίον μεμερίκατε, ταύτης πρὸς τὴν τοῦ θνητοῦ ἡμῶν τοῦδε σώματος ἐς τὸν ἀπονενεμημένον αὐτῷ χρόνον σωτηρίαν δεόμενον τῆς καταστάσεως· δοίητε δὴ καὶ νῦν ἐξεγρομένοις τε καὶ ἐκ τῆς κοίτης ἤδη ἀναστᾶσι, καλῶς τε καὶ εὖ, καὶ ἂν καὶ ὑμῖν φίλον ὡς μάλιστα εἴη, τήνδε τε τὴν ἡμέραν, καὶ δὴ καὶ μῆνα καὶ ἐνιαυτὸν οὗ ἐπιβεβήκαμεν, καὶ τοῦ βίου τὸ λοιπὸν διελθεῖν. Ὑμῖν γάρ τοι τῶν γε ὑμετέρων αὐτῶν, φθόνος οὐδεὶς, μὴ οὐ καὶ οἷς τε ἂν καὶ καθ’ ὅσον ἐγχωρεῖ, κοινωνεῖν. Καὶ δὴ διδοῖτε καὶ ἡμῖν, [140] ος οὐκ ἀκήρατον μὲν, ἀθάνατον δ’ ὅμως εἰληχότας φύσιν, καὶ τῷ θνητῷ τέως τῷδε ἐνδεδήκατε, τῆς τοῦ παντὸς πληρώσεως νεκα καὶ ἅμα εὐαρμοστίας, να ᾖ τι καὶ τοῖνδε α τοῖν μοίραιν ἀμφοῖν μεθόριόν τε καὶ σύνδεσμος, τῆς θ’ ὑμετέρας τῆς ἀθανάτου τε ταύτης καὶ πάμπαν ἀκηράτου, καὶ αὖ τῆς ἐπικῆρου τε τῆσδε καὶ θνητῆς, μὴ οὐ πάνυ τοι ὑπό τοῦ θνητοῦ τούτου κρατεῖσθαι· ἀλλὰ τὸ κατὰ φύσιν ἡμῶν ἡγεμονικὸν καὶ ἄμεινον, ὑμῖν τε συγγενὲς, ὅπως αὐτὸ μὲν πάντη ὑμῖν, ἂν καὶ οἷόν τ’ εἴη, ἕποιτο, τοῦ δὲ παρ’ ἡμῖν αὐτοῖν χείρονος ἐγκρατές τε εἴη καὶ ἄρχον, ὅτι μάλιστα ἀνέχοιτε· καὶ ταῖς τε πράξεσιν ἡμῶν καὶ ἔργοις, οἷς ἂν ἀεὶ ἐγχειρῶμεν, ὅπως κατὰ λόγον τε καὶ νόμον τὸν ὑμέτερον ἐγχειροῖμεν, συλλαμβάνοιτε· ὡς μὴ ὑπὸ τοῦ θνητοῦ ἡμῶν καὶ ἀλόγου κρατηθέντες, ἕς τε τῆς ἡμετέρας αὐτῶν φύσεως τὸ πλημμελὲς ὑπενεχθέντες, ὑμῶν ὡς ποῤῥωτάτω ἀποσταῖμεν, ἀλλ’ ἡμῶν αὐτῶν τῆς οὐσίας τὸ κυριώτατον, ἀθάνατόν τε ὂν καὶ ὑμῖν συγγενὲς, θεραπεύοντες, καὶ τοῦτο ὡς βέλτιστόν τε καὶ ὑμῖν τοῖς πάντα τε ἀγαθοῖς καὶ μακαρίοις ἑπόμενον παρασκευάζοντες, κοινωνοῦντες ἐς ὅσον δυνατὸν ὑμῖν, ὑμῖν τε ὡς οἰκειότατα ἔχοιμεν, τοῦ τῇ συγγενείᾳ ὡς μάλιστα καθήκοντος παρά γε δὴ ἑκάστας τῶν πράξεων τῇ ἀποδόσει, καὶ τήν τε θνητὴν τήνδε οὕτω ὡς μάλιστα φύσιν κοσμομεν, αὐτοί τε, ἔς γε δύναμιν, τῇ ὑμετέρᾳ δὴ ταύτῃ κοινωνίᾳ ὡς μακαριώτατα πράττοιμεν. Διδοῖτε δὴ, ὦ θεοὶ, καὶ νῦν καὶ ἀεὶ, πρῶτον μὲν ἃ χρὴ περὶ ὑμῶν φρονεῖν, ὃ δὴ ἡμῖν ἀγαθῶν ἁπάντων ἡγοῖτ’ ν· φρονήσεως, μὲν γὰρ συμπάσης οποτ’ [142] ν τι προσγένοιτο οὐδ’ ἡμῖν κάλλιον ἄλλο χρῆμα οὐδὲ θειότερον, ἢ τῶν ἡμετέρων τοῦ θειοτάτου ἡ θειοτάτη πρᾶξίς ἐστιν’ αὐτῆς δέ γ’ αὖ ταύτης, οὐκ ἂν ἄλλη τις καλλίων γένοιτο οὐδὲ μακαριωτέρα τῆς περὶ ὑμῶν τε καὶ Διὸς τοῦ μεγάλου. Ἐπεί τοι οὔτε τὴν περὶ ὑμῶν γνῶσιν ἄνευ τῆς περὶ Διὸς εἴη ἂν ὀρθῶς λαβεῖν, οὔτε τὴν περ Διὸς αὖ, τῆς περὶ ὑμῶν χωρίς. Οὐ γὰρ ἔστιν ἀγαθὸν ἄκρως ἐκεῖνον ἐννοῆσαι, μὴ οὐ καὶ ὑμῶν αὺτὸν δημιουργὸν, ὡς ἀρίστων τινῶν καὶ μακαριωτᾶτων αὐτῷ γεγονότων, διανοηθεῖσιν· ὁ γὰρ πάντων οὗτος βασιλεὺς, ἅτε ἄκρως αὐτὸς ὢν ἀγαθὸς, καὶ ἑτέρων, ὡς ἐκ τῶν δυνατῶν, βελτίστων τε καὶ ὁμοιοτάτων ἑαυτῷ αἴτιός τε καὶ παραγωγὸς γεγονέναι ἐβουλῆθη τε, καὶ γέγονε δὴ ὑμῶν τῶν γε δευτέρων θεῶν· ὧν αὖ τοῖς κρατιστεύουσι καὶ τρίτων ἔτι ἑτέρων θεῶν δύναμιν παραγωγῆς παρέσχεν, ἵν’ ἑαυτῷ ἔτι δὴ καὶ μᾶλλον ταύτῃ ὁμοίους, ἐς ὅσον γε ἐνῆν, ἀπειργασμένος . Καὶ οὕτω δὴ ἐς τριττὴν ἡ θεότης πεπλεονακυῖα μοῖραν, μιᾶς τῆς μεγίστης τε καὶ πρεσβυτάτης, τῇς τοῦ Διὸς, τὼ λοιπὼ ἑτέρω ἀφ’ ἑαυτῆς τὴν μὲν ἀμέσως, τὴν δὲ δι’ αὐτῆς αὖ ταύτης προβεβληκυίας, ἅπαντα ἀγαθῶν πλέα ἀπέφηνεν. Ἀλλ’ ὁ βασιλεὺς οὗτος Ζεὺς καὶ τὸ σύμπαν ἔτι ὡς ριστον τόδε ἀπεργαζόμενος, παντελές τε αὐτὸ καὶ ἓνμα ἐποίει. Ἐξ οὖν ϊδίων τε καὶ θνητῶν ἅμα αὐτὸ συντιθεὶς, ὧν τὴν γένεσιν ἑκάστων ἄλλην γε ἄλλοις ἐπέτρεψεν ὑμῶν, καὶ σύνδεσμόν τινα ἔτι ἐν αὐτῷ ἀμφοῖν τούτοιν τοῖν μοίραιν, τὸ ἡμέτερόν τε καὶ ἀνθρώπινον γένος μηχανᾶται. δὴ ὑμεῖς Διὸς γνώμῃ τοῖς οὖσιν ἐμποιοῦντες, καὶ ἀθάνατόν [144] τέ τι καὶ ὑμῖν συγγενὲς εἶδος, τήνδε ἡμετέραν ψυχὴν, θνητῇ συντιθέντες φύσει, πρῶτα μὲν ἐν τῷ ἀθανάτῳ τούτῳ ἡμῶν τὸ εὔδαιμον ἡμῖν ὡρίσατε· ἔπειτα ἐν τῷ καλῷ τε καὶ τῇ τοῦ καλοῦ μεθέξει, αὐτοῦ ἡμῖν τυγχάνειν παρέσχετε, τοῦτο δ’ ἐν τῇ ὑμετέρᾳ μιμήσει, ἅτε καὶ ἐν ὑμῖν προτέροις τε ὂν καὶ πρώτως τὸ καλόν. Ἀλλὰ δὴ ἡ τῶν ντων θεωρία, καὶ τῶν ν ὑμῖν καλῶν εἴη ν τὸ κυριώτατον· ὥστε καὶ ἡμῖν τοῦτ’ ν τῶν ἔργων τὸ κάλλιστον εἴη, καὶ ἅμα εὐδαιμονίας τὸ κυριώτατον. Καὶ μάλιστα ἐπειδὰν αὐτὸ περὶ τὰ κάλλιστά τε καὶ ἄριστα τῶν ὄντων πράττωμεν, ὑμᾶς τε δὴ καὶ τὸν ὑμέτερόν τε καὶ τῶν πάντων ἀρχηγέτην Δία, ἔπειτα καὶ περὶ τὸ σύμπαν τε τόδε, καὶ ἔτι τὴν ἡμετέραν αὐτῶν ἐν τούτῳ γνῶσιν. Πρὸς οὖν τούτων τε ἕκαστα καὶ τῶν ἄλλων ἡμῖν ἁπάντων καλῶν, ὑμεῖς, ὦ θεοὶ, συλλαμβάνετε, ὧν χωρὶς, οὐδενὸς ἔστι τῶν ἀγαθῶν τυχεῖν. Καὶ πρῶτον μὲν τῶν καλῶν, ταῦτά τε ἡμῖν καὶ τὰ τοιαῦτα τῶν δογμάτων ἐμπεδοῦτε. Ἔπειτα, ἅτε καὶ δεδιδαγμένους ὑφ’ ὑμῶν, οἷοί τέ τινες γεγόναμεν, ἥν τε τοῦ παντὸς χώραν ερήχαμεν, καὶ ἐλευθέρους ὅτι μάλιστα διασώζετε, μὴ συνατυχοῦντας, μῆδε συνταπεινουμένους τῷ ἡμῶν αὐτῷ χείρονι, μήδ’ ὑπὸ τῶν οὐ κατὰ γνώμην ἂν ἡμετέραν προσπιπτόντων αὐτῷ ταραττομένους· ἅτε ἅμα μὲν οὐδὲν πρὸς ἡμᾶς τῶν πρὸς τὸ θνητὸν ἡμῶν τούτων ὄντων· ἡμῶν γὰρ τῆς οὐσίας τὸ κυριώτατον, τὸ θάνατόν στιν, ἐν ᾧ ὑμεῖς ἡμῖν καὶ τὸ εὔδαιμον ὡρίσατε· ἅμα δ’ οὐδ’ ἀεὶ, οὐδ’, ὡς ν αὐτοὶ ἐθέλοιμεν, ἐξ ἅπαντος τῶν τοιούτων [146] διδομένων ἡμῖν. Οὐ γὰρ ν τι ημῖν καὶ θνητὸν συνῆν, μὴ οὒ καὶ τοιούτων αὐτῷ παθημάτων συμπιπτόντων· οὐδ’ ἂν ἔκ τε ἀθανάτου καὶ θνητῆς μοίρας συνετεθείμεθα, οἵουςπερ ὑμεῖς ἐν τῷ παντὶ τῷδε γεγονέναι βεβούλησθε· καὶ δέον, ἐφ’ ὅσον τε καὶ ὡς ἂν τὰ τοιαῦτα ἑκάστοτε ὑφ’ ὑμῶν διδῶται, οὕτω που καὶ χρῆσθαι ἡμᾶς αὐτοῖς, σὺν τῇ ἡμετέρᾳ αὐτῶν εὐσταθείᾳ τε καὶ ἐλευθερία, ν ὑμεῖς ἡμῖν σὺν τῷ βελτίονι λόγῳ παρέχετε, ᾧ πρὸς τῶν δεινῶν τὰ τοιαῦτα, τούς γε δὴ εὐμοιρίας ἡμῶν τυγχάνοντας ἑκάστοτε, ἀμυντηρίῳ ὁπλίζετε. Ἀβέλτεροί τε γὰρ ἂν εἴημεν τούς γε καθάπαξ κρείττους βιάζεσθαι πειρώμενοι, καὶ ἄδικοι ἅμα, τῶν οὐ παρὰ τῶν κυρίων διδομένων ἀντιποιούμενοι, ἀντὶ τοῦ χάριν ἐπὶ τοῖς ἤδη ἡμῖν διδομένοις, οὐ μεμπτοῖς οὖσιν, εἰδέναι. Μὴ οὖν τῶν τινος τοιούτων ἕνεκα ὑμᾶς ποτε μεμψαίμεθα, ἑτέρως αὐτῶν, ἢ ὡς ἂν ὑφ’ ὑμῶν διδῶται, ἐφιέμενοι· τῷ δ’ ἀφ’ ὑμῶν πεπρωμένῳ πράως παντὶ εἴκοντες, τε καὶ βέλτιστα ἡμῖν ἐκ τῶν ἐνόντων ὑμᾶς χρωμένους εἰδότες, καὶ ταύτῃ ὑμῖν πρὸς τοῖς ἄλλοις κοινωνοῖμεν τῆς γνώμης, ὑμῖν τῷ τατὰ, βούλεσθαι κοινωνοῦντες. Μὴ ἀνθρώπῳ χαλεπήναιμεν, τῷ μὲν ἑαυτῷ δοκοῦντι ἕπεσθαι πεφυκότι, ἡμῶν δ’ οὐχ ἁπτομένῳ, ἢν αὐτοὶ ἅμα μὲν ἡμῖν αὐτοῖς προσέχειν, ἅμα δὲ τοῖς οἰκειοτάτοις ἡμῶν ατῶν ἀγαθοῖς ἀγαπᾷν εἰδῶμεν. Μὴ τῶν τινος καλῶν καὶ ὑμῖν φίλων πράξεως καθηκούσης ἀποσταμεν, δέει ν κωλυθέντες πόνων, ἢ τῶν τινος ἡμῖν μὴ ἐς ἅπαν οἰκείων [148] ἀποβολῆς, ἢ τῆς παρὰ τῶν γε οὐκ ἐμφρόνων ἂν ἀνθρώπων ἀδοξίας. Τὸ φρονοῦν τε ἡμῶν καὶ θειότατον τῶν ἡμετέρων ἔγκρατές τε εναι ἡμῶν τοῦ παντὸς καὶ ἄρχον, ν δέοι μάλιστα, ἐπιῤῥωννύοιτε, αὐτὸ τλλα ἡμῶν τάττον τε καὶ διακοσμοῦν κατὰ φύσιν, ἄμεινον χείρω, ὅρους τε ἑκάστοις ἐπιτιθέν. Ἡδονῶν τε οὖν τῶν διὰ τοῦδε τοῦ σώματος, ἐκείνῳ ἐμμένοιμεν μετριώτατα, ἄχρις οὗ ἂν ἐθέλοιεν πρὸς τὴν τῆς ψυχῆς ἢ καὶ σώματος ἀμείνω ἕξιν μὴ βλαβεραὶ εἶναι, εἰ μὴ καὶ συλλαμβάνειν τι ἡμῖν, καθ’ ὅσον που οἷαί τ’ ἂν εεν, πρὸς τὸ βέλτιστον· μηδέ τις ἡμῶν ἐπίβουλός τε καὶ ἄτοπος κρατήσειεν ἡδονὴ, κακίω δή τι τὴν ψυχὴν, που καὶ τὸ σῶμα, ἀπεργαζομένη. Χρημάτων τε τῶν ταύτας δυναμένων μέτρον τὰς τοῦ βίου χρείας εὐλόγους εἰδομεν, καὶ μὴ ἐς ἀπέραντον ν γε ἡμῖν αὐτοῖς τὴν τούτου ἐπιθυμίαν λάθοιμεν αὔξοντες, κακὸν δή τι ἀνήνυτον. Δόξῃ γε μὴν τῇ παρὰ τῶν καλῶν κγαθῶν μόνῃ προσέχωμεν, συμμάρτυράς τε ἕξοντες καὶ βεβαιωτὰς τῶν καλῶν, εἴ ποθ’ ὑμεῖς καλόν τέ τι ἡμῖν καὶ σπουδαῖον διδοῖτε διαπράξασθαι, τῆς δὲ παρὰ τῶν οὐκέθ’ ὁμοίων τούτοις, οὐδὲ τὰς περί τε καλῶν καὶ ἀγαθῶν δόξας πάνυ τοι ἀκριβούντων, χρι τοῦ, εὐδοκιμοῦντες ἂν καὶ παρὰ τοῖς τοιούτοις, πρός γε ἀρετῆς μηδέν τι βλάπτεσθαι, ὅπη δὴ καὶ ταύτης δέοι, φροντίζοιμεν· κενὴ δέ τις ἡμῶν καὶ πρὸς ἀρετὴν βλαβερὰ δόξα μήποτε κρατήσειε. Τὰς ἐν ἡμῖν αὐτοῖς σχέσεις, αἷς τοῖς ἑκάστοτε κοινωνοῖς προσηρμόκατέ τε καὶ συνδεδῆκατε, [150] φυλάττειν ἀκεραίους διδοῖτε, τῇ τῶν πρὸς ἑκάστους ἡμῖν καθηκόντων ἀποδόσει, καὶ ἰδίᾳ τε οἷς ν ἑκάστοτε κοινωνοῖμεν, ἀπὸ γονέων μάλιστα ἀρχόμενοι, οὓς δὴ ἡμῖν ὑμῶν αὐτῶν εἰκοῦς τῇ ἡμῶν τοῦ θνητοῦ αἰτίᾳ προββλησθε. Χρηστοὶ εἴημεν, ἀγαθοῦ ἀεί τινος τῇ ἑκάστου κοινωνίᾳ μάλιστα πρέποντος, κακοῦ δ’ οὐδενὸς οὐδενὶ ἑκόντες εναι γιγνόμενοι αἴτιοι, οὐδ’ ὀλέθρου τινὸς ἴσχοντες χώραν δεινοῦ τε καὶ δυσσυμβόλου ζώου. Τό τε κοινὸν τῆς πόλεώς τε καὶ γένους, ἐς τελοῦμεν, συμφέρον πρὸ τοῦ ἰδίου ἀεὶ τιθείμεθα, ὑμῖν ἑπόμενοι, οἳ ἐκ Διὸς τοῦ μεγάλου αὐτοαγαθοῦ τε ἁμα καὶ αὐτοενὸς ὄντος προεληλυθότες, τό τε πᾶν τόδε ἅμα μὲν καὶ καθ’ ἕκαστον, ὅτι κάλλιστόν τε ἐκ τῶν ἐνόντων καὶ ριστον ἅμα δὲ καὶ κοινῇ, ν τε ἐκ πολλῶν, καὶ αὐτὸ πρὸς ατὸ ἡρμοσμένον, παράγοντός τε καὶ ἄπεργαζομένου, ὅπως ἂν καὶ ταύτῃ ἔτι κάλλιόν τε εἴη καὶ μεινον, καὶ αὐτοὶ πᾶσι μὲν ἀεὶ ἀγαθῶν στε αἴτιοι, καὶ ἀλλήλοις, καὶ τοῖς λοιποῖς δὴ τῶν ὄντων, ὧν προέστατέ τε καὶ ἡγεῖσθε, ἔτι δὲ μέρεσί τε καὶ τοῖς ὅλοις· τὸ δὲ τῶν ὅλων ἀεὶ κοινν ἀγαθὸν τοῦ ἑκάστῳ ἰδίου τε καὶ [οἰκείου] μέρους ἁπανταχῆ προτετιμήκατε. Καὶ μὲν δὴ καὶ ἁγιστείας τὰς πρὸς ὑμᾶς, ὡς χρή τε καὶ οὕτω μάλιστα τελοῖμεν, ὡς ὑμᾶς μὲν οὐδέν τι τούτων τῶν παρ’ ἡμῶν δεομένους εἰδότες· ἡμῶν δ’ αὐτῶν τὸ φανταστικόν τε καὶ τῷ θειοτάτῳ ἡμῶν προσεχέστατον πλάττοντές τε καὶ τυποῦντες, καὶ μα μὲν καὶ ατῷ τοῦ θείου τέ τι καὶ καλοῦ ἀπολαύειν διδόντες, [152] ἅμα δ’ ἡμῶν τῷ θειοτάτῳ εὐήνιόν τε παρασκευάζοντες καὶ εὐπειθές· τό τε εὐσεβὲς καὶ ὅσιον ἐν τῷ μήτε παντάπασιν ἂν ἐκλιπεῖν τῶν ἀγιστειῶν τῶν πρὸς ὑμᾶς τιθέμενοι, μήτε αὖ τὸ μέτριόν τε, καὶ ὁπόσον γ’ ἂν ἡμῶν τὸ φανταστικὸν ἱκανὸν πλάττειν, ὑπερβἀλλοντες. Ἐν ἅπασι τελείους καὶ καθ’ ὅσον οἷόν τε ἀναμαρτήτους ἐφ’ ἑκάστοις, οἷςπερ ἂν πράττοιμεν, διασῴζοιτε, τούτοις καὶ τοῖς τοιούτοις νόμοις τε ἑκάστοτε πρὸς τὸν βίον χρωμένους καὶ κανόσιν· ἂν δέ τι καὶ ἁμαρτηθῇ, ὡς ταχεῖαν τε καὶ ἅμα ἱκανὴν τὴν ἐπανόρθωσιν ἐπάγοιτε, τὸν ἀμείνω εὐθὺς λόγον καὶ τῶν τε ἀγαθῶν καὶ κακῶν ἀκριβῆ τινα γνώμονα, ἐπὶ τοῖς ἡμῖν ἂν ἡμαρτημένοις παριστάντες, ὃς ἁμάρτημά τε δὴ καὶ ψυχῆς κακίαν πάντων κράτιστος ἐγγενόμενος ἰάσασθαι. Οὕτω γὰρ ἂν καὶ ἡμεῖς ὑμῖν, κατὰ γοῦν δύναμιν τὴν ἡμετέραν, οἰκειούμενοι, ὡς μεγίστων ἂν καὶ αὐτοὶ ἀγαθῶν τῶν παρ’ ὑμῖν, οἷς φθόνου οὐ μέτεστιν οὐδ’ σονον, ἐφ’ ὅσον περ ἂν καὶ ἐξείη, ἀπολαύοιμεν· ἐν μὲν ταῖς ἄλλαις [τῶν] πράξεων ὑμῖν, ἂν καὶ οἷοί τ’ εἴημεν, ἑπόμενοι, τῷ τε τατῷ ἑκάστης πράξεως κοινωνοῦντες ὑμῖν· ἐν δὲ τοῖς ἐς ὑμᾶς ὕμνοις καὶ τὰς ὑμετέρας εὐαγεστάτας εἰκοῦς ἐν τῷ ἡμῶν αὐτῶν κυριωτάτῳ λαμβάνοντες· σὺν δὲ ὑμῖν τε καὶ ἐφ’ ὑμῖν, Δία τὸν μέγαν ὑμνοῦντες, ἐν οὗ τῇ θεωρίᾳ πάντες οἱ ταύτης καὶ ἐφοσονοῦν τῆς πράξεως κοινωνοὶ τὴν κρατίστην τε καὶ μακαριωτάτην ἴσχομεν διάθεσιν. Ἀλλ’ ὦ θεῶν μέγιστέ τε καὶ ἐξαίρετε Ζεῦ, ὦ αὐτοπάτορ πάτερ, ὦ πρεσβύτατε τῶνδε τῶν πάντων δημιουργὲ, ὦ αὐτοκράτορ τε τῷ ντι καὶ αὐτοτελὲς βασιλεῦ, παρ’ οὗ βασιλεία [154] τε πᾶσα καὶ ἀρχὴ ἄλλη ἐπ’ ἄλλοις τῶν ὄντων καθέστηκέ τε καὶ εὐθύνεται καὶ ὀρθοῦται, ὑπὸ σοί τε καὶ τῷ σῷ κράτει, ὦ κυριώτατέ τε καὶ ἐς τὰ μάλιστα μειλίχιε δέσποτα, ᾧ τὰ πάντα ἐν δίκῃ τε ὅτι μάλιστα, καὶ ἐπ’ ἀγαθῷ ἅμα τῷ σφετέρῳ δουλεύει, πρὸς μὲν σοῦ γεγονότα τε καὶ ντα, γεγονότα δὲ σοὶ, οὐδὲν μὲν αὐτῶν δεομένῳ, ἀλλ’ ἅτε δὴ ἄκρως αὐτῷ ἀγαθῷ ὄντι, καὶ ἀγαθὰ ἅπαντα κατὰ δύναμιν ἀποτελέσαι βουληθέντι. Σὺ γὰρ δὴ ἀγαθῶν ἁπάντων τὸ πρεσβύτατόν τε ὁμοῦ καὶ ἔσχατον, ὡς οὐχ τερόν τι ἔπειτα ἀγαθὸν, ἀλλ’ αὐτὸ ὃ ε, ἀγαθὸν ε. Σὺ τῶν μακαρίων ἑκάστοις τῆς γιγνομένης μακαριότητος ἀφειδὴς χορηγός. Σὺ εὐεργέτης μεγάλων τε καὶ τῷ ὅλῳ ἐς ὅσον οἷόν τε συμφορωτάτων ἀγαθῶν. Σοῦ τοῦ κλέους τὰ πάντα πλέα, ὃν τὰ θεῶν σύμπαντα γένη ὑμνεῖ τε, καὶ τοῦτο ἑαυτῶν τῆς πράξεως τὸ κράτιστόν τε καὶ μακαριώτατον ἄγει· ὃν Ποσειδῶν ὁ σὸς πρεσβύτατός τε καὶ κράτιστος παῖς, αὐτός τε ὑμνεῖ, καὶ τοῖς ἄλλοις πᾶσιν, ὥσπερ καὶ τῶν ἄλλων συμπάντων καλῶν, καὶ αὐτοῦ τούτου πρώτου ἡγεῖται· ν ἡ τούτῳ τε σύνοικος ρα καὶ τῶν γε ἐντὸς οὐρανοῦ τοῦδε θεῶν ἀμήτωρ μήτηρ, σύμπας τε ὁ τῶν λοιπῶν Ὀλυμπίων θεῶν ἀριθμός· ὃν Κρόνος τε καὶ Τιτᾶνες οἱ θνητῶν προστάται· ὃν λιος ὁ τοῦδε ἡγεμὼν τοῦ οὐρανοῦ, ο τε ἄλλοι αὐτοῦ ἀδελφοί τε καὶ ὕπαρχοι πλανῆτες· ν τῶν ἀνωτάτω ἄστρων χορὸς· ὃν τὸ χθόνιον σύμπαν δαιμόνων γένος, καὶ θεῶν ἡμῖν προσεχέστατον · ν καὶ ἡμῶν ἔσχατον τὸ ἀνθρώπινον τόδε γένος, ὡς δύναμις ἑκάστῳ. σε νῦν καὶ ἡμεῖς ὑμνοῦμέν [156] τε καὶ ἅμα ἀγαθῶν τὰ κράτιστα παρὰ σοῦ ἡμῖν ἐκ τῶν ἐνόντων γενέσθαι εὐχόμεθα. Ἵλαθι δὴ καὶ σῶζε, ἄγε τε σὺν τῷ παντὶ τῷδε καὶ τὰ ἡμέτερα, ὅπη σοι ἄριστα ἔγνωσταί τε καὶ περὶ ἡμῶν, καὶ ἅμα πέπρωται ἐκ τοῦ παντὸς αἰῶνος.

        Ταύτην τὴν πρόσρησιν τρισὶ μὲν ἑξῆς μηνὸς τοῦ νέου ἡμέραις, νουμηνίᾳ τε δὴ καὶ δευτέρᾳ καὶ τρίτ ἱσταμένου σὺν τῷ περὶ τοῦ μηνός τε ὁμοῦ καὶ ἐνιαυτοῦ διεξιέναι κώλῳ· ταῖς δ’ ἄλλαις νουμηνίαις σὺν μόνῳ τῷ περὶ τοῦ μηνὸς, ἐξαιροῦντας τὴν ἐνιαυτοῦ ῥῆσιν. Ἱερομηνίαις δὲ ταῖς ἄλλαις καὶ ἔτι μερῶν ταῖς βεβήλοις, καὶ τὸ περὶ ἀμφοῖν τοῦτο ὅλον, τοῦ τε μηνὸς καὶ ἐνιαυτοῦ, κῶλον ἐξαιρεῖν. Ἐν μέντοι τῶν μερῶν ταῖς βεβήλοις ταύταις, καὶ μετὰ τὸ κῶλον ἐκεῖνο, Αὐτοί τε ἔς γε δύναμιν τῇ ὑμετέρᾳ δὴ ταύτῃ κοινωνίᾳ ὡς μακαριώτατα πράττοιμεν, ἐξαιροῦντας τὸ μεταξὺ πᾶν χωρίον, βραχυλογίας ἕνεκα, ἐπάγειν, Ἐν μὲν ταῖς λλαις τῶν πράξεων, ὑμῖν, ἂν καὶ οἷοί τ’ εἴημεν, ἑπόμενοι, καὶ τὰ ἑξῆς ἄχρι τῆς προσρήσεως τελευτῆς.

 

———

 

Δειλινῶν ἐς θεοὺς προσρήσεων πρώτη.

 

Ἄναξ Πόσειδον, σὺ Διὸς τοῦ μεγάλου παῖς πρεσβύτατός τε καὶ κράτιστος. Σὺ ἐξ ἀγενήτου τε πάντη [158] πάντως καὶ αὐτοπάτορος, οὐ πάντη μὲν ἀγένητος, ἅτε γεγονὼς τῇ γε αἰτίᾳ, ἐς δὲ δύναμιν πάντων τελεώτατος ἀρετῇ τε καὶ ἀξίᾳ τῶν πηοῦν γενητῶν γεγένησαι· καὶ τούτου ἕνεκα πρὸς τοῦ πατρὸς καὶ ἡγεμονίαν τὴν τῶν ὅλων τῶνδε ἐπιτέτραψαι, αὐτοεῖδος τε ν καὶ αὐτοπέρας καὶ αὐτοκαλόν· δι’ οὗ πάντα τὰ ὄντα, τοῦ τε εἴδους σφῶν καὶ πέρατος τυγχάνοντα, καὶ κάλλος ἅμα τὸ αὐτοῖς προσῆκον ἕκαστα ἀπολαμβάνει. Σὺ θεῶν τῶν τρίτων τε καὶ ἐντὸς οὐρανοῦ τοῦδε πατήρ τε καὶ δημιουργὸς πρεσβύτατος μετὰ Δία τὸν μέγαν. Μεθ’ ὃν αὖ ἡ βασίλεια Ἥρα, πατρὸς μὲν τοῦ αὐτοῦ σοι φῦσα, σοῦ δὲ λειπομένην τῆν τε ἀξίαν καὶ φύσιν ἐσχηκυῖα, ἅτε δὴ οὐδὲ δέον πλείω ττα ἀλλήλοις παρισούμενα ἐν τῷ ὑμετέρῳ καὶ ὑπερουρανίῳ χώρῳ γενέσθαι τε καὶ εἶναι. ἀλλὰ μονογενὲς ἕκαστον, ἵνα δὴ καὶ τοῦτο αὐτοενὶ ὄντι τῷ γεννῶντι ὡς ὁμοιότατα ἔχοιτε, αὕτη οὕτω γεγονυῖα καὶ τοιαύτη τις οὖσα, καὶ τῆς ἐς τὰ ὑφειμένα τῶν ὄντων προόδου καὶ πλήθους καὶ ἀπειρίας αὐτῶν προστατεῖν εἴληχεν· εἰκότως, ἅτε πρώτως σοῦ τε τοῦ τελειοτάτου τῶν γεγονότων ἀποβεβηκυῖα, καὶ ἐν τῶν ντων τῷ ἀριθμῷ πλεονάσασα, καί σοι συνοικοῦσα ἁγνῶς τε καὶ θείως, παίδων τῶν σῶν θεῶν μήτηρ σοι καθέστηκεν. Εἶθ’ ἑξῆς οἱ ἄλλοι πάντες θεοὶ Ὀλύμπιοι, Διὸς μὲν βασιλέως παῖδες γνήσιοι, σοὶ δ’ ἀδελφοὶ, ἄλλος ἄλλην ἐσχηκότες φύσιν, ὁ μέν τις κρείττω, δ’ ἀεὶ ὑποδεεστέραν, καὶ τῆς ἑαυτῷ προσηκούσης ἐν τῷδε τῷ παντὶ ἕκαστος μοίρας προστατεῖν, ὑπὸ σοὶ ἡγεμόνι, εἴληχεν· Ἀπόλλων μὲν ταυτότητος, [160] Ἄρτεμις δὲ ἑτερότητος, καὶ φαιστος μὲν στάσεώς τε καὶ τῆς ἐν τατῷ μονῆς, Διόνυσος δὲ αὐτοκινησίας τε καὶ ὁλκῆς, τῆς τε ἐς τὸ τελεώτερον ἀναγωγῆς, Ἀθηνᾶ δὲ τῆς ὑφ’ ἑτέρων κινήσεώς τε καὶ σεως, τοῦ τε περιέργου ἀποκρίσεως· καὶ ἄστρων μὲν τῶν γνησίων σῶν παίδων, κοινῇ μὲν Ἄτλας, ἰδίᾳ δὲ πλανήτων μὲν Τιθωνὸς, τῶν δ’ ἀπλανῶν Διώνη· δαιμόνων δὲ τῶν χθονίων, καὶ σύμπαντος τοῦ θείου ἐσχάτου τε καὶ ὑπηρετικοῦ φύλου, Ἑρμῆς· ἡμῶν δὲ τοῦ ἀθανάτου, τῆς ἡμετέρας φύσεως κυριωτέρου μέρους, Πλούτων· σωμάτων δὲ τῶν πρεσβυτάτων τε καὶ τῶν ἄλλων στοιχείων, κοινῇ μὲν Ῥέα, ἰδί δὲ, αἰθέρος μὲν, τοῦ θερμοῦ τε καὶ διακριτικοῦ αὐτῶν, Λητώ· έρος δὲ, τοῦ ψυχροῦ τε καὶ συνεκτικοῦ, Ἑκάτη· ὕδατος δὲ, τοῦ ὑγροῦ τε καὶ διαῤῥύτου, Τηθύς· γῆς δὲ, τοῦ ξηροῦ τε καὶ πηκτοῦ, Ἐστία. Οὗτοι πάντες Διὸς βασιλέως γνήσιοί τε καὶ κράτιστοι γεγονότες παῖδες, τό τε νω τοῦ ὑπερουρανίου χώρου καὶ αὐτὸ τοῦ παντὸς τὸ ἁγιώτατον, λυμπον ἀπειληφότες, καὶ συμπάσης τῆς κινητῆς μὲν, καὶ ἀμφότερα τῇ τε αἰτίᾳ καὶ τῷ ἀεὶ γίγνεσθαι διὰ τὴν κίνησιν γενητῆς, τῷ δὲ χρόνῳ ἀγενήτου φύσεως προστατεῖν ὑπὸ σοὶ εἰλήχασιν ἡγεμόνι, ἄλλος ἄλλην αὐτοῖς ἀπειληφότες μοῖραν. Σὺ γάρ τοι τούτοις σύμπασι κορυφαῖος ἡγεμὼν, μετὰ Δία τὸν βασιλέα, ἐφεστὼς, τό τε πέρας ἑκάστοις τῶν πράξεων ἐπιτίθης, καὶ τὸ πᾶν τόδε κοσμεῖς. Ἐπὶ σὲ καὶ ἡμεῖς πρῶτον ἐπιστρεφόμεθα, ἅτε καὶ ὑπὸ σοὶ ἡγεμόνι προσεχεῖ τῇ κυριωτέρα ἡμῶν καὶ ἀθανάτῳ δεδημιουργημένοι μοίρᾳ. Καὶ σεβόμεθά τε, καὶ χάριν ἐφ’ [162] οἷς ἡμῖν ἐδωρήσω τε καὶ δωρ, ἀγαθοῖς ὁμολογοῦμεν. Καὶ μνοῦμεν σέ τε καὶ μετὰ σ καὶ σὺν σοὶ τοὺς σοὺς ἀδελφοὺς, θεοὺς Ὀλυμπίους. Ὦ πρῶτοι αἰώνιοί τε θεοὶ καὶ χρόνου κρείττους, οἷς δὴ οὔτε οἰχόμενόν τι οὔτε μέλλον ἐστὶν, ἀλλὰ τὸ ὅλον ἀεὶ ὑμῖν πάρεστί τε καὶ ἐνέστηκε, [fol. 108v] τήνδε ἡμῶν πρόσρησιν δειλινὴν ἵλεῴ τε καὶ εὐμενεῖς πρόσεσθε· ἣν οἱ τῆς ἐν χρόνῳ τε καὶ εἰ ὑπαπιούσης ἀϊδιότητος τὰ ἔσχατα εἰληχότες ἡμεῖς, [162 cont.] τοῦ πλέονος ἤδη ἡμῖν τῆσδε τῆς ἡμέρας ὑπευηκότος, ναφέρομεν· εἴ τις ἐν ἡμῖν αὐτοῖς ξις ἐπιεικὴς, ταύτῃ τῇ ὑμετέρ μνήμῃ ἐπισκευάζοντες· καὶ μὴ τῶν ἡμερῶν τε καὶ μηνῶν καὶ ἐνιαυτῶν συμφθίνειν ἐῶντες ταῖς παρόδοις, ἀλλ’ ἄφθιτον καὶ ἀκέραιον ὑφ’ ὑμῖν σωτῆρσι τὸ ἐν ἡμῖν θεῖον διασώζειν πειρώμενοι. Ὦ Πόσειδον ναξ, ὦ Πλούτων ἡμέτερε προστάτα, ἄλλοι τε πάντες θεοὶ Ὀλύμπιοι, ἡμεῖς μὲν οὒκ ἄνευ ὑμῶν οὐδ’ ὁτιοῦν τῶν ἀγαθῶν οἷοί τ’ ἂν εἴημεν μεταλαβεν. Ἀλλ’ ὑμεῖς ἡμῖν ἒς τε ἀρετὴν, καὶ τὰς καλλίους ἁπάσας πράξεις, ἐν αἷς δὴ καὶ ἡμῖν τὸ εὔδαιμον κυροῦται, συλλαμβάνετε, τάς τε ἄλλας, καὶ ἐς τοῦ Διὸς τοῦ μεγάλου θεωρίαν τε καὶ ὕμνον, ἐφ’ ὃν ἔσχατον δι’ ὑμῶν ἐπιστρεφόμεθα, ὃς ὑμῖν τε καὶ ἡμῖν καὶ ἅπασι τοῖς οὖσιν ἁπάντων τῶν ἀγαθῶν δοτήρ τε καὶ χορηγὸς πρώτιστος, τοῖς δὲ δὴ λογικοῖς ἡμῖν καὶ τῆν ἑαυτοῦ, ὡς ἐφικτὸν ἑκάστοις, θεωρίαν παρέχων, συμπάντων κεφάλαιον ἀγαθῶν ἐπιτίθησιν.

 

        Καὶ ταύτης τῆς προσρήσεως ἐν τῶν ἡμερῶν ταῖς βεβήλοις, [164] μετὰ τὸ κῶλον ἐκεῖνο, Καὶ τῆς αυτῷ προσηκούσης ἐν τῷδε τῷ παντὶ ἕκαστος μοίρας προστατεῖν ὑπὸ σοὶ γεμόνι εἴληχεν, ἐξαιροῦντας τὸ μεταξὺ χωρίον, ἐπάγειν, Σὺ γάρ τοι τούτοις σύμπασι κορυφαῖος ἡγεμὼν, καὶ τὰ ἑξῆς ἄχρι τῆς προσρήσεως τελευτῆς.

 

———

 

Δειλινῶν ἐς θεοὺς προσρήσεων δευτέρα.

 

Ἄναξ Κρόνε, σὺ παντὸς τοῦ νόθου τε καὶ Ταρταρίου θεῶν φύλου Διῒ τῷ μεγάλῳ παῖς πρεσβύτατος γέγονας, καὶ διὰ τοῦτο καὶ τὴν τούτων αὐτῶν γεμονίαν ἐπιτέτραψαι. Σὺ σὺν Ἡλίῳ τῷ οὐρανοῦ τοῦδε ἡγεμόνι, τὴν συμπάσης τῆς θνητῆς φύσεως δημιουργίαν ἐπιτέτραφθον. Σοὶ Ἀφροδίτη συνοικεῖ, τῆς ἐν θνητοῖς τῇ διαδοχῇ ἀϊδιότητος προστάτις. Ὑπὸ σοὶ οἱ τῆς τοιαύτης φύσεως τεταγμένοι εἰσὶ προστάται πάντες, ἄλλος ἄλλην αὐτῆς πειληφότες μοῖραν· Πὰν μὲν τῆς τῶν ζώων τῶν ἀλόγων προεστηκὼς ἰδέας, Δημήτηρ δὲ τῆς τῶν φυτῶν, ἄλλοι τε σύμπαντες οἱ κατὰ μέρη, ο μὲν μείζω, οἱ δὲ μείω, τῶν θνητῶν ἕκαστα διειληφότες. Ἐν οἷς καὶ Κόρη, ἡ τοῦ ἡμετέρου θνητοῦ προστάτις θεὸς, ν δῆ Πλούτων, τοῦ ἡμῶν αὖ ἀθανάτου ρχων, ἡρπακὼς, ἔχει τε καὶ σύνεστι, θεὸς Ὀλύμπιος θεοῦ Ταρταρίας ἐρασθεὶς, κοινωνίαν τε Ταρτάρῳ πρὸς λυμπον τοῖς το πατρὸς Διὸς θεσμοῖς μηχανώμενος. Καὶ σὺ δ’, ὦ ναξ λιε, Διὸς μὲν τοῦ μεγάλου τῷ ἐν σοὶ θείῳ νῷ, Ποσειδῶνός τε τὰ ἐς ψυχὴν καὶ σῶμα, [166] πρεσβύτατός τε καὶ κράτιστος γεγονὼς παῖς, κοινὸς μὲν ὅρος τῶν θ’ ὑπερουρανίων καὶ τῶν ἐντὸς οὐρανοῦ θεῶν, ἡγεμὼν δὲ τοῦ παντὸς οὐρανοῦ τούτου πρὸς Ποσειδῶνος τοῦ σοῦ πατρὸς καθέστηκας. Σὺ μετ’ ἄλλων ἓξ ἀδελφῶν τε σῶν καὶ παδῶν, Σελήνης, Ἑωσφόρου, Στίλβωνος, Φαίνωνος, Φαέθοντός τε καὶ Πυρόεντος, περιπορευόμενοι, καὶ Κρόνῳ τε καὶ τοῖς ἄλλοις Τιτᾶσι κοινωνοῦντες, τὴν θνητὴν σύμπασαν ἀποτελεῖτε φύσιν. Σὺ καὶ τοῖς πολλοῖς τε καὶ ἀνωτάτω τοῦ οὐρανοῦ τοῦδε ἄστροις, τῆς μεγαλοπρεποῦς ταύτης χορείας ἡγῇ. Ὑπὸ σοὶ καὶ τὸ χθόνιον τῶν δαιμόνων ὑπηρετικόν τε τοῖς ἄλλοις θεοῖς τέτακται φῦλον. Σὺ καὶ ἡμῶν τοῦ τε ἀθανάτου ἡγῇ, καὶ τὸ θνητὸν μετὰ Κρόνου τε καὶ τῶν ὑπὸ Κρόνῳ Τιτάνων πλάττετέ τε, καὶ ἐφ’ ὅσον πέπρωταί γε ἑκάστοις, διασώζετε. Δί’ ἃ δὴ καὶ ὑμᾶς ἡμεῖς μετὰ Ποσειδῶ τε καὶ τοὺς ἄλλους θεοὺς τοὺς Ὀλυμπίους σεβόμεθά τε, καὶ χάριν ὧν καὶ δι’ ὑμῶν ἔχομεν ἀγαθῶν ὁμολογοῦμεν. Δεόμεθά τε καὶ ὑμῶν, τοῦ τε ἀθανάτου ἡμῶν ἐπὶ τῆν καλλίω τε καὶ ἀμείνω ἕξιν τοὺς ἡγουμένους ἡγεῖσθαι, καὶ τὸ θνητὸν εὐήνιόν τε ἡμῖν καὶ εὔχρηστον κατὰ δύναμιν παρέχεσθαι. Καὶ διδοῖτε, ὦ θεοὶ, καὶ τῆσδε ἤδη τῆς ἡμέρας τὸ πολὺ περὶ τῶν πράξεων τὰς καθηκούσας διατετριφόσι, δεῖπνόν τε ἀναγκαῖον τῷ θνητῷ ἡμῶν τῷδε σώματι ς χρή τε καὶ σὺν ἀρετῇ ἑλέσθαι, δικαίως μὲν πεπορισμένους, εὐγνωμόνως δὲ τοῖς διηκονηκόσι χρησαμένους, τοῖς τε συνδείπνοις ἴσως, ἐγκρατῶς δὲ καὶ πρὸς ὑγίειαν εὐχρήστως [168] προσενεγκαμένους, ἔτι τε καθαρίως τε ἅμα καὶ ἀθρύπτως· καὶ τὸ λοιπὸν τῆς τε ἡμέρας καὶ τοῦ βίου, ὡς κάλλιστοί τε καὶ ἄριστα κατὰ δύναμιν διελθεῖν. Ἐς δὲ τὴν Διὸς τοῦ βασιλέως θεωρίαν τε καὶ ὕμνον, ὁπότε τε ἄλλοτε δέοι, καὶ δὴ καὶ τηνικάδε, ὅπως, ἐφ’ ὅσον ἡμῖν ἐφικτὸν, ξίως ν τῇ προσρήσει ὑμνήσαιμεν, καὶ ὑμεῖς συλλάβετε.

 

        Καὶ ταύτης τῆς προσρήσεως ἐν τῶν ἡμερῶν ταῖς βεβήλοις μετὰ τὸ κῶλον ἐκεῖνο, Ἄλλος ἄλλην αὐτῆς ἀπειληφότες μοῖραν, ἐξαιροῦντας τὸ μεταξὺ χωρίον, ἐπάγειν, Καὶ σὺ δ’, ὦ ναξ λιε, καὶ τὰ ξῆς ἄχρι τοῦ, Σὺ μετ’ ἄλλων ἓξ ἀδελφῶν τε σῶν καὶ ὀπαδῶν· ἔπειτα ἐξαιροῦντας αὖ τὰ μεταξὺ τῶν ξ πλανήτων ὀνόματα, ἐπάγειν, Περιπορευόμενοι καὶ Κρόνῳ τε καὶ τοῖς ἄλλοις Τιτᾶσι κοινωνοῦντες, καὶ τὰ ἑξῆς ἄχρι τῆς προσρήσεως τελευτῆς. Ἐν μέντοι ταῖς νηστείαις, τούτων μὲν οὐδέτερον· τὸ δὲ περὶ τοῦ δείπνου μόνον ἐξαιρεῖν χωρίον, ἅτε σὺ τηνικαῦτα δειπνήσοντας.

 

———

 

Δειλινῶν ἐς θεοὺς προσρήσεων τρίτη τε καὶ κυριωτάτη πασῶν, ἡ ἐς τὸν βασιλέα Δία.

 

Ἀυτοὼν, αὐτοὲν, αὺτοαγαθὲ Ζεῦ, ς τῷ μηδαμόθεν ἑτέρωθεν γεγονέναι, ἀλλ’ αὐτὸς ἐκ σαυτοῦ εἶναι, ντως [170] τε ὢν τῷ ντι εἶ, καὶ ἔτι εἰλικρινῶς ἓν, ο πολλά τε ὁμοῦ αὐτὸς καὶ ἓν, ἅτε δὴ οὐδ’ ἐνὸν οὔτ’ ἂν ἐξ ὁμοίως τῶν πάντων ἀγενήτων ἔν τι συστῆναι, ἑτέρου γὰρ ἂν δέοιτο καὶ κρείττονος ἅμα τοῦ συνέξοντος· οὐτ’ ἂν ἐξ νς μὲν ἀγενήτου, τῶν δ’ ἄλλων ἀπὸ τούτου ἤδη προϊόντων, οὐ γὰρ ἂν ἔτι συμφυᾶ τῷ αὐτῷ δι’ αὐτὸ ὄντι τὰ δι’ τερον ἤδη ὄντα, καὶ τοσούτῳ διακρινόμενα, προΐοι. Σὺ δ’ ν τε μόνως καὶ αὐτὸς σαυτῷ πάντη πάντως ὁ αὐτὸς ὢν, τοῦθ’ ε, αὐτὸ ε τγαθὸν, καὶ διὰ ταῦτα ἄκρως τε ἀγαθὸς εἶ, καὶ πρὸς τλλα πάντα, ἐκ σοῦ τε ὄντα καὶ διά γε σὲ κάλλιστα ἔχοντα, αὐτὸς ἀσύμβλητον ἔχων τὴν ὑπεροχὴν, πάτερ πατέρων αὐτοπάτορ, δημιουργέ τε δημιουργῶν, γενητῶν ἀγένητε, καὶ βασιλεῦ βασιλέων τε καὶ ἀρχόντων πάντων ὑπέρτατε, ὃς μόνος τῷ ὄντι ατοκράτωρ τε καὶ ἀτελὴς εἶ, ἐς ὃν οὐδὲν οὐδενὶ ἔξεστιν, ἀλλ’ αὐτὸς ἄρχουσι πᾶσι, μείζοσί τε ὁμοῦ, καὶ μείοσι, τὰς πρεπούσας ἑκάστοις καταστάσεις τε καὶ θεσμοὺς νέμεις, καὶ πάντα εὐθύνων ὀρθοῖς, ὀρθοτάτῃ τε δὴ καὶ ἀπαρατρέπτῳ γνώμῃ· δέσποτα, δέσποτα μέγιστέ τε ὁμοῦ καὶ κυριώτατε, δεσποτῶν τε αὖ ἐς τὰ μάλιστα καὶ κυρίων πάντων μειλίχιε, ᾧ τὰ πάντα ἀπὸ τοῦ πρεσβυτάτου ἀρξάμενα ἄχρι τῶν ἐσχάτων, δουλεύει δουλείαν πασῶν δικαιοτάτην τε καὶ ἐπὶ τῷ σφετέρῳ ἅμα ἀγαθῷ, ἅτε πρὸς μὲν σοῦ γεγονότα τε καὶ ὄντα, γεγονότα δὲ σοὶ, οὐδὲν [172] μὲν αὐτῶν δεομένῳ, τὸ δὲ σαυτῷ ἄκρως ἀγαθῷ ὄντι προσκον ἀποδοῦναί τε βουληθέντι, καὶ ἀγαθ παντα, ὁπόσα τε καὶ ἐς ὅσον γε ἐνῆν κάλλιστα ἔχοντα παραγαγόντι· σὲ ὑμνοῦμεν, οἱ συμπάσης τῆς λογικῆς φύσεως τὸ ἔσχατον εληχότες ἡμεῖς, καὶ εὐφημοῦμέν τε, καὶ γεραίρομεν οἷς δυνάμεθα ὡς εὐαγεστάτοις γέρασι, τήν τε περὶ σὲ πᾶσαν διατριβν ἡμῶν τῆς πράξεως τὸ μακαριώτατον ἄγομεν. Σὲ πολὺ πρὸ ἡμῶν καὶ ἡ θεῶν σύμπασα νοερά τε καὶ λογικ φύσις ὑμνεῖ. Σὺ γὰρ δὴ θεὸς ὢν, προαιώνιός τε καὶ πάντη πάντως ἀγένητος, ἄκρᾳ γνώμης χρηστότητι οὐκ ἐφθόνησας μὴ ο καὶ θεῶν γενητῶν τινων πατήρ τε καὶ δημιουργὸς γεγονέναι, τῶν μὲν αὐτὸς διὰ σαυτοῦ μητόρων γε, τῶν δὲ καὶ διτούτων αὖ τῶν πρεσβυτάτων, τῶν γε ἐκ σοῦ ἤδη γεγονότων. Σὺ μὲν γὰρ τῆς σεαυτῷ προσηκούσης τῶν ὄντων μοίρας, τῆς ἀκινήτου τε δὴ καὶ αἰωνίου, καὶ ὕλης ἐπ’ ἄπειρόν τινος μεριστῆς οὐσίας χωρὶς οὔσης, αὐτὸς διὰ σαυτοῦ γίγνῃ δημιουργὸς, δ εἴδη τε αὐτὰ καθ ατὰ ὑφεστηκότα παράγεις, καὶ θεούς τινας σαυτῷ τε μᾶλλον ὁμοίους καὶ περουρανίους, οὐδένα μὲν οὐδενὶ ἴσον αὐτῶν, ἀλλ’ ἄλλον ἄλλου ἀεὶ λειπόμενον, ἵνα δὴ καὶ εἷς ἐν τῇ ἰδέα τῇ ἑαυτοῦ ἕκαστος ὢν, σοὶ καὶ τοῦτο ὅμοιον ἔχωσιν· ἔτι δὲ σύμπαντας ἐς μὲν ἀριθμόν τινα αὐτάρκη περαίνοντας, ἐς δἕν τι μέγα καὶ τέλειον συνιόντας αὖ σύστημα, τὸν ὑπερουράνιον σύμπαντα διάκοσμον, ἵνα δὴ ἰδίᾳ τε ἕκαστος, καὶ ἅμα κοινῇ ἓν ἅπαντες ὦσι· τούτους ἔς δύο τὼ πλεῖστον ἀλλήλοιν διενηνοχότε διελὼν γένη, τὸ μὲν, γνήσιόν τι [174] σεαυτοῦ κγονον Ὀλύμπιόν τε θεῶν γένος ἀπέφηνας· τὸ δὲ, Τιτάνων τι γένος Ταρτάριόν τε καὶ νόθον, τε γενέσεως μέν σοι τῆς αὐτῆς τῷ προτέρῳ κεκοινωνηκὸς, τῆς δὲ δυνάμεώς τε καὶ ἀξίας πολλῷ που λειπόμενον. Καὶ Τιτάνων μὲν τούτων Κρόνον τὸν πρεσβύτατόν τε καὶ γησόμενον· τῶν δ’ Ὀλυμπίων τε καὶ ἅμα τῶν πάντων πρεσβύτατόν τε καὶ ἐς ὅσον γε νῆν κράτιστον, Ποσειδῶ τὸν μέγαν γεγέννηκας, εἰκῶ τε αὐτὸν σεαυτοῦ, ἐς τὸ κριβέστατον ἐξεικασμένην, κατά γε δὴ το ἐγχωροῦν, ἀπειργασμένος, καὶ πέρας τῆς τῶν ὄντων συμπάσης γενέσεως τελειότητος. Καὶ δὴ ἵνα σοι καὶ ἔτι μᾶλλον ὁμοίως ἔχῃ, τήν τε τῶν ἁπάντων αὐτῷ ρχήν τε καὶ ἡγεμονίαν ἐπιτρέπεις, καὶ πρός γε ἔτι τν τοῦδε τοῦ οὐρανοῦ γένεσίν τε καὶ δημιουργίαν, συνεργοῖς καῖ τοῖς ἄλλοις ἀδελφοῖς ἄλλῳ ἐπ’ ἄλλο χρωμένῳ θεοῖς. Οὗτός σοι τόνδε τεκταινόμενος τὸν οὐρανὸν, σέ τε μιμούμενος, καὶ μηχανώμενος, ὅπως σοι ὡς κάλλιστα αὐτὸν ἕξοντα ἀπεργάσαιτο, καὶ τρίτην ἔτι θεῶν τινα φύσιν γεγεννηκὼς αὐτῷ ἐγκαθίστησι, ψυχῇ ἤδη καὶ σώματι συμπεπηγότων, ἵνα δὴ ἐγγύθεν αὐτὸν σώζοιέν τε, συνόντες, καὶ ἅμα κοσμοεν. Αὐτὸς γὰρ ἑαυτῷ τε καὶ συμπάσῃ τῇ καθ’ ἑαυτὸν οὐσίᾳ, τῇ ὕλης πάντη τε καὶ πάντως χωριστῇ, παραδείγματι χρώμενος, εἴδη μὲν καὶ τῷδε ἐνεποίει τῷ οὐρανῷ, καὶ συνετίθει ἐξ εἰδῶν αὐτὸν, οὐκέτι μέντοι πάντη χωριστῶν τινων, ἀλλ’ ἐφ’ ὕλης, ἧσπερ ρα αὐτῷ ἀδελφή τε δὴ ἅμα καὶ δάμαρ χορηγὸς ἦν, βεβηκότων, ἐκείνων γε μὴν εἰκόνων, καὶ πρὸς ἐκεῖνα ἀφωμοιωμένων. Ὧν διττὸν τὸ γένος ἀπεργαζόμενος, τὸ μὲν πάντη ἀχώριστόν τι τῆς ὕλης ἐποίει καὶ ταύτης ἐξημμένον, τὸ ἄλογον δ εἶδος σύμπαν, τὸ δ’ [176] οὐκέτι αὐτῆς ἐξημμένον, ἀλλὰ τοναντίον αὐτὸ χον αὐτὴν ἐξημμένην, καὶ ἔργῳ μὲν οὐ. χωριστὸν, τῇ δὲ δυνάμει χωριστόν τέ τι καὶ αὐτὸ ν, καὶ τῇ καθ’ ἑαυτὸν οὐσί τῇ ὑπερουρανίῳ ταύτῃ συγγενέστερον, τὴν ψυχὴν δὴ τὴν λογικήν. Ἧς αὖ τριχῆ τὸ εἶδος διαιρῶν, τὸ μὲν πάντων τέ τι ἐπιστημονικὸν ἐποίει, καὶ γνήσιον ἑαυτοἔκγονον, τὸ τῶν ἄστρων, θεῶν γεγονὸς γένος οὐράνιον· τὸ δ’ ο πάντων μὲν ἐπιστημονικὸν, ὀρθοδοξαστικὸν δὲ πάντων, ὧν γ’ ν μ, τῇ ἐπιστήμῃ ἐφικνοῖτο, νόθον τέ τί οἱ καὶ χθόνιον γεγονὸς γένος δαιμόνων, καὶ θεῶν τε ἔσχατον πάντων, καὶ τούτοις ὅπη δέοι ὑπηρετικόν· τ δ’ οὐ περὶ πάντα ὀρθοδοξαστικὸν, ἀλλ’ ἁμαρτητόν τε, καὶ οὐ πάνυ τοι σπουδαῖον ἑαυτοῦ ἔκγονον, τήν γε ἡμετέραν καὶ ἀνθρωπίνην ψυχὴν, τοῦ τῶν δαιμόνων τούτου γένους ἐφεξῆς που γεγονυῖαν. Τοῦ δ’ ἑτέρου τε καὶ ἀλόγου εἴδους τέτταρα τὰ πρεσβύτατα ἐποίει σωμάτων εἴδη, πῦρ τε καὶ ἀέρα καὶ ὕδωρ καὶ γῆν· ὧν τοῦ καλλίστου τε καὶ ἐλαχίστην ἐν μεγίστῳ ὄγκῳ κεκτημένου ὕλην, τοῦ πυρὸς, καὶ ταῖς γε ψυχαῖς τὰ ὀχήματα ἀπολαμβάνων ὑπεζεύγνυ, τοῦ μὲν λαμπροῦ τε αὐτῶν καὶ φλογώδους, τῶν στρων, τοῦ δ’ ἀοράτου καὶ αἰθερίου, τῶν τε δαιμόνων καὶ ψυχῶν τῶν ἡμετέρων· συνετίθει τε οὕτω γε δὴ ἔκ τε ψυχῆς καὶ σώματος ζώων τριττ ἀθανάτων τε καὶ λογικν γένη, τοῖς Ὀλυμπίοις τῶν δελφῶν, ἄλλῳ ἐπ ἄλλο, συνεργοῖς ἐς τῶν τῇδε ἀθανάτων τν γένεσίν τε καὶ δημιουργίαν χρώμενος, τῶν τε τριττῶν τούτων ζώων γενῶν, τῶν τε τεττάρων ἐκείνων σωμάτων πρεσβυτάτων. τι δὲ τοῦ [178] γένους τοῦ τῶν ἄστρων, τὸ μὲν πολὺ ἀπλανὲς πεποιηκὼς, ἐπί τε θεωρίαν τὴν τῶν ὄντων ἀφῆκε καὶ ὕμνον τὸν σόν. Ἑπτὰ δ’ αὐτῶν πλανητὰ ἀπειργασμένος, λλο πρὸς λλο εἶδος τῶν αἰωνίων ἴδιόν τε καὶ προσεχὲς, πρῶτα μὲν ἕκαστον αὐτῶν τῷ ἰδίῳ τούτῳ εἴδει τε καὶ νῷ πεζεύγνυ, καὶ συνετίθει ἔκ τε νοῦ τινος αἰωνίου καὶ ψυχῆς καὶ σώματος τριττήν τινα χον ἕκαστον φύσιν, κοινωνίαν τέ τινα καὶ σύνδεσμον τῷ τε ὑπερουρανίῳ διακόσμῳ καὶ οὐρανῷ τῷδε σοῖς κρατίστοις μηχανώμενος θεσμοῖς. Καὶ αὐτῶν ὃν κάλλιστόν τε καὶ ἄριστον γεγεννήκει, λιον, τῆς τε τῶν ἐν τῷδε τῷ οὐρανῷ φύσεων τελειότητος πέρας ατὸν ἀπειργασμένος καὶ νῷ τῶν μεθεκτῶν τούτων τῷ κρατίστῳ ὑπεζευχὼς, τούτῳ καὶ τὴν τοῦδε τοῦ οὐρανοῦ παντὸς γεμονίαν ἐπέτρεψεν, ἐπεί σοι ἔδει καὶ θνητῆς τινος τόδε τὸ πᾶν μετασχεῖν φύσεως, να σοι ντως ἅπαν ἀποτελεσθῇ. Ἡλίῳ τε δὴ τούτῳ, καὶ ἅμα Κρόν τῶν σῶν νόθων πρεσβυτάτῳ παίδων, τὴν τούτων γένεσιν ἐπιτρέπει· ἐπὶ ταύτης ἤδη τῆς λειτουργίας τεταγμένω, τῶν θηρίων τε καὶ φυτῶν παντοδαπῶν, εἴ τέ τι ἄλλο τούτοις συγγενὲς πέφυκεν, ἀπεργάζεσθον γένεσιν, συνεργοῖς λλῳ ἐπ’ ἄλλο καὶ τοῖς ἄλλοις ἑκάτερος ἀδελφοῖς χρωμένω, μὲν τοῖς Ταρταρίοις, ὁ δ τῶν πλανήτων, τοῖς λοιποῖς. Ὧν δὴ τήν πλάνην τε καὶ κίνησιν τοτὲ μὲν προσαγόντων, τοτὲ δ’ ἀπαγόντων τῶν διατιθεμένων, θνητὰ καὶ τὰ γεννήματα ἀποβαίνειν· τοὺς [180] γάρ τοι ἑτέρους τούτων δημιουργοὺς, τοὺς μένοντάς τε δὴ καὶ Ταρταρίους, οὐκ νευ τῆς τούτων κοινωνίας γεννᾷν ἱκανούς σοι γεγονέναι. Οὗτοι καὶ ψυχὰς τὰς ἡμετέρας, ἀθανάτους μὲν πρὸς Ποσειδῶνος γεγονυίας, οὐκέτι δ’ ἀκηράτους πάμπαν, παρειληφότες, τῇ θνητῇ τῇδε ἑκάστοτε διὰ τακτῶν τινων ἑκάστῳ χρόνων φύσει συντιθεῖσί τε καὶ πάλιν ἐνθένδε ἀπολύουσι, σύνδεσμόν τινα ἐκ τῶν ἐνόντων δυοῖν τοῖν ἐν τῷδε τῷ οὐρανῷ μοίραιν, τῆς τε ἀθανάτου καὶ θνητῆς, σοῖς μὲν θεσμοῖς, τοῦ δὲ σφῶν γεμόνος ἐντολαῖς Ποσειδῶνος μηχανώμενοι. Καὶ δὴ οὕτω σοι ἡ σύμπασα τοῦ ὄντος γένεσις ἐν τριττοῖς φύσεων γένεσιν ἀποτετέλεσται, τοῦ μὲν πρεσβυτάτου, πάμπαν τε δὴ ἀκινήτου τινὸς καὶ αἰωνίου γένους, αὐτοῦ σοῦ γεγονότος δημιουργοῦ· τοῦ δ’ ἀϊδίου μὲν καὶ ατοῦ, κινητοῦ δ’ οὖν καὶ ἐγχρόνου, τῶν σῶν παίδων τοῦ κρατίστου Ποσειδῶνος τῆς γενέσεως ἡγησαμένου· τοῦ δ’ αὖ ἐσχάτου τε καὶ θνητοῦ παντὸς, Ἡλίου τε δὴ καὶ ἅμα Κρόνου τῇ γενέσει λειτουργούντοιν. Συνδέδεται [δέ] σοι ἀλλήλοις τὰ γένη, τὸ μὲν πρεσβύτατον τῷ μέσῳ, τῇ Ἡλίου τε καὶ πλανήτων τῶν ἄλλων συστάσει· τὸ δ’ αὖ μέσον τῷ ἐσχάτῳ, τῇ ἡμετέρᾳ τε καὶ τῶν ἡμετέρων πραγμάτων καταστάσει. Καὶ ἕν τέ τί σοι τὸ πᾶν καὶ παντελὲς ἅμα ἀπείργασται, καὶ ταύτῃ τε δὴ κάλλιστα ἔχον, καὶ ἀΐδιόν τι γεγονὸς, οὐ πρότερον μὲν οὐκ ὂν, ὕστερον δέ σοι καὶ ἐξ ὑπογυίου ἐς τὴν γένεσιν παρηγμένον, οὐδ’ αὖ ποτε ἀπολούμενον· ἔτι δὲ τὸ αὐτό τε ἀεὶ καὶ ἀκίνητον σῶζον σχῆμα, ἅτε σοι οὐτ’ ν μῆ παράγειν πότ’ αὐτὸ ὂν θεμιτὸν, ἀγαθῷ ἄκρως πεφυκότι, οὔτ’ αὖ χεῖρόν γέ ποτε ἐξὸν ἀποδοῦναι, ἢ οἷον ἂν γεγονὸς ὅτι δὴ κάλλιστον εἴη. Ἐν τούτῳ [182] τῷ παντὶ, γέρας τι τοῦτο κάλλιστον τῇ λογικῇ φύσει συμπάσῃ, τὴν σεαυτοῦ ἔννοιάν τε καὶ θεωρίαν παρέσχες, ἧς καὶ ἡμεῖς τὸ ἔσχατόν σοι γεγόναμεν. Καί σε καὶ ἡμεῖς σὺν τῶν θεῶν τοῖς σύμπασι γένεσιν, ὡς δύναμις καὶ ἡμῖν, ὑμνομεν, Ποσειδῶνος τοῦ μεγάλου, ὥσπερ καὶ τῶν λλων πάντων πᾶσι καλῶν, καὶ τούτου ἡμῖν ἡγουμένου. Σὺ μέγας τῷ ὄντι καὶ ὑπερμέγας, ὃς ἀξίας ατὸς ὢν ὅρος ὅ γε ὕψιστός τε καὶ ἐξαίρετος, καὶ τῶν λλων ἑκάστοις τὰς ξίας θεῶν τε ὁμοῦ καὶ πάντων γενῶν, ν αὐτοῖς τε ἑκάστοις αἱ ἀξίαι κατὰ δίκην εεν, καὶ τῷ ὅλῳ ἅμα ὅτι δὴ μάλιστα πρέποιεν, ὁρίζεις. καὶ ἡμᾶς ἐς μεθόριόν τέ τι καὶ σύνδεσμον τελεῖν τῆς τε ἀθανάτου καὶ θνητῆς τέταχας μοίρας. Καὶ ἔν τε τοῦ παντὸς χώρᾳ ταύτῃ κατέστησας, καὶ ἐν τῷ καλῷ καὶ ἡμῖν, τοῖς θεοῖς ὁμοίως γέ πως, τὸ εὔδαιμον νειμας, τοῖς μὲν ἡμῶν μᾶλλον αὐτοῦ, τοῖς δ’ ττον τυγχάνειν ἑκάστοτε διδοὺς, τῆς τῆς ὅλης αὖ ἡμῶν φύσεως ἕνεκα ἁρμονίας· ἁμαρτάνουσί τε ἐπανορθοῦσθαι αὖθις ἑκάστοτε, τοῖς μέν που ῥον, τοῖς δὲ καὶ χαλεπώτερον, παρέσχες· πρὸς τὸ καὶ ἑκάστῳ μὲν ἐκ τῶν δυνατῶν λυσιτελὲς, τῷ δ’ ὅλῳ τε καὶ συμπάσῃ τοῦ ὄντος τῇ γενέσει πολὺ πρότερον λυσιτελέστατα τεταχώς τε ἕκαστα τῶν τε ἄλλων καὶ τῶν ἡμετέρων, καὶ εἱμαρμένῃ ἅμα ἀπαρατρέπτῳ ἐξ αἰῶνος δοὺς, διά τε θεῶν, οἷς σοι τὰ τοιαῦτα ἐπιτέτραπται, ἕκαστα ἀποπληρῶν. Ἀλλὰ δὴ λαθί τε καὶ σῶζε, ἄγε τε σὺν τῷ παντὶ τῷδε καὶ τὰ ἡμέτερα, ὅπη σοι ἄριστα ἔγνωσταί τε καὶ περὶ ἡμῶν, καὶ ἅμα πέπρωται ἐκ τοῦ παντὸς αἰῶνος.

 

[fol. 114.2] καὶ ταύτης τῆς προσρήσεως ἐν τῶν ἡμερῶν ταῖς βεβήλοις μετὰ τὸ κῶλον ἐκεῖνο· ‘καὶ ἀγαθὰ ἅπαντα, ὁπόσα τε καὶ ἐς ὅσον γε ἐνῆν κάλλιστα ἔχοντα παραγαγόντι’, ἐξαιροῦντας τὸ μεταξὺ πᾶν χωρίον, ἐπάγειν· ‘σὺ μέγας τῷ ὄντι, καὶ ὑπέρμεγας’, καὶ τὰ ἐξῆς, ἄχρι τῆς τῆς προσρήσεως τελευτῆς. ※

 

———

 

[184]

 

Ἑσπερινή ἐς θεοὺς πρόσρησις.

 

Σοὶ, ὦ βασιλεῦ Ζεῦ, πάντων ὧν τέ ποτε ἔσχομεν καὶ νῦν ἀεί τε ἔχομεν ἀγαθῶν, πρώτῳ καὶ μάλιστα τὴν χάριν ἴσμεν. Σὺ γὰρ δὴ οὐχ τερόν τι ἔπειτα ἀγαθὸν, ἀλλ’ αὐτὸ ἀγαθὸν ὢν, καὶ πᾶσι τοῖς λλοις αὐτὸς πρεσβύτατός τε ὁμοῦ καὶ ἔσχατος καὶ ὅλως κυριώτατος τῶν ἀγαθῶν αἴτιος ε. Μεθ’ ὃν δὴ καὶ ὑμῖν, ὦ Πόσειδόν τε καὶ ἄλλοι πάντες θεοὶ, δι’ ὧν ἐκ Διὸς καὶ ἐς ἡμᾶς τγαθὰ κει, ἀεί τε καὶ ἑκάστοτε ἴσμεν χάριν, καὶ μάλιστα ἐπὶ ταῖς μείζοσί τε καὶ τελεωτέραις τῶν δωρεῶν ς πρὸς ὑμῶν ἔσχομέν τε καὶ ἔχομεν. Οὓς ἐν μεθορίῳ τῆς τε ὑμετέρας ἀθανάτου καὶ αὖ θνητῆς φύσεως καταστήσαντες, καὶ συνθέντες κοινόν τινα ὅρον καὶ σύνδεσμον τοῖν μοίραιν μφοῖν, τῶν μὲν θνητῶν ἁπάντων τῇ ὑμῶν συγγενείᾳ, καὶ τῆς τε ἀθανασίας τῇ μετουσίᾳ, τῇ τε ἐν τῷ καλῷ, νδεεστέρως μὲν συχνῷ, ὑμῖν δέ γε ὁμοίως παραγιγνομένῃ μακαριότητι προτετιμήκατε· ἔδοτέ τε κοινωνεν ἄλλοις τε δὴ ὑμῖν καὶ πρώτῃ τῇ μῶν γνώσει, ἔπειτα τῇ τῶν λοιπῶν τῶν ντων σὺν λόγῳ καταλήψει, οἰκειοτάτης ὑμῖν αὐτοῖς πράξεως ταύτης μεταδεδωκότες, εἶτ’ αὖ καὶ τῇ ἡμετέρ αὐτῶν γνώσει, παραπλήσιον καὶ τοῦτο τῇ ὑμετέρᾳ δόντες δυνάμει, οἳ καὶ αὐτοὶ ὑμᾶς αὐτοὺς μάλιστα [186] γινώσκετε. Καὶ τούτοις μὲν ἡμῶν τὸ κράτιστόν τε καὶ τῶν λοιπῶν τῶν ἡμετέρων ἡγεῖσθαι τεταγμένον, καθ’ αὐτὸ κεκοσμήκατε. Δεδώκατε δὲ καὶ τὸ χεῖρον ἡμῶν, καὶ μαλιστά τε καὶ πρῶτον τὸ αὐτῷ τῷ κρατίστῳ ἡμῶν προσεχέστατον, τοῦ λοιποῦ αὖ παντὸς ἡγούμενον, τὸ φανταστικὸν, ταῖς πρὸς ὑμᾶς γιστείαις ὠφελεῖν, τυποῦντας ὡς δυνατὸν καὶ συνεξομοιοῦντας τῇ τοῦ κρείττονος ἀρίστῃ καταστάσει, ὡς αὐτῷ τε εὐήνιον γίγνοιτο, καὶ ἅμα τοῦ θείου τέ τι καὶ καλοῦ καὶ τοῦτο ἀπολαύοι. Δεδώκατε τῇ πρὸς τὸ μόφυλόν τε καὶ πᾶν τὸ ἀνθρώπινον χρηστότητι ὑμᾶς μιμεῖσθαι, οἳ ἀγαθῶν ἀεὶ, κακοῦ δ’ οὐδενὸς οὐδενί στε αἴτιοι. Δεδώκατε τῇ πολιτικῇ ἀλλήλων κοινωνίᾳ ὑμῖν καὶ ταύτῃ κοινωνεῖν, τῇ πρὸς ὑμᾶς, ὡς οἷόν τε, ὁμοιότητι, οἳ τατοῦ πατρὸς γεγονότες τοῦ βασιλέως Διὸς, αὐτοενὸς ὄντος, καὶ ἀλλήλοις αὐτοὶ πλεῖστον νωσθέ τε καὶ κεκοινωνήκατε. Καὶ μὲν δὴ καὶ τοῦ πρὸς δόξαν ἡμῶν τῆς ψυχῆς ἐπιεπος κρατεῖν τῷ βελτίστῳ ἡμῶν ἔδοτε, ἀτιμάζοντι μὲν ὅσον παρ’ αὐτῆς κενὸν, τοῦ δὲ χρησίμου τε μόνου αὐτῆς, καί πη καὶ πρὸς ἀρετὴν λυσιτελοῦς, οὐ πάνυ τοι ὀλιγωροῦντι. Οὐ μὲν οὖν οὐδ’ ὑπὸ τοῦ θνητοῦ τοῦδε πάμπαν κρατηθησομένους περιείδετε· ἀλλὰ καὶ δύναμιν ἔδοτε τὰ βελτίω φρονήσασιν, ἄρχειν μὲν αὐτοῦ ἡμῶν τῷ κρατίστῳ· δονῶν μὲν τῶν δι’ αὐτοῦ παρὸν ἀπολαύειν, οὐ πρὸς τὴν ἐξουσίαν ἀπολαύουσιν, ἀλλὰ [188] τάξιν τε αὐταῖς καὶ ὅρον τὸν πρέποντα ἐπιτιθεῖσι· χρημάτων δὲ τῶν ταύτας δυναμένων, τὰς αὐτοῦ δὴ τούτου τοῦ θνήτου χρείας εὐλόγους ποιουμένοις μέτρον· αὐτοῖς δὲ δὴ, καὶ ἐν τούτῳ ἔτι μένουσιν, ἐλευθέροις εἶναι, δεινόν γε οὐδὲν ἡμῖν αὐτοῖς ἡγουμένοις τῶν τῷ θνητῷ τούτῳ ἡμῶν οὐ κατὰ γνώμην δὴ ἡμετέραν προσπιπτόντων, ὧν γ’ ἂν ὑμεῖς, τῆς πρὸς αὐτὸ ἀπολύοντες ἄγαν κοινωνίας, ἐπιφέροιτε, εἴτε δι’ αὐτοῦ τοῦ δαιμονίου ὑμῖν τε τοῖς κρείττοσιν ὑπηρετικοῦ φύλου, εἴτε καὶ διὰ τοῦ ἡμῖν τε ὁμοφύλου καὶ ἀνθρωπείου τούτου γένους, τοῦ μὲν καθαρτικῶς τε ἡμῖν καὶ θεραπευτικῶς χρωμένου, τοῦ δὲ ἄλλως ν ἡμῖν ἀγνωμόνως διὰ ψυχῆς ἀπαιδευσίαν προσφερομένου. Καὶ μὲν δὴ καί αὐτῶν συχνά ποτε ἡμῖν αὐτοῖς τῶν τῷ χείρονι ἡμῶν τούτων οὐκ εχερῶν αἱρεῖσθαι δίδοτε, ἄχρι τοῦ καὶ ὅλον ἔσθ’ ὅτε, ἐὰν δέῃ, τὸ θνητὸν τάδε προΐεσθαι τοῦ καλοῦ τε ἕνεκα καὶ τῷ γε κρείττονι ἡμῶν λυσιτελοῦς· ἐς γὰρ τοσοῦτον τοῦ θνητοῦ τῷ ἀθανάτῳ ἡμῶν κρατεῖν ἔδοτε. Ταύταις ἡμᾶς μείζοσί τε καὶ καλλίοσι δωρεαῖς τετιμήκατε, τὸ κρεῖττον ἡμῶν καὶ κυριώτατον ἀνέχοντές τε καὶ κοσμοῦντες, οἷςπερ ἂν ἡμῶν καὶ ὁπότε τῶν λογισμῶν τούς γε ἀμείνους ἐπιπνεύσητε. Οας δὲ καὶ τῷ θνητῷ ἡμῶν ἔδοτε ἀφορμὰς, τὰς μὲν ἐς τὸ τῷ ἀθανάτῳ ὑπηρετεῖν, τς δὲ ἐς τὸ ὑπ’ αὐτοῦ ὠφελεῖσθαιτὰς δ ἐς ἰδίας τινὰς ἡδονὰς, ἀνεμεσήτους τε καὶ τῷ κρείττονι οὐ βλαβερὰς, ἄλλας τε δὴ οὐκ ὀλίγας, καὶ ὄψει ὄμματα κεκοσμημένα, ἔς τε συχνὰ ἄλλα καθ ατὴν χρησιμωτάτῃ αἰσθήσεων, καὶ ἐς τῶν οὐρανίων τε [190] τούτων σώματων ἐπίσκεψιν τῷ θειοτάτῳ ἡμῶν συλλαμβανούσῃ, ἀφ’ ὧν ἄλλα τε συχνὰ καὶ καλὰ ἔστι μανθάνειν, καὶ ἡμερῶν τε ἀριθμὸν καὶ μηνῶν καὶ ἐνιαυτῶν, οἷς τὸν βίον ἡμῶν αὐτῶν μετροῦσι πάρεστιν ἐν τάξει τέ τινι πράττειν καὶ αὐτοῖς καὶ κόσμῳ τῶν γε ἡμετέρων τὰ πολλά. Ἔτι δ’ ὦτά τε ἀκοῇ καὶ στόμα φωνῇ κατηρτισμένον, χρησιμώτατα αὖ ὀργάνων ἐπὶ τῷ λλήλοις ἡμᾶς κοινωνεῖν, ἃ ἂν τῇ ψυχῇ ἔνδον καστοι διανοώμεθα, ὡς μὴ παντάπασιν ἡμῖν ἐς τῶν διανοημάτων ἀλλήλων τὴν κοινωνίαν τάδε τὰ σώματα ἐπιπροσθεν. Ὄσφρησιν ἐν μυκτῆρσιν, ἄλλως τε ὀδμῶν χάριτος ἀνεμεσήτου ἀπολαυστικήν τινα αἴσθησιν, καὶ τροφῆς ὑγιεινῆς τε καὶ νοσώδους πόῤῥωθεν ἔτι καὶ πρὸ πείρας τῷ ἡδεῖ τε καὶ ἀηδεὡς τὰ πολλὰ κριτικήν. Γεῦσιν ἔτι ἐν στόματι, χυμῶν τῶν περὶ τὴν ἀναγκαίαν ταύτην τροφὴν ὑγιεινῶν, σὺν ἡδονῇ ὡς τὰ πολλὰ, τῷ θιγεῖν ἤδη κριτικήν· ἧς καὶ παντοδαπὰς δεδώκατε ἀφορμὰς, ἀφ’ ὧν καὶ ἐς τὸ ἡμῶν τοῦ βίου τς τροφὰς παρέσχετε αἱρεῖσθαι, δασμὸν ἀναγκαῖον τῷ θνητῷ ἡμῶν, καὶ τοῦ εὶ κινουμένου τῷ ῥέοντί τε καὶ παπιόντι τῆς ὕλης ἀποπλήρωσιν, ἕωσπερ ν ἡμῖν αὐτὸ ὑφ ὑμῶν σώζεσθαι πεπρωμένον εἴη. Καὶ μὲν δὴ καὶ πρὸς τὸ θνητόν τε τῶν ἡμετέρων καὶ οὐκ ἐς ἀεὶ ἐσόμενον, τὴν τοῦ ἄῤῥενός τε ἡμῶν καὶ θήλεος γένους ἔδοτε συνουσίαν, πιθανωτάτην τ τέρψει· ὑφ’ ἧς ἐν ταῖς αὐταῖς καταστάσεσι διατελεῖ ἀεὶ μένον τὸ ὅλον γένος, τῇ ἀεὶ διαδοχῇ τοῦ ἐπιγιγνομένου τῆς τοῦ ἀεὶ ἀπιόντος χώρας ἀναπληρουμένης, ὑπάρχον τε ταῖς αὐταῖς ἀριθμῷ ψυχαῖς, ἄλλοτε ἄλλων, ἐν τακταῖς τισι χρόνων περιόδοις, θνητῶν [192] σωμάτων κοινωνίαν ὑπὲρ τῆς σφετέρας, ἐφ’ ἧς εἰσιν ὑφ’ ὑμῶν τεταγμέναι, λειτουργίας μὴ ἀπορεῖν. Δεδώκατε δὲ καὶ τεχνῶν ἄλλαις ἐπ’ ἄλλοις κατασκευαῖς τὴν τοῦ θνητοῦ ἡμῶν ἔνδειάν τε καὶ ἀσθένειαν παραμυθεῖσθαι, τὰς χεῖρας ἡμῖν ὄργανα ἐπιτηδειότατα πρὸς τῶν ἔργων τὰ τοιαῦτα μεμηχανημένοι. Δεδώκατε ζώων τῶν ἀλόγων ῥώμαις τε καὶ ἄλλων πρὸς ἄλλα ἐπιτηδειότησιν, ἐς ὃ βουλοίμεθα αὐτοὶ, χρῆσθαι, οἰκεῖα τκείνων πλεονεκτήματα ποιουμένοις. Καὶ τούτων γὰρ ἁπάντων σοι πρώτῳ τε καὶ ἐξαιρέτῳ, ὦ βασιλεῦ Ζεῦ, τῷ πρεσβυτάτῳ τε καὶ κυριωτάτῳ τῶν ἀγαθῶν δοτῆρι, τήν χάριν ἴσμεν. Μεθ’ ν καί ὑμῖν, ὦ θεοὶ, δι’ ὧν γε μέσων καὶ ἐς ἡμᾶς ἐκ Διὸς ἥκει τγαθά· καὶ δικαιότατόν γε ὑμῖν ὅτι πλείστην εἰδέναι τὴν χάριν, οἳ οὔτε ἀμειβόμενοι, οὔτε ὠφέλειάν τινα ἀντιληψόμενοι, τγαθὰ ἡμῖν παρέσχετέ τε καὶ παρέχετε· ἀλλ’, ἅτε ατοαγαθοὶ φύντες, καὶ αὐτοὶ τος ἄλλοις ἀφθονώτατα τῶν γαθῶν, καὶ δυναισθ’ ν μάλιστα, μεταδίδοτε κάστοτε. Τῶν τε οὖν ἄλλων μῖν ἴσμεν γαθῶν χάριν, ἐκείνων δὲ πολύ τε πρότερον καὶ μάλιστα, ἐν οἷς δὴ ἡμῶν τῇ ψυχῇ ἐς ἀρετῆς καὶ τοῦ καλοῦ λόγον συλλαμβάνετε. Ταῦτα γὰρ κράτιστά τε ἀγαθῶν καὶ ἅμα τῷ κυριωτάτῳ νέμετε ἡμῶν, ὧν οὐδέν γε , τι οὐκ ἀφ’ ὑμῶν γε καὶ δι ὑμῶν καὶ ἐς ἡμᾶς ἥκει. Ὑμῖν μὲν γὰρ πρώτοις τε καὶ δευτέροις ἐκ Διὸς τγαθὰ, τοῖς μὲν μένοντά τε καὶ αἰώνια, τοῖς δ’ οὐκ αἰώνια μὲν, ἀΐδια δέ γε ἄλλως, καὶ μα ὁμαλά τε καὶ ἀμιγῆ κακῶν· μετὰ δ’ ὑμᾶς τε καὶ δι’ ὑμῶν καὶ ἡμῖν, οὐ μέντοι ὁμαλῶς γε ἔχοντα [194] ἔτι, οὐδ’ ἀδιάλειπτα, τῇ γε μὴν ἀεί τε ἀναλήψει αὐτῶν, καὶ τῷ ἀθανάτῳ καὶ ἡμῶν τῆς ψυχῆς, καὶ αὐτὰ ἀΐδια. Τοῦ μὲν γὰρ θειοτάτου τε ἡμῶν καὶ ὑμῖν συγγενεστάτου, τοῦ φρονοῦντος, ὑμεῖς ἐφαπτόμενοι, ἄγετέ τε ἡμᾶς ἑκάστοτε, οἷ ἂν δέοι, καὶ κατευθύνετε, ὡς οὕτω μάλιστ’ ἂν καὶ ἡμᾶς εὖ τε καὶ μακαρίως πράξοντας, ἕωσπερ ἂν καὶ ἡμεῖς ὑμῖν τε πεσθαι οἷοί τε ὦμεν, καὶ τῶν καλῶν δι’ ὑμῶν τυγχάνειν. Ἀπολειπόμενοι δ’ ἡμεῖς ὑμῶν διὰ τὴν τοῦ θνητοῦ τοῦδε κοινωνίαν, καὶ οὐκέτι ὑμῖν ἑπόμενοι, οὐδ’ ἃ δεῖ φρονοῦντες, ἐν κακοῖς τε ἤδη διὰ τὴν ὑμῶν ἀπόλειψιν γιγνόμεθα, καὶ ἁμαρτήματά τε δὴ περὶ ἡμᾶς καὶ κακίαι καὶ πονηροί τις ἕξις. Ἀλλ’ ὑμεῖς ἀναλαμβάνετέ τε αὖθις ἑκάστοτε, καὶ ἐπανορθώσαντες, εἴτε ἐκ τοῦ παραχρῆμα λογισμῶν τῶν γε ἀμεινόνων ἐπιπνοίᾳ, εἴτε δικῶν τινων πρότερον ἄλλοις ἄλλων ἐπιφοραῖς, μή οὐκ ἐκ τοῦ παραχρῆμα ν ἐνδεχομένοις τῶν λογισμῶν τοὺς ἀμείνους διὰ μοχθηροτέραν τινὰ ἕξιν, εἴτε καὶ τῇδε ἔτι μένοντας, εἴτε ἐκεῖσε οἰχομένους, τοῖς ἀγαθοῖς αὖ παντὶ τρόπῳ δίδοτε. Οὕτω γὰρ ν ὑμᾶς κολάζειν, οὕς τε ἂν καὶ ὅτε δὴ κολάζητε, ἐπανορθοῦντάς τε τὰ ἁμαρτήματα, καὶ τὰς κακίας ἑκάστοτε ἰωμένους, ὧν οὐχ οἷόν τ’ ἦν μὴ μετίσχειν τοὺς τῷ θνητῷ τῷδε κεκοινωνηκότας, ᾧ δὴ ἐνδεδήκατε, τὸ τῆς ἀθανάτου τε καὶ θνητῆς μοίρας διεστηκὸς ἐν ἡμῖν μιγνύντες, τῶν τε ντων ὑμῖν καὶ τοιούτου τινὸς ὑπὲρ εὐαρμοστίας δεομένων, ἡμᾶς τε ἐπὶ ταύτης, ἐν τῶν ὄντων τῇ παντελεῖ τῇδε πόλει, οὔτε περιέργου, οὔτε πάνυ τοι δὴ φαύλης οὔσης τῆς λειτουργίας τεταχότες. ν δὴ ὑμῖν καὶ αὐτῶν χάριν ἴσμεν, ἐπί τε εὐεργεσίᾳ κολάζουσι, καὶ τγαθὰ καὶ ἡμῖν, ος ἀθανάτους καὶ αὐτοὺς [196] τ κρείττονί τε καὶ κυριωτέρ δεδημιουργῆκατε, ἀΐδια τῇ ἀεὶ ἀναλήψει μεμηχανημένοις. Ἀλλ’, ὦ θεοὶ, τήνδε ἡμῶν τὴν ἑσπερινήν τε καὶ ἔννυχον προσέμενοι πρόσρησιν, δότε καὶ νῦν, εἴ τι τῇδε τῇ ἡμέρᾳ ἡμαρτήκαμέν τε καὶ θεσμοὺς τοὺς ὑμετέρους παραβεβήκαμεν, ἢ καὶ βίῳ τῷ πρόσθεν, εἰ ἁμαρτοῦσι μὴ ὑπῆρξέ πω ἐπανωρθῶσθαι, λύσιν τε καὶ ἐς τὸ δέον αὖθις ἐπάνοδον· γνώμας τε τὰς ἀμείνους περὶ τῶν πρακτέων παραστήσαντες, καὶ ἀγαθῶν τε καὶ κακῶν γνώμονα λόγον, τῶν προσγεγονότων ἡμᾶς κακῶν ἐκκαθήρατε. Διδοτέ τε τῶν μὲν καλῶν ἀεὶ ἐπίδοσιν ἴσχειν, τῶν δ’ ἡμαρτημένων τε καὶ ἁμαρτανομένων ὡς ταχεῖαν τὴν ἀπόλυσίν τε καὶ ἐπανόρθωσίν, ἕως τὸν ἀφ’ ὑμῶν πεπρωμένον τοῦ βίου τοῦδε χρόνον ἐκπλήσαντες, ἐς ἐκεῖνον ἀφικώμεθα τὸν βίον, τὸν ἀμείνω τε δὴ καὶ θειότατον, τοῦ τε ἐκ τοῦ θνητοῦ τοῦδε σώματος ἀπηλλαγμένον ὄχλου. Εἰ γὰρ τῆς τῶν ὅλων ἕνεκα ἐν ἡμῖν κοινωνίας τῷ θνητῷ ἡμᾶς τῷδε νδεδήκατε, ἀλλὰ καὶ χρόνον ἀπέδοτε, ἐν ᾧ τὸ θεῖον ἡμῶν καθ’ αὑτὸ ἐν τῷ μέρει ἑκάστοτε γιγνόμενον, θειοτέρας τε καὶ ἑαυτῷ μᾶλλόν τι προσηκούσης ἅψεται ζωῆς, τοῖς μὲν προαποιχομένοις συνοργιάσον, ὑμῶν δὲ τοῖς ἡμῶν ἐγγυτέρω πεφυκόσιν ἐναργέστερον συνεσόμενον, διδαχθησόμενόν τε ὑπ’ αὐτῶν ἃ δέοι, καὶ πάντα κάλλιόν τε καὶ ἄμεινον πρᾶξον, ὡς μὴ ἀεὶ κακῶν τῶν ἐκ τοῦ θνητοῦ τοῦδε ἀναπίμπλαιτο, ἀλλ’ ἔχοι τι καὶ βίῳ πολλῷ τοῦδε κρείττονι καὶ θειοτέρῳ χρῆσθαι, τά τε ἄλλα καὶ χρόνου μήκει τὸν τῇδε ο σμικρῷ ὑπερβάλλοντι· πεφυκότες γε ὑμεῖς τῶν χειρόνων τὰς [198] ἀμείνους, ἐκ γοῦν τῶν δυνατῶν, πράξεις πολυχρονιωτέρας ἀπονέμειν, καὶ ὅλως τῶν κακῶν πολὺ μείζω τγαθὰ, ὅτε περ καὶ σαφέστερόν τε καὶ μεινον τὰ ἡμέτερα αὐτῶν δώσετε εἴσεσθαι, καὶ τῶν τε πρόσθεν βίων ἑκατέρων, τῶν τε τῇδε, τῶν τε ἐκεῖ, ἐπὶ πλεῖστον μεμνήσεσθαι, συνάπτουσιν ἀλλήλοις τῇ μνήμῃ, ὧν νῦν βαθεῖά τις ἡμᾶς ἔχει λήθη, διά τε τοῦ τῇδε παρὰ τὴν πρώτην ἡλικίαν διεξεληλυθότας ποταμοῦ λήθης, ἔν τε τῇ ἄλλ ἀπό γε τοῦ θνητοῦ τοῦδε ἀχλύϊ μένοντας· τῶν τε μελλόντων ἅμα ἐναργεστέραν πρόγνωσιν ἕξειν, ἧς νῦν βραχύ τι εἴδωλον ἐκ τοῦ δαιμονίου τε καὶ ἡμῖν προσεχεστάτου ὑμῶν φύλου, καθεύδουσί τε καὶ τοῦ διὰ τῶν αἰσθήσεων ὄχλου ἀπηλλαγμένοις ἐπιπέμπεται, ἔστι δ’ οἷς καὶ ὕπαρ διὰ γνώμης θειοτέραν τινὰ ἀνάτασιν λαμβανομένοις. Ἀλλ’, ὦ μακάριοι ἥρωες, ἡ θειοτάτη τε καὶ προύχουσα τοῦ ἡμετέρου γένους φύσις, δι’ ὧν, τῷ τῇδε ἐπιδημούντων βίῳ, μεγάλων ἀρχαὶ ἀγαθῶν τῷ κοινῷ μῶν ἑκάστοτε ἐκ θεῶν ἐπιπέμπεται, χαίρετε· ὦ πρόγονοί τε ἡμῶν καὶ γονεῖς, θεῶν δὴ ἡμῖν εἰκόνες τῇ ἡμῶν τοῦ θνητοῦ αἰτίᾳ γεγονότες· ὦ σύνοικοί τε ἡμῶν καὶ σύντροφοι, ὦ φράτορές τε καὶ ἄλλοι οἰκεῖοι, εἴτε πρεσβύτεροι ἡμῶν ἐν τῷδε τῷ βίῳ γεγονότες, εἴτε καὶ νεώτεροι, ο αὐτόσε ἐς τὴν θειοτέραν τε καὶ μακαριωτέραν προαφῖχθε ἡμῶν ζωήν· ὦ ἑταῖροί τε καὶ φίλοι πάντες· ὦ πολῖται, οἵ τε ἄλλοι, καὶ οἱ τῶν κοινῶν ἡμῶν καλῶς προστάντες, οἱ δὲ καὶ τὸν τῇδε βίον ὑπὲρ τῆς τοῦ κοινοῦ τε καὶ ὁμοδόξου γένους ἐλευθερίας ἀποβεβληκότες, ἢ τῶν καθεστηκότων τε [200] καὶ εὖ χόντων σωτηρίας, ἢ οὐκ ὀρθῶς ἔστιν ὧν κεκινημένων ἐπανορθώσεως· χαίρετε τε πάντες, καὶ ἐπειδὰν ἡ ἐκ θεῶν εἱμαρμένη καὶ ἡμᾶς ὡς ὑμᾶς καλῇ, ἵλεῴ τε καὶ εὐμενεῖς ὑποδέξασθε φίλους παρὰ φίλους ὑμᾶς ἀφιξομένους. Ὦ δαιμόνων ἄλλοι τε καὶ οἱ ἡμῖν προσεχέστεροι, καὶ ἐπὶ τούτοις, Πλούτων, ἡμέτερε προστάτα, ὑμεῖς ἡμῖν τῇδέ τε, ὅπως καλοὶ κγαθοὶ γιγνοίμεθα, συλλαμβάνετε, αὐτόσε τε ἀφικομένους, ὅταν καθήκῃ, ἵλεῳ δέξασθε. πάντες, οἳ τὰ ἡμέτερα ἐφορᾶτε, Θεοὶ, τά τε ἄλλα ὅπως εὖ καὶ καλῶς πράττοιμεν, ἐπιμελεῖσθε μῶν καὶ νῦν καὶ ἀεί· καὶ τῇ κοίτῃ ἤδη, ἢν τῷ θνητῷ ἡμῶν ἀναγκαίαν ἀνάπαυλαν παρέσχετε, καθαρᾷ τε πάσης οὐκ εὐαγοῦς πράξεως καὶ κοσμί χρήσασθαι παρασκευάσατε· καθεύδουσί τε ἵλεῳ ἐπιπνεύσαιτε, καὶ τῇ ὑμετέρᾳ ὄναρ ὁμιλίᾳ ψυχαγωγήσαντες, κακῶν τε ἀπαθεῖς καὶ ἀμερεῖς ἐξαναστήσαιτε, τῆς εὐθείας τε ὁδοῦ καὶ ἐπὶ τὰ καλά τε καὶ ὑμῖν φίλα φερούσης ἐχομένους. Καὶ τά τε ἄλλα κατορθοῦν τῶν καλῶν διδοῖτε, καὶ ὑμᾶς, ὡς πρέπει, ὑμνεῖν, σὺν δ’ ὑμῖν τε καὶ ἐφ’ ὑμῖν Δία τὸν μέγαν. αὐτοπάτορ Ζεῦ· ὦ θεῶν ἀμητόρων σοι γεγεννημένων τῶν γ’ ὑπερουρανίων προσεχὲς πάτερ· ὦ τῶνδε τῶν πάντων τῶν μὲν δη προϊόντων πρεσβύτατε δημιουργέ· ὦ αὐτοκράτορ τε τῷ ὄντι καὶ αὐτοτελὲς βασιλεῦ, ὑφ’ οὗ μόνου ἀνυπευθύνου τοῖς πᾶσιν ἐφεστῶτος ἅπασα ἀρχὴ εὐθύνεται· ὦ κυριώτατε πάντων δέσποτα· σὺ μέγας τῷ ὄντι καὶ ὑπέρμεγας· καί σου τὰ πάντα τῆς δυνάμεως καὶ κλέους πλέα. Ἀλλ λαθί τε δὴ, καὶ σῶζε, γε τε σὺν τῷ παντὶ τῷδε καὶ τὰ [202] ἡμέτερα, ὅπη σοι ἄριστα ἔγνωσταί τε καὶ περὶ ἡμῶν, καὶ ἅμα πέπρωται ἐκ τοῦ παντὸς αἰῶνος. [fol. 118v.21] ἅμα πέπρωται ἐκ τοῦ παντὸς αἰῶνος. ※ καὶ ταύτης δὲ τῆς προσρήσεως ἐν τῶν ἡμερῶν ταῖς βεβήλοις μετὰ τὸ κῶλον ἐκεῖνο· ‘καὶ μάλιστα ἐπὶ ταῖς μείζοσί τε καὶ τελεωτέραις τῶν δωρεῶν, ἃς πρὸς ὑμῶν ἔσχομέν τε καὶ ἔχομεν’, ἐξαιροῦντας [fol. 119] τὸ μεταξὺ πᾶν χωρίον, ἐπάγειν· ‘ἐν οἷς δὴ ἡμῶν τῇ ψυχῇ ἐς ἀρετῆς τε καὶ τοῦ καλοῦ λόγον συλλαμβάνετε’, καὶ τὰ λοιπά, ἄχρι τῆς τῆς προσρήσεως τελευτῆς.

 

Ἑσπερινὴ ἐπὶ νηστείᾳ ἐς Δία πρόσρησις ※

 

Ζεῦ βασιλεῦ, σὺ αὐτοών τε ὢν καὶ πάντη πάντως ἀγένητος, ἕν τε εἰλικρινῶς καὶ οὐδαμῆ αὐτὸς σαυτοῦ ἕτερος, καὶ ἀγαθῶν πρεσβύτατός τε ὁμοῦ ὁ αὐτὸς καὶ ἔσχατος, οὐχ ἕτερόν τι ὢν ἔπειτα ἀγαθόν, ἀλλ’ αὐτὸ δὴ τἀγαθὸν καὶ τὸ πᾶν τόδε παραγωγός, γενητὸν μὲν τῇ αἰτίᾳ καὶ τῷ ἀπὸ σοῦ εἶναι· ὃν δ’ ἀεὶ τῷ ὅλῳ ἑαυτοῦ, καὶ οὔτ’ ἠργμένον χρόνῳ, οὔτ’ ἄν ποτε παυσόμενον· ἔτι τε ἓν μὲν ἐκ πολλῶν τε καὶ ἀλλήλοις ὁμολόγων συνεστηκός· ἄριστα δέ σοι ἐκ τῶν ἐνόντων κατεσκευασμένων ἔν τε τῇ αὐτῇ καὶ ἀρίστῃ καταστάσει, τὸν ἅπαντά σοι αἰῶνα διασωζόμενον· σὺ τέλεος ὢν τῇ ἄκρᾳ τε μονώσει καὶ τῷ μηδὲν ἐν σαυτῷ ἄμεινόν τε ἕτερον ἑτέρου καὶ χεῖρον κεκτῆσθαι, οὐδὲν δὴ ὅλως ἕτερον, ἀλλ’ ὁ αὐτὸς εἶναι αὐτὸς σαυτῷ καὶ τὸ πᾶν τόδε τέλεον τῇ πάντων τε καὶ παντοίων εἰδῶν πληρώσει, καὶ τῶν μὲν ἀμεινόνων, τῶν δ’ ὑποδεεστέρων, ἀπείργασαι καὶ ὄντως πᾶν· σὺ Ποσειδῶ, τὸν μέγαν ἐν τῷ παντὶ τῷδε, τελεώτατόν τε τῶν σαυτοῦ ἔργων, καὶ σαυτῷ ὅτι ὁμοιότατον γεγέννηκας, τήν τε τῶν ὅλων τῶνδε ἡγεμονίαν αὐτῷ ἐπιτέτραφας, οὐδ’ αὐτός, οὐδὲ τῆς ἄχρι ἐσχάτων τῶν ὄντων προνοίας ἀφιστάμενος· ὃς καὶ δύναμιν αὐτῷ τε καὶ ὅτῳ ἄλλῳ ὅμοιόν τι σχῆμα περιτέθεικας, τήν τε τοῦ ἡγεῖσθαι δίδως, ἔτι τε παράγειν, [fol. 119v] ἅττ’ ἂν καὶ δι’ αὐτῶν σοι γεγονέναι δέοι, καὶ πᾶσιν αὐτὸς περὶ γ’ εὖ ἕκαστα αὐτοῖς τῶν ἔργων τιθείς· σὺ τὸν νοητόν τε καὶ ὑπερουράνιον σύμπαντα διάκοσμον διὰ σαυτοῦ ὑπέστησας, πάντων τε καὶ παντοίων εἰδῶν τε ἀμερίστων τὴν οὐσίαν πεπληρωκώς, καὶ νῶν ἀκινήτων τῶν αὐτῶν, σύμπαντα ἅμα τε καὶ ἔργῳ τὰ ὄντα μιᾷ τῇ ἑαυτοῦ ἑκάστου νοήσει θεωροῦντος, θεῶν τούτων ἁπάντων τῇ γε θεότητι δευτέρων. ὑπὸ Ποσειδῶνι κορυφαίῳ σφῶν ἔς γε ἕνα τινὰ ὅτι κάλλιστον συνεστηκότων κόσμον, ᾧ δὴ αἰῶνα τοῦ βίου μέτρον ἀποδέδωκας· τῷ μηδὲν ἐν αὐτῷ παριὸν ἐντεθεικέναι, ἀλλ’ ἀεί τε ἐνεστηκότα, καὶ ὡσαύτως τε καὶ κατὰ τὰ αὐτὰ μένοντα ἅπαντα· σῇ διατάξει καὶ οὐρανὸς ὅδε, ὑπὸ Ποσειδῶνος ἤδη τοῦ μεγάλου, τῶν τε ἄλλων σῶν ἔργων θεῶν, εἰκών σοι τοῦ νοητοῦ τε καὶ αἰωνίου διακόσμου συνέστη, ἔκ τε ἀθανάτων καὶ οὗτος καὶ θνητῶν ἤδη συντεθείς, ἵνα σοι τέλεον τὸ σύμπαν ἀποτελεσθῇ, ἅπαντα ὁπόσα ἐς γένεσιν ἥκειν ἐνῆν ἀπειληφός· ᾧ τοῦ βίου αὖ μέτρον ὁ πᾶς τε καὶ ἄπειρος ἀποδέδοται χρόνος, αἰῶνός σοι εἰκὼν γεγονώς· οὗ δὴ ἀεὶ τὸ μὲν ἤδη οἶχεται, τὸ δ’ ἔτι μέλλει, καὶ τὸ μέν οὐκ ἔστι, τὸ δ’ οὔπω ἔστιν· ἔστι δ’ ἐν τῷ νῦν τε ἀεὶ καὶ ἀκαρεῖ, ὃ δὴ ἄλλο ἀεὶ καὶ ἄλλο γιγνόμενον, τόν τε οἰχόμενον καὶ μέλλοντα διορίζει χρόνον. σοὶ Ποσειδὼν ὁ μέγας πειθόμενος, καὶ τὸ τῶν ἄστρων θεῖον ἐν τούτῳ ὑπέστησε γένος ἐκ τοῦ ἀρίστου ψυχῆς εἴδους, καὶ σώματος τοῦ τούτῳ προσήκοντος [fol. 120] αὐτὸ συνθείς· ἐν οἷς καὶ Ἥλιον τὸν μέγαν ὑπέστησε νῷ μὲν τοῦτον θείῳ συνεζευκώς, τῶν ἐν τῷ αἰῶνί σοι γεγενημένων διακόσμῳ, τῆς γε ὅλοιν ἐν αὐτῷ τοῖν οὐσίαιν αἰωνίου τε δὴ καὶ ἐγχρόνου ἕνεκα συνδέσεως· κράτιστον δὲ τῶν ἐντὸς οὐρανοῦ θεῶν αὐτὸν ἀποφήνας, καὶ αὐτῶν τε τούτων ἡγεμόνα, καὶ τῆς θνητῆς φύσεως συμπάσης μετὰ τοῦ ταύτης ἰδίᾳ ἄρχοντός τε καὶ προστάτου Κρόνου δημιουργόν, συνεργοὺς αὐτῷ καὶ ἓξ ἄλλους πρὸς τὰ ἔργα δούς· οἷς καὶ αὐτοῖς ὁμοίαν μέν, ἴσην δ’ οὐκέτι τὴν σύστασιν ἀποδεδώκει· ὃς καὶ τὸν ἅπαντα ἡμῖν ταῖς ἑαυτοῦ ἀπείροις περιόδοις μετρῶν χρόνον οὐ παύεται ἡμέραν μὲν καὶ νύκτα τε ὁμοῦ τῇ ἑαυτοῦ ἑκάστῃ σὺν τῷ παντὶαἰθέρι περιφορᾷ περαίνων. ἡμέραν μὲν οἷς ἂν ὑπὲρ γῆν ἑκάστοτε γίγνηται, φῶς ταῖς ὄψεσιν ὅτι πλεῖστόν τε παρέχον καὶ κάλλιστον, νύκτα δ’ οἷς ἂν ὑπὸ γῆν, ἀμοιβαδὸν μὲν παραχωροῦντε ἀλλήλοιν ταῖς δ’ αὐξήσεσί τε καὶ μειώσεσι, τὸ ἴσον ἑκάστοτε ἐν κόσμῳ, ἀφαιροῦντέ τε ἀλλήλοιν καὶ προστιθέντε ἐν τῷ μέρει. μῆνα δὲ τῇ ἑαυτοῦ τε καὶ Σελήνης συνόδῳ ἑκάστῃ, ἣν Ἡλίου δὴ τούτου δευτέραν τῇ δυνάμει, ὁ τούτων σοι δημιουργὸς συνέστησε·φῶς τι δεύτερον αὐτήν τε παρ’ αὐτοῦ λαμβάνουσαν, καὶ ἡμῖν νύκτωρ ἑκάστοτε φαίνουσαν, ὁπόσον τέ τι καὶ ὁπότε, ἡνίκα τε ἂν αὐτῇ καθηκῇ. ἐνιαυτὸν δέ, τῇ ἑαυτοῦ περὶ τὸν ζωοφόρον τε καὶ λοξὸν ἑκάστῃ περιόδῳ· ᾗ καὶ τὰς ὥρας, τῷ προσάγειν τε ἡμῖν καὶ ἀπάγειν, εὖ πως καὶ ἐν κόσμῳ παρέχεται·σοῖς θεσμοῖς, ὁ σὸς οὗτος παῖς πρεσβύτατος Ποσειδών, τῆς [fol. 120v] τε τοῦδε τοῦ οὐρανοῦ δημιουργίας ἡγούμενος, καὶ τὸ δαιμόνων ἐν αὐτῷ ὑπέστησε φῦλον, τοῦ τε τῶν ἄστρων καὶ ἡμῶν ἤδη μεσεῦον, ἔσχατόν τε τοῦτο θεῶν φῦλον γεγεννηκώς· μετὰ γὰρ ταῦτα τῶν θεῶν τὰ γένη, σῇ προνοίᾳ ὁ αὐτὸς Ποσειδὼν καὶ ψυχὰς τὰς ἡμετέρας ἐν τῷ αὐτῷ οὐρανῷ μεθόριόν τι τῶν τε ἀϊδίων καὶ ἅμα ἐνδελεχέσιν ἀεὶ τοῖς ἀγαθοῖς χρώμενον παντοδαπῶν θεῶν γενῶν, τῶν τε πάμπαν ἐπίκηρον ὑπέστησεν· ἀϊδίους μὲν καὶ αὐτάς, καὶ ἀγαθοῖς παραπλησίοις μέν πως τοῖς τῶν θεῶν, οὐκέτι δ’ ἐνδελεχέσι χρωμένας, ἀλλ’ ἀποβλήτοις τε καὶ ἀναληπτοῖς αὖ, καὶ ὅλως διαλείπουσιν, ἐπεί σοι ἔδει καὶ τοιούτου τινὸς ἐν τῷ παντὶ τῷδε εἴδους, ἵνα πλῆρές τέ σοι καὶ τέλεον ἱκανῶς ἀποτελεσθῇ. ἔτι δέ, ἕν τε καὶ αὑτὸ πρὸς αὑτὸ ἡρμοσμένον, οὐ πλεῖστον τῶν γενῶν ἀλλήλων διεστηκότων, ἀλλὰ κατὰ σμικρὸν ὑπαλλαττόντων καί πη καὶ ἀλλήλοις ἐν τοῖς μέσοις ἑαυτῶν κοινωνούντων· οἷαί σοι καὶ αἱ ἡμέτεραι αἵδε ψυχαὶ συστῆσαι, καὶ τοῖς θνητοῖς τοῖσδε σώμασιν ἔνδεται γεγόνασι, τό τε ἀθανάτου τε καὶ θνητῆς μοίρας διεστηκός, ἐν ἡμῖν συνάγοντί τε καὶ ἐς ταυτόν τι συνδοῦντι· ὡς μηδὲ ταύτῃ ἔτι τὼ φύσεε διεστηκοίτην, ἀλλὰ γίγνοιτό τις αὐτῶν καὶ μῖξις· τῶν ἀθανάτων τοῦ τοῖς θνητοῖς προσεχεστάτου, διὰ τῶν ἀγαθῶν τὴν οὐκ ἐνδελεχῆ μετουσίαν, τοτὲ μὲν ἐς θνητὸν ἐνδουμένου σῶμα, τοτὲ δ’ αὖ ἀπαλλαττομένου τε καὶ καθ ̓ αὑτὸ βιοῦντος. καὶ τούτου οὕτω ἀμοιβαδὸν ἀεὶ τὸν ἅπαντά τε καὶ ἄπειρον χρόνον χωροῦντος, ὥσπερ καὶ μόνως τὸ τοιοῦτον [fol. 121] συμβαίνειν, οἷόν τ’ ἦν. ἐνταῦθα σὺ ἡμᾶς τοῦδε τοῦ παντὸς διὰ Ποσειδῶνός τε καὶ τῶν σῶν μακαρίων παίδων θεῶν τέταχας, ᾗ καὶ ἀγαπῶμεν χώραν· καί σοι χάριν ἅπασαν, ὅσην οἷοί τ’ ἐσμέν, ἴσμεν· τῶν τε ἄλλῶν πάντων τε καὶ παντοίων ἀγαθῶν, ἅ γε ἡμῖν δεδώρησαί τε καὶ δωρῇ ἑκάστοτε, καὶ μάλιστά τε καὶ διαφερόντως, ἧς καὶ ἡμῖν μεταδέδωκας θειότητος· ἐπεὶ καὶ ἅ γε ἡμῖν διὰ τὴν τοιαύτην χώραν ἁμαρτάνεται τούτων ἐπανόρθωσιν αὖ ἑκάστοτε, καὶ ἐς τὰς τῇ θειότητι ἡμῶν προσηκούσας πράξεις ἐπάνοδον προσένειμας· καὶ νῦν, τῇδε τῇ ἡμέρᾳ, ἣν μεθόριον μηνός τε οἰχομένου καὶ νέου αὖ ἱσταμένου ἄγομεν, ἀλλήλοιν τοῖν θεοῖν συνιόντοιν, πρὸς δέ, καὶ ἐνιαυτοῦ, τοῦ μὲν τελευτῶντος, τοῦ δὲ ἀρχομένου, ἄρτι Ἡλίῳ τετραμμένῳ τε τὰ χειμερινά, καὶ τὴν ἡμέραν ἡμῖν ἐξ ἐλαχίστης γεγονυίας αὖθις αὔξοντι, τῆς σελήνης συνιούσης, ταύτῃ τῇ ἡμέρᾳ ἐπίσκεψίν τινα ἡμῶν τε αὐτῶν πεποιημένοι καὶ τῶν ἤδη ἡμῖν βεβιωμένων, τῶν τε ἡμαρτημένων τε καὶ ἐλλελειμμένων τε δὴ καὶ πεπλημμελημένων ἡμῖν κατεγνωκότες, λύσιν τε αὐτῶν αἰτοῦμεν, καὶ ἡμῶν αὐτῶν ἐπανόρθωσιν. τὴν οὖν ἑσπερινὴν τήνδε ἡμῶν προσευχὴν προσέμενος, τήν τε ἐς γόνατα κλίσιν, καὶ νηστείαν πανήμερον, ἃ δὴ ἡμῖν αὐτοῖς σύμβολα, ἔρωτός τε τοῦ ἐς σέ, καὶ δουλείας πασῶν δικαιοτάτης τε ὁμοῦ καὶ τοῖς δουλεύουσι συμφορωτάτης τιθέμεθα, λῦσον μὲν τῶν δι’ ἀφροσύνην προσγεγονότων ἡμῖν κακῶν, ἀγαθῶν δέ, τά τε παρόντα ἐμπεδῶσιν τά τε μὴ παρόντα, προσήκοντα δέ πη πρόσθες· λόγον ὀρθόν, καὶ [fol. 121v] ἀγαθῶν τε καὶ κακῶν γνώμονα, διὰ θεῶν, οἷς σοι τὰ τοιαῦτα ἐπιτέτραπται, παριστὰς ἡμῖν· ὃς δὴ κράτιστος μὲν ἁμαρτημάτων τε καὶ ψυχῆς κακίας καθαρτής, κράτιστος δ’ ἀγαθῶν ποριστής τε καὶ φύλαξ· καὶ δίδου σὺν τῶν ἡμερῶν τε καὶ μηνῶν καὶ ἐνιαυτῶν ταῖς περιόδοις τῶν μὲν καλῶν ἐπίδοσιν ἑκάστοτε ἴσχειν, τῶν δ’ ἡμαρτημένων τε καὶ ἁμαρτανομένων ὡς ταχεῖαν τὴν ἀπόλυσίν τε καὶ ἐς τὸ δέον αὖθις ἐπάνοδον. ἐπεὶ οὔδ’ ἔστιν ἀναμαρτήτους πάμπαν διατελεῖν, τοιαύτην τινὰ τὴν φύσιν εἰληχότας, ἀλλ’ ὡς ἐλάχιστα μὲν διαμαρτάνειν, ὡς τάχιστα δ’ ἐπανορθοῦσθαι, καὶ καθορθοῦν ὡς πλεῖστα τε καὶ μέγιστα εὐχόμενα, εἰδότες ἐν τῇ τε ἀρετῇ καὶ τῷ καλῷ τὸ εὔδαιμόν τε καὶ μακάριον καὶ ἡμῖν ἀποδεδομένον, ἕως τὸν ἀπὸ σοῦ πεπρωμένον τοῦ βίου τοῦδε χρόνον ἐκπλήσαντες, ἐς ἐκεῖνον ἀφικόμεθα τὸν βίον, τὸν ἀμείνω τε δὴ καὶ θειότερον, τοῦ τε ἐκ τοῦ θνητοῦ τοῦδε σώματος ἀπηλλαγμένον ὄχλου. εἰ γὰρ καὶ τῆς τῶν ὅλων ἕνεκα ἐν ἡμῖν κοινωνίας σοῖς θεσμοῖς τῷ θνητῷ τῷ τῷδε ἐνδεδέμεθα, ἀλλὰ καὶ χρόνος ἡμῖν ἀποδέδοται, ἐν ᾧ τὸ θεῖον ἡμῶν καθ’ αὑτὸ ἐν τῷ μέρει ἑκάστοτε γιγνόμενον, θειοτέρας τε καὶ ἑαυτῷ μᾶλλόν τι προσηκούσης ἅψεται ζωῆς· τοῦ μὲν ὁμοφύλου τοῖς προαποιχομένοις, ὧν καὶ νῦν γε δὴ ἐνθένδε ὡς ἕκαστος μνείαν τινὰ ποιούμεθα, συνοργίασον·θεῶν δὲ τοῖς ἡμῶν ἐγγυτέρω πεφυκόσιν ἐναργέστερον συνεσόμενον, διδαχθησόμενόν τε ὑπ’ αὐτῶν, ἃ δέοι, καὶ πάντα [fol. 122] κάλλιόν τε καὶ ἄμεινον πρᾶξον· ὡς μὴ ἀεὶ κακῶν τῶν ἐκ τοῦ θνητοῦ τοῦδε ἀναπίμπλαιτο, ἀλλ’ ἔχοι τι καὶ βίῳ πολλῷ τοῦδε κρείττονι καὶ θειοτέρῳ χρῆσθαι· τά τε ἄλλα, καὶ χρόνου μήκει τὸν τῇδε οὐ σμικρῷ ὑπερβάλλοντι· ἅτε πεφυκότος σου τῶν χειρόνων τὰς ἀμείνους ἐκ γοῦν τῶν δυνατῶν πράξεις πολυχρονιωτέρας ἀπονέμειν, καὶ ὅλως τῶν κακῶν πολὺ μείζω τἀγαθά·ἀλλ’ ἐκεῖσε μὲν ἡμῖν, ὦ δέσποτα, ἀφικομένοις, δέσποτα τῶν ἁπάντων, ἐπειδὰν καὶ ἡμῖν καθήκῃ, δοίης ἡρώων τε τοῖς ἐκεῖ, ἱλέῳς τε καὶ εὐμενέσι συμμῖξαι, τῇ θειοτάτῃ τε καὶ προυχούσῃ τοῦ ἡμετέρου γένους φύσει· δι’ ὧν τῷ τῆδε ἐπιδημούντων βίῳ, μεγάλων ἀρχαὶ ἀγαθῶν τῷ κοινῷ ἡμῶν ἐκ σοῦ ἑκάστοτε ἐπιπέμπονται, ἔτι τε προγόνοις τε καὶ γονεῦσι· σοῦ τε ἡμῖν καὶ θεῶν εἰκόσι, τῇ ἡμῶν τοῦ θνητοῦ αἰτίᾳ γεγονόσι, συνοίκοις, συντρόφοις οἱστισινοῦν φράτορσιν· ἄλλοις οἰκείοις, οἳ ἂν ἐς τὴν θειοτέραν τε ἐκείνην ζωὴν καὶ μακαριωτέραν προαφιγμένοι τύχωσιν ἡμῶν, ἔτι ἑταίροις τε καὶ φίλοις πᾶσι πολιτῶν τε τοῖς τε ἄλλοις καὶ τοῖς τῶν κοινῶν ἡμῶν καλῶς προστᾶσι τοῖς δὲ καὶ τὸν τῇδε βίον ὑπὲρ τῆς τοῦ κοινοῦ τε καὶ ὁμοδόξου γένους ἐλευθερίας ἀποβεβληκόσιν, ἢ τῶν καθεστηκότων τε καὶ εὖ ἐχόντων σωτηρίως, ἢ οὐκ ὀρθῶς ἐστιν ὧν κεκινημένων ἐπανορθώσεως, τούτων τοῖς καλοῖς κἀγαθοῖς καὶ ἡμᾶς συντάξαις, καὶ συνεορτάζειν τε καὶ σύμπαντι γυρίζειν δοίης ὑπὸ Πλούτωνί τε τῷ ἡμετέρῳ προστάτῃ, καὶ τῶν ἄλλων θεῶν τοῖς ἡμῶν ἐπιμεληταῖς. ἑορτῶν τε καὶ πανηγύρεων [fol. 122v] τὴν καλλίστην καὶ θειοτάτην τὴν τῶν τε ὄντων, καὶ σοῦ τοῦ πρεσβυτάτου τῶν πάντων αἰτίου ἐναργεστέραν θεωρίαν.ἐν δὲ τῷ παρόντι δοίης, τῶν γε ἡμαρτημένων λελυμένους, πρῶτα μὲν καθαρούς τε καθαρῶς· καὶ σοί τε καὶ παισὶ τοῖς σοῖς θεοῖς ἀρεστῶς, τήνδε τὴν ἱερουργίαν ἁγιστεῦσαι, καὶ ἔπειτα ἀπὸ ταύτης γενομένους δεῖπνόν τε κοσμίως ἑλέσθαι, καὶ κοίτην ἀμόλυντόν τινα καταδαρθεῖν, ἀναγκαιοτάτω πρὸς τὴν τοῦ θνητοῦ ἡμῶν τοῦδε <σώματος> ἐς τὸν ἀπονενεμημένον αὐτῷ χρόνον σωτηρίαν πράξεις· καὶ ὀνείρων τε ἀφ’ ὑμῶν ἐπιπέμψει ὑπὲρ τῶν ἡμῖν ἂν συμβησομένων ἐνίων ψυχαγωγηθέντας, κακῶν τε ἐξαναστάντας ἀπαθεῖς, ὁσίους ὁσίως σοι ἑορτάσαι·καὶ μῆνά τε τόνδε καὶ ἐνιαυτόν, οὗ ἐπιβαίνομεν, καὶ τὸν λοιπὸν βίον ἀμέμπτους κατὰ δύναμιν, καὶ ᾗ σοι φίλον ὡς μάλιστα διελθεῖν. τά τε ἄλλα κατορθοῦν τῶν καλῶν, καὶ θεούς τε σοὺς παῖδας, ὡς πρέπει, σεβομένους, δι’ ὧν σοι, ᾗ προσήκει, τὰ ἡμέτερα κατακοσμεῖται, καὶ σὲ ἐπεὶ τὸν τῶν ὅλων ὑμνοῦντας ἀρχηγέτην ὦ αὐτοπάτορ Ζεῦ, ὦ θεῶν ἀμητόρων σοι γεγεννημένων τῶν γ’ ὑπερουρανίων προσεχὲς πάτερ· ὦ τῶνδε τῶν πάντων, τῶν μὲν ἀμέσως, τῶν δὲ διὰ τούτων, τῶν γε ἐκ σοῦ ἤδη προϊόντων πρεσβύτατε δημιουργέ· ὦ αὐτοκράτορ τε τῷ ὄντι καὶ αὐτοτελὲς βασιλεῦ· ὑφ’ οὗ μόνου ἀνυπευθύνου τοῖς πᾶσιν ἐφεστῶτος ἅπασα ἀρχὴ εὐθύνεται· ὦ κυριώτατε τῶν πάντων δέσποτα· σὺ μέγας, μέγας τῷ [fol. 123] ὄντι καὶ ὑπέρμεγας· καὶ σοῦ τὰ πάντα τῆς δυνάμεως καὶ κλέους πλέα· ἀλλ’ ἵλαθί τε δή, καὶ σῶζε· ἄγε τε σὺν τῷ παντὶ τῷδε καὶ τὰ ἡμέτερα, ὅπη σοι ἄριστα ἔγνωσταί τε καὶ περὶ ἡμῶν, καὶ ἅμα πέπρωται ἐκ τοῦ παντὸς αἰῶνος. ※

 ταύτην τὴν πρόσρησιν ἔν γε ταῖς ἄλλαις ἁπάσαις ἕναις τε καὶ νέαις καὶ νηστείαις, πλὴν τῆς μηνὸς νέου ἡγουμένης, ἐξαιροῦντας τὸ περὶ ἐνιαυτοῦ, τοῦ μὲν τελευτῆς, τοῦ δ’ ἀρχῆς ὅλον κῶλον, καὶ ἔτι τοῦ κώλου ἐκείνου, καὶ μῆνά τε τόνδε καὶ ἐνιαυτόν, οὗ ἐπιβαίνομεν, τὴν τοῦ ἐνιαύτου φάσιν, οὕτω διεξιέναι. ἐν μέντοι τοῖν δυοῖν μηνὸς τοῦ τελευταίου νηστείαιν, τοῖν πρὸ τῆς ἕνης τε καὶ νέας, καὶ ὅλον τε τοῦτο τὸ κῶλον ἐξαιρεῖν, καὶ ἔτι πρότερον τὸ περὶ τῆς μεθορίου τοῖν μηνοῖν ἡμέρας. ※ αὗται προσρήσεις ἐς θεοὺς μέτριοι ἔστων, ὧν κυριωτάτη μὲν τῶν δειλινῶν ἡ τρίτη ἡ ἐς τὸν βασιλέα Δία· μεθ’ ἣν ἡ ἐπὶ νηστείᾳ αὕτη ἑσπερινὴ ἡ ἐς Δία, εἶθ’ ἡ ἑωθινή, εἶθ’ ἡ καθημερινὴ ἑσπερινή, εἶθ’ ἡ πρώτη τῶν δειλινῶν, ἔπειθ’ ἡ τῶν δειλινῶν δευτέρα. ※

 

———

[202 cont.]

 

λεʹ. μνοι ἐς θεούς.

 

Ὕμνος πρῶτος διετήσιος, ἐς Δία.

 

Ζεῦ πάτερ, αὐτοπάτορ, πρέσβιστέ τε δημιοεργέ,

Παγγενέτορ βασιλεῦ, πανυπέρτατε, ἔξοχε πάντων,

Παγκρατὲς, αὐτοεόν τε, καὶ αὐτοὲν, αὐτό τε ἐσθλόν·

Ὃς τάδε σύμπαντ’ ἐξ αἰῶνος ἀπειρεσίοιο,

ππόσα μὲν μείζω αὐτὸς, διὰ δ’ αὐτέων τλλα

Γείναο, οἷά τε ἠδ’ ἐφ’ ὅσον ἐνέην γε ἄριστα·

Ἵλαθι, σῶζε, ἄγων σὺν τοῖσιν λοισι καὶ ἄμμε

Σῶν διὰ παίδων αἰὲν ἀγαυῶν, οἷς ἐπέτρεψας,

σοι καὶ τὰ καθ’ ἡμέας, οἷ’ ἄρ’ ἔδει, πέπρωται.

 

Ὕμνος δεύτερος, διετήσιος καὶ οτος, ὁ ἐς θεούς.

 

Αὐτοεόντος παγγενέταο Ζηνὸς ἀγαυοὶ·

Παῖδες ὕπαρχοί θ’, οἵ τε ξὺν δίκῃ ἡγεῖσθ’ ἡμέων·

Μὴ ὑμέας ποτ’ ἀγοὺς ἄμμες λῆξαιμεν ἔχοντες,

Μηδὲ νόμοισι χρεώμενοι ὀρθοῖς, ἠδὲ φίλοισιν

μμιν, καδδύναμιν, μούνοις τε εὖ μμε τιθεῖσιν. [204]

Ἀλλά τοι, ὦ θεοὶ, ἡνίοχον νόον θύνοντες

Ἀμμὸν, ὃν μμιν ὁμόγνιον μμες ἐφιδρύκατ’ ἄμμιν,

Τῇ τ’ ἄλλῃ εὖ τὸν βίοτον διάγεν παρέχοιτε,

Καὶ δὲ Δί’ ἔσχατον μνεῖεν σύν γ μμι διδοῖτε.

 

 Ὕμνος τρίτος, ἐπιμηνίων πρῶτος, ἐς Δία.

 

Ζεῦς μέγας, ὄντως Ἰανὸς, αὐτοπάτωρ, προπάτωρ τε

Πάντων, τῶν ὁπόσοις τὸ ἐὸν τελέει γένεσίς τε,

Οὐ μὴν ἐξ ὑπογυίου αὐτέων γ’ οὐδὲν ἐοργώς,

Ἀλλ’ ἐξ ὅσσου πέρ τε καὶ αὐτὸς ἔην, ἐκ τόσσου

Καὶ τάδ’ ὁμοΐια ῥέζων, οὔποτ’ ἐών γ’ ἂν ἀεργός,

Οὐδέ κεν σσον τῆς γε ἑῆς δυνάμεως εὖ ἔρδων,

οἱ καὶ ἔδει, αὐτὸ ὅ ἐστ’ ἐσθλὸν τελέθοντι.

, ὦ Ζεῦ παμμεδέων βασιλεύτατε· ὠὴ,

μάκαρ ἄκρως· ὠὴ, ἀφειδὲς δῶτερ ἐάων.

 

Ὕμνος τέταρτος, ἐπιμηνίων δὲ δεύτερος, ἐς Ποσειδῶ.

 

μέγ’ ναξ, Διὸς υἱὲ πρεσβυγένεθλε, Πόσειδον,

Συμπάσης τῆσδ’ ἀγλαΐῃ προύχων σθένεΐ τε,

Ὁππόση ἐκ Διός ἐστι γένεσσις, τῆς τε καὶ φι

Ἀρχέμεν ἠδὲ ἀνάσσεν δεύτερος ἐκ πατρὸς ἔσχες,

ς τ’ αὖ ἔξοχος ὅσσῳ ἀπείρῳ ἐστὶ προπάντων,

Οὕνεχ’ ἄρ’ οἷος ἐόντων πάμπαν ἔστ’ ἀγένητος.

Σοὶ μὰν καὶ τόνδ’ οὐρανὸν εὐρέα, πατρὸς ἐφετμαῖς, [206]

Τεῦξαι ὑπῆρξεν, ἐν ᾧ δή σοι κμμες γεγάαμεν·

Τοῖσιν ἂρ’ ἤπιος αἰὲν ἰδ’ ἵλαος, ὦ πάτερ, εἴης.

 

μνος πέμπτος, ἐπιμηνίων δὲ τρίτος, ἐς ραν.

 

ρα, πρέσβα θεὰ, θύγατερ Ζηνὸς μεγάλοιο,

Τῆς τε Ποσειδάων πόσις, ὅς ῥ’ ἔστ’ αὐτὸ ὅ ἐστιν

Καλὸν, μῆτερ μέν τε θεῶν, τοὶ οὐρανοῦ ἐντὸς,

Ἠδ’ ὕλης παραγωγὲ, ἕδρης τοῖς τῇδ’ εἴδεσσιν,

Δυνάμεώς τε δότειρα προπάσης, ἢ μέν τ’ ἄλλης,

δέ θ’ εἰς ἀρετὴν φέρει ἀγλαΐην τε ἅπασαν,

Τῇ τε νόμους συνάγεις, ἐξ ὧν τοι τοῖσιν ὅλοισιν

Πληθὺς, ἀϊδιότης θ’ ἅμα ἐγγέγαεν· σὺ καὶ ἄμμιν

Εὖ βιόεν δίδου, ἔς ’ ἀρετὴν ἵλεως προφέρουσα.

 

μνος ἕκτος, ἐπιμηνίων τέταρτος, ἐς θεοὺς τοὺς Ὀλυμπίους.

 

να Ποσείδαον, μεγάλοιο, Δις πα ριστε,

ς τε προπάσης τῆσδε γενέσσιος ἐκ πατρὸς ἡγέαι·

Σύ θ’, ρα, τεῦ ἁγν δάμαρ, ἐσθλή τ’ αὖ βασίλεια·

πολλόν τε καὶ Ἄρτεμι, καί ῥ’ φαιστ’, ἰδὲ Βάκχε,

Καὶ Ἀθήνη, ἑπτὰ θεοὶ τοὶ κρέσσονές ἐστε

Τῶν ἄλλων πάντων μετ’ ἄρ’ ἔξοχον ὑψιμέδοντα·

Ἄλλοι θ’, οἵ ῥα λυμπον ναίετε, τῶνδέ τε τῇδε

Ἀθανάτων πατέρες καὶ δ’ ἡμέων ἐν τούτοισιν

Ἐστὲ, ἵλαοι ἄρ’ εἴητ’ ἄμμιν εὐμενέες τε. [208]

Ὕμνος ἕβδομος, ἐπιμηνίων πέμπτος, ἐς Ἀπόλλωνα.

 

ναξ Ἄπολλον, φύσεως τῆς τατοῦ ἑκάστης

Προστάτα ἠδ’ γῆτορ, ὃς ἄλλα τε ἀλλήλοισιν

Εἰς ἓν ἄγεις, καὶ δὴ τὸ πὰν αὐτὸ, τὸ πουλυμερές περ

Πουλύκρεκόν τε ἐὸν, μιῇ ἁρμονίῃ ὑποτάσσεις·

Σύ τοι ἔκ γ’ μονοίης καὶ ψυχῇσι φρόνησιν

δὲ δίκην παρέχεις, τά τε δὴ κάλλιστα ἐάων,

Καὶ ῥ’ ὑγίειαν σώμασι, κάλλος τ’ ἂρ καὶ τοῖσιν·

Σὺ δὴ καὶ ἵμερον θείων καλλῶν δίδου αἰὲν,

ναξ, ἡμετέρῃσι ψυχαῖς· ὠ παιάν.

 

Ὕμνος ὄγδοος, ἐπιμηνίων ἕκτος, ἐς Ἄρτεμιν.

 

νασσ’ Ἄρτεμι, φύσεως τῆς θατέρου γέαι

Προστατέεις τε· παρειληφυῖα γὰρ ἓν τε τὸ σύμπαν,

Εἶτ’ ἐς τοσχατον ἄλλῃ καὶ ἄλλῃ διακρίνεις

Ἐς μὲν πλείω εἴδεα, ἐς δέ θ’ ἕκαστ’ ἐξ εἰδέων,

κ τε ὅλων α ἐς μέρε’ ἄρθρα τε· σὺ καὶ ψυχαῖς

κ τῆς πρὸς τὸ χέρειόν σφων διακρίσιος ἀλκὴν

Σωφροσύνην τε διδοῖς, ἰσχύν τ’ α ἀρτεμίην τε

Σώμασιν. Ἀλλ’, ὦ πότνα, φυγὴν σὺ ἑκάστοτε αἰσχρῶν

μμι διδοῦσα, πολύπτωτον βίον ρθοε ἀμμόν. [210]

 

μνος ἔνατος, ἐπιμηνίων ἕβδομος, ἐς θεοὺς τοὺς οὐρανίους.

 

τοῦδ’ οὐρανοῦ ναξ λιε, ἵλαος εἴης,

Ἵλεως καὶ σὺ, Σελήνη, εἴης πότνια ἱρὴ,

Φωσφόρε τ’, δὲ Στίλβων, ἀγλαὼ ἠελίοιο

Αἰὲν ὀπάονε, μμες τ’, ὦ Φαίνων Φαέθων τε

Καὶ Πυρόεν, τοὶ πάντες ὕπαρχοι ἠελίοιο

Ἐστὲ ἄνακτος, καὶ τά τοι ἀμφὶ προνοίην ἡμέων

Κείνῳ, οὗ κε δέοι, συμπρὴσσετε· ὑμνέομεν δὴ

μμε καὶ ἄμμες, ἀγαυοὺς ἡμείων μελεδωνούς,

λλα θ’ ἅμ’ ἄστρα, προϊστορίῃ γε ἀφειμένα θείῃ.

 

μνος δέκατος, ἐπιμηνίων ὄγδοος, ἐς Ἀθηνᾶν.

 

Ἀθήνη ἄνασσα, εἴδεος οὐδαμᾶ ὕλης

Χωριστοῖο προστατέεις δ ἡγέαι, αὐτὴ

Τουτέω δημιοεργὸς ἐοῦσα μετ’ εὐρυάνακτα,

Ἐκ σέθεν εἶδος παν προέχοντα, Ποσειδάωνα·

τε κινήσιος ὤσει γιγνομένης συμπάσης

Ατίη ἐσσὶ, τά κεν περίεργα προσγίγνοιτο,

Αὐτὴ ἑκάστων ἐξωθεῦσα· ἀτὰρ καὶ ἀφ’ ἡμέων,

Ἤν τι ἑκάστοτε πλημμελὲς ἀφραίνουσι πελάζῃ,

Ὦ θεὰ, σὺν νόῳ θυμὸν ἐγείρουσ’ ἔς δέον ἀμμόν.

 

Ὕμνος ἑνδέκατος, ἐπιμηνίων ἔνατος, ἐς Διόνυσον.

 

Βάκχε πάτερ, ψυχῶν λογικῶν γενέτορ πασάων,

σσαι οὐράνιαι, ὅσσαι τ’ αὖ δαιμόνιαί γε, [212]

σσαι θ’ ἡμέτεραι, μετ’ ἄνακτα Ποσειδάωνα·

στε κινήσιος ἐσθλοῦ ἑλκομένης γε ἔρωτι,

Ἠδ’ ἀναγωγῆς τῆς ἐπὶ λώϊον αἴτιος ἐσσί·

Σὺ καὶ ἄμμι δίδου ἀγαθῆς ἀπολειπομένοισιν

Θειοτέρης τε ἑκάστοτε πρήξιος, ἄφρονι γνώμῃ,

Αψά που ἐπὶ ταύτην σὺν νόῳ αὖ ἀνάγεσθαι,

Μὴ ἐσθλῶν πέρι ἄμμε ἐῶν ἐπὶ δηρὸν ἀφραῖνεν.

 

Ὕμνος δωδέκατος, ἐπιμηνίων δέκατος, ἐς Τιτᾶνας.

 

Τὸν θνητῆς φύσεως συμπάσης δημιοεργὸν,

Εἶ’ ἄγεθ’, ὑμνήσωμεν ἄνακτα Κρόνον, Διὸς υἷα,

Πρεσβύτατόν θ’, ὁπόσοι νόθοι ἐκ Διὸς ἄλλοι ἔασιν

Ταρτάριοι Τιτῆνες, τούς ῥα καὶ αὐτοὺς σὺν τῷ

Ὑμνείωμεν, πάντας ἀρ’ ἐσθλοὺς, νόσφι τε κηρῶν,

Θνητῶν ἠδ’ ἐπικήρων περ γενετῆρας ἐόντας·

Ἀφροδίτην τε δάμαρτα Κρόνου δὴ τουτέω ἱρήν,

Πᾶνά τε θηρῶν ἀρχὸν, φυτῶν τ’ αὖ Δήμητραν,

Θνητοῦ θ’ ἡμετέροιο Κόρην, ἄλλους τε πρόπαντας.

 

Ὕμνος τρισκαιδέκατος, ἐπιμηνίων ἑνδέκατος, ἐς φαιστον.

 

Ἥφαιστ’ ἄναξ, ὅς τε θεῶν ὑπερουρανιώνων,

σσοι Ὀλύμπιοι, ὅσσοι Ταρτάριοι θ’ ἅμα, γέαι

Προστατέεις τε, μετ’ εὐρυάνακτα Ποσειδάωνα,

Τοῖσιν καὶ χώρην τε νέμεις ἕδρην τε ἑκάστῳ·

ς στάσεως ἐν ταυτῷ, τῷ θ’ ὁλῳ αἴτιος ἐσσὶ, [214]

Ἠδέ θ’ ἑκάστοις, τοῖσιν ἀϊδιότητα πορίζες

Αὐτὸς ἄρ’, ἠὲ Ποσειδῶν, πατρὸς ἑοῦ διὰ βουλάς·

Σὺ φρούρει καὶ ἄμμε, διδοὺς μάλα δὴν καλῇσιν

Ἐν πρήξεσσιν ἑκάστοτε μίμνεν γιγνομένοισιν.

 

Ὕμνος τεσσαρεςκαιδέκατος, ἐπιμηνίων δωδέκατος, ἐς δαίμονας.

 

Ἀθανάτοισι σὺν ἄλλοις καὶ τούς γε προσεχῆας

μμιν τούτους ὑμνήσωμεν δαίμονας ἁγνοὺς,

Τοί ῥα θεοῖς τὰ πρὸς ἡμέας ἄλλοις θειοτέροισιν

Εὖ μάλ’ ὑπηρετέοντες, συχνὰ ἰδ’ σθλὰ ἅπαντα

μμι διδοῦσι, τὰ δὴ ἔς γε σφέας ἐκ Διὸς αὐτοῦ

Χωρέει πάντα, θεῶν διὰ τῶν ἄλλων κατιόντα·

νθεν τοι καὶ ἡμέας, οἱ μὲν καθαίροντες,

Οἱ δ’ ἀνάγοντες, τοὶ δὲ φρουρεῦντες, σώζουσιν,

Ῥεῖα μάλ’ ὀρθοῦντες νόον· ἀλλ’ ἵλεῳ εἴητε.

 

Ὕμνος πεντεκαιδέκατος, ἐπιμηνίων τρισκαιδέκατος, ἐς σύμπαντας θεούς.

 

Ζεῦ ὕψιστε, θεῶν ὅς τ’ ἔξοχος ἐσσὶ προπάντων,

Δημιοεργὸς ν πρέσβιστος [παγ]γενέτωρ τε·

Ὕμμες τ’, ὦ πάντες θεοὶ, ὅσσοι Ὀλύμπιοί ἐστε,

σσοι Ταρτάριοί θ’, ἠδ’ οὐράνιοι, χθόνιοί τε·

Διδοῖτ’, εἴ τις ἁμαρτὰς δεινὴ, ἀτάσθαλά τ’ ἔργα,

Ἄμμι καθηραμένοισιν, ἀμύμοσιν μμι πελάζεν,

κε μάκαρ χμῖν γίγνοιθ’ ὀ βίος· καί ῥ’, ὦ Ζεῦ, [216]

Σὺ ἐπὶ πᾶσιν, ς ἂρ πάντων κυριώτατος ἐσσὶ,

Πρώτιστόν θ’ ὡυτὸς τελέθων, πύματόν θ’ ὁμοῦ ἐσθλόν,

 

Ὕμνος ἑκκαιδέκατος, ἱερῶν δὲ πρῶτος, ἐς Δία.

 

Ζεῦς οἷος πάμπαν ἀγένητός τ’ αὐτοεών τε,

Παγγενέτωρ δέ τε, παμμεδέων θ’, ὃς πάντα οἷ αὐτῷ,

Ἐγκρύπτων καθ’ ἓν, οὐδέ τι χωρὶς, ἕθεν γε ἕκαστ’ ἄν

Ἐκπροΐησι διακριδὸν, ἕν τι καὶ οὕτω ὅλον γ’ αὖ

Τοὖργον συντελέων, πάμπληρες κάλλιστόν τε

Εἰς ἐνῆν, ἅτε ἓν καὶ πάγχυ ἐὼν φθόνου ἐκτός.

Ἀλλ’, Ζεῦ, σὺ καὶ ἄμμε τεῶν παίδων δι’ ἀγαυῶν

Σὺν τῷ ὅλῳ γε, οἷ τεῒν ἔγνωσται, ἰθύνων·

Καί τ’ ἀρχὰς δίδου ρχεν εὖ, ἔργα τ’ ἀνύεν πρήξεων.

 

Ὕμνος ἑπτακαιδέκατος, ἱερῶν δεύτερος, ἐς θεοὺς τοὺς Ὀλυμπίους.

 

Ε’ ἄγεθ’, ὑμνείωμεν ἄνακτα Ποσειδάωνα,

ςτε πρεσβύτατος παίδων Διός ἐστι προπᾶντων,

δὲ κράτιστος, τῆςδε τε δεύτερος ἐκ πατρὸς ἀρχὸς

Συμπάσης γενέθλης, ἠδὲ προσεχὴς ἡμείων

Δημιοεργὸς· σὺν τῷ καὶ ρην βασίλειαν,

Ἥτε θεάων πρεσβυτάτη αὖ ἔφυ Διῒ πατρί·

Πρὸς δὲ καὶ ἄλλους ὑμνείωμεν, ὅσοι ἐν Ὀλύμπῳ

Εἰσὶ θεοὶ, τοὶ ἀθανάτων τῶν ἐνθάδε πάντες

Προστάται ἠδὲ παραίτιοι· ἀλλ’ λεῳ εἴητε. [218]

Ὕμνος ὀκτωκαιδέκατος, ἱερῶν τρίτος, ἐς πάντας θεούς.

 

πάντες θεοὶ, οἵτε μετὰ Ζῆν’ ἔξοχα ἐσθλὸν

Πάμπαν μύμονές ἐστε καὶ αὐτοὶ, νοσφί τε κηρῶν·

Τῶν ῥα Ποσειδάων κοροφαος ἰδ’ ἐκ Διὸς ἀρχός·

Οἵ θ’ ὑπερουράνιοι πέλεθ’, οἵ τ’ αὖ οὐρανοῦ ἐντὸς,

Πάντες ἀγαυοὶ, ὕμμε γε, οἵτε φύσιν καὶ αὐτοὶ

μμιν συγγενέ’ ἔσχατοι ἔσχομεν, ὑμνέομεν δή.

, ὦ μάκαρες τ’ αὐτοὶ, δῶταί τε ἐάων,

Ἀλλὰ καὶ ἄμμιν, τοῖσι βίος μὴ αἰὲν ἀκηδὴς,

Καλὰ α μμες ἰδ’ ἐσθλὰ νέμοντες, ἀνορθόετ’ αἰέν.

 

Ὕμνος ἐννεακαιδέκατος, ἱερῶν τέταρτος, ἐς σύμπαντας τοὺς μετὰ τοὺς Ὀλυμπίους θεούς.

 

Ὦ Κρόν’ ναξ, ὃς Τιτήνων ὑπερουρανιώνων,

Καὶ αὐτῶν μεδέεις· σύ θ’ ὃς οὐρανοῦ α τοῦδ’ γέαι,

λιε, παντὸς, τῷ τε πλάνητες ἕπονται ἄλλοι·

Τοῖϊν θνητῶν σύμπασ’ ἐξέβλαστε γενέθλη,

Ἀμφοῖν ἐκ σφῶϊν, Κρόνου ἠδέ τ’ ἄρ’ Ἠελίοιο·

Τιτῆνες δὲ δὴ δὲ πλάνητες, ὕπαρχοι, σφῶϊν

Ἄλλοι ἐπ’ ἄλλα συνεργοί ἀτὰρ καὶ μμε γε ἄμμες

μνέομεν, συχνὰ καὶ δι’ ὑμέων ἐσθλά τ’ ἔχοντες·

Σὺν δ’ ὕμιν καὶ ἀπλανέ’ ἄστρ’, ἰδὲ δαίμονας ἁγνούς. [220]

μνος εἰκοστὸς, ἱερῶν πέμπτος, ἐς Πλούτωνα.

 

’ναξ Πλούτων, ἀνθρωπείης φύσιος ἀρχὲ

δὲ προστάτα, ἐκ Διὸς αὐτοῦ τοῦτο λεληχὼς,

Πάντα καθ’ ἓν, τά κεν ἄμμι διακριδὸν ἐγγίγνοιτο

δὲ ἐνείη, ἔχων, εὖ προστατέεν καὶ ἡμέων

Πάμπαν τ’ ἐνθάδε, ἠδ ἐνθένδ’ ἀνάγων αὖ αἰέν·

ν περὶ ἥρωες, φύσις ἡμέων γ’ ἡ προέχουσα,

δ’ λλοι φίλοι ἡμείων καλοὶ ἀγαθοί τε

Τῷ τε Κόρη θεὸς σθλ Ταρτάρεός γε σύνεστιν,

μμι τὸ θνητὸν προσδεῦσ’ ἐς δέον· ἵλαος εἴης.

 

Ὕμνος εἷς καὶ εἰκοστὸς, ἱερῶν ἕκτος, ἐς Δία.

 

Ζεῦ πάτερ, ὀβριμοεργὲ, μεγασθενὲς, ἀρχὲ ἐάων,

Παγγενέτορ· σῷ μὲν νόῳ, ἔξοχα ἐσθλὸν ἐόντος,

Οὐδ’ ἄμμες καλῶν τῶν ἔν ῥα θεοῖς γεγάαμεν

Ἄμμοροι· ἀλλὰ ἀναγκαίῃ τῇ ἐκ τοῦ θνητοῦ

Καὶ ἅμ’ μαρτητοὶ, ἐπανορθωτοὶ δέ τ’ αὖ αἰέν.

Δὸς δὴ ἄμμιν καὶ νῦν ἀμπλακιῶν κακότητος

Λυθεῖσιν, διὰ παίδων σῶν, οἷς τ’ ἐπέτρεψας,

Εαγέεσσιν τοῖς νόον ὀρθὸν σχοῦσι πελάζεν,

ς τὶν ἑκάστοτε μειλιχίῳ συνίοιμεν ἰδ’ ἱλέῳ. [222]

 

Ὕμνος δύο καὶ εἰκοστὸς, ἐφημερίων δὲ πρῶτος, ἡμέρᾳ ᾀδόμενος δευτέρᾳ.

 

Μὴ ὑμῖν ἐσθλῶν τὴν χάριν, ὦ μάκαρες θεοὶ, εἰδὼς

Παυσαίμην, τά τέ μοι διὰ ὑμέων σύμπαντ’ ἐστὶν

Ἠδ’ αἰὲν γέγονεν, τῶν δώτης δὴ ὕπατος Ζεῦς.

Μκοινοῦ ἀγαθοῦ γένεος ὀλιγωρήσαιμι

Το ’μοῦ, ὅτου τίς μοι δύναμις· πρόφρων δὲ τὸ κοινὸν

Δρῶν εὖ, τοῦθ’ ἅμα καὶ ἐμὸν εδοίην μέγ’ ὄνειαρ.

Μ κακοῦ, ᾧ κεν ἑκάστοτε συμβάλλοι, γιγνοίμην

Αἴτιος ἀνθρώπων, ἀγαθοῖο δὲ, κε δυναίμην,

ς μάκαρ μμιν ἐϊσκόμενος κγὼ γιγνοίμην.

 

μνος τρεῖς καὶ εἰκοστὸς, ἐφημερίων δεύτερος, ἡμέρᾳ δόμενος τρίτη.

 

Μή μοι ἀκοσμίη, ὦ θεοὶ, εἴη τερπνῶν ἡδέων,

Ἀλλ’ αὐτῶν ὅρον αἰνοίην, ἐς ὃ μὴ κακίη τις

Ψυχῇ ἢ [καὶ] σώματι προσγίγνοιτο ἀπ’ αὐτῶν.

Μὴ ἀπλήστως ἀμφὶ χρήματ’ ἔχοιμι· μέτρον δὲ

Ποιοίμην καὶ τουτέων, σώματος ἥ τέ κε χρείω

Κοσμίη εἴη, ὡς αὐταρκίῃ γαλλοίμην.

Μὴ κενεῆς ποτε δόξης αἱμύλοιο γενοίμην

σσων, κεῖνο ἄρ’ αὐτῆς χρηστὸν μοῦνον ἐγνωκὼς,

ττι κεν εἰς ἀρετν θείην φέροι ἀτρεκέα τε. [224]

 

Ὕμνος τέσσαρες καὶ εἰκοστὸς, ἐφημερίων τρίτος, ἡμέρᾳ ᾀδόμενος τετάρτῃ

 

Μή με καθαιροεν τύχαι, ὦ θεοὶ, θνητὸν ἐμεο

Καββάλλουσαι κάστοτε, εδότα ἀθάνατόν μοι

Τν ψυχὴν, θνητοῖο δὲ χωριστὴν, ἰδὲ θεῖον.

Μὴ ὅσα ἀνθρώπων πάρα τρηχέ’ ἀπαντᾷ, τουτέων

Μή με ταράττοι μηδὲν, ἐλευθερίην ἀσκεῦντα,

Μηδὲ κακῇ ἰδέ γε χρείοσι δουλεύοντα.

Μὴ, καλοῦ ποτε εἵνεκα πρῆξαι ἔς γ’ ἐμὲ ἧκον,

Θνητοῦ ἐμοῦ πεφιδοίμην, ἀλλ’ ὡς ἀθάνατός μοι

Ἡ γε ψυχὴ ἐοῦσα ἄριστα ἔχοι, μέλοι αἰέν.

 

μνος πέντε καὶ εἰκοστὸς, ἐφημερίων τέταρτος, ἡμέρᾳ ᾀδόμενος πέμπτῃ.

 

λβιος, ᾧ κεν ἑῆς ψυχῆς μέλῃ ἀθανάτοιο

Αὲν, ὅπως ὡς καλλίστη τελέθοι, θνητοῦ δὲ

Μὴ πάνυ τοι κήδηται, ἢν δὲ δέῃ, καὶ ἀφειδέῃ.

Ὄλβιος, ὃς κε βροτῶν τοῖς τι πλήσσουσιν ἑαυτὸν

Μήποτε δουλοῖ ἀγνωμονέουσιν· ἔχων δὲ ψυχὴν

Ἀτρεμέ’ αὐτὸς, κείνων τῆς κακίης περιείη.

λβιος, ὅς κ’ ἐπὶ δαιμονίῃσι τύχῃσι μὴ αὐτὸς

Ψυχὴν ἀλγέῃ πικροτέρῃσι, φέρῃ δέ τε ῥεῖα,

Ἐν τῷ ατέου. ἀθανάτῳ [μόνον] ἐσθλὸν ὁρίζων. [226]

μνος ξ καὶ εἰκοστὸς, ἐφημερίων πέμπτος, ἡμέρᾳ ᾀδόμενος ἕκτ.

 

λβιος, ὅς κεν μὴ μερόπων δόξαις κενεῇσιν

Ἀφραδέως προσέχων, ἀλλ’ αὐτῷ εὖ φρονέοντι,

Ἰθείῃ γνώμῃ ἀρετὴν θείην μελετῴη·

λβιος ὅς κεν μὴ κτεάνων περείσιον αἰὲν

Πληθὺν μὰψ εἰκῆ τε διώκῃ· ἀλλὰ χρέεσσιν

Σώματος ἐμμελέεσσι, τὸ αὐτῶν μέτρον ὁρίζῃ·

λβιος, ὅς κεν τέρψιος αἴσιμον οὖρον γῃσιν,

κεν μὴ ψυχῇ προσεφέλκηται κακίης τι,

καὶ σώματι, ἀλλ’ ἀρετῇ θείῃ συναεὶδῃ.

 

μνος πτὰ καὶ εἰκοστὸς, φημερίων ἕκτος, ἡμέρδόμενος ἑβδόμῃ.

 

λβιος, ὃς κεν μὴ ἰδίῃ αὐτὸς πλεονεκτῶν,

Δεινῇ ὑπ’ ἀφραδίῃ κακὰ τεύχῃ ἀνθρώποισιν,

σθλὰ δ’ ἀεὶ, αὐτοῖς μακάρεσσι θεοῖσιν ὁμοῖος.

Ὄλβιος, ὅς κεν μ κοινοῦ ἀγαθοῦ ὀλιγωρέῃ

Οὖ γένεος· μᾶλλον δ’ εἰδὼς καὶ τοῖσι θεοῖσιν

Τοῦ κοινοῦ μέλον, οὐδ’ ὃς ἄρ’ αὐτὸ καταπροδιδοίη.

Ὄλβιος, ὅς κε θεοῖσιν ἐάων τὴν χάριν, ἅσσ’ ἂν

Εἴη οἱ, εἰδῇ, καὶ δὲ πρὸ πάντων αὐτῷ Ζηνὶ,

νθεν πρώτου καλά τε ἐσθλά θ’ ἅπασι πρόεισιν. [228]

 

Οὗτοι καὶ ἐς θεοὺς ἑπτὰ καὶ εἴκοσιν ὕμνοι οἱ σύμπαντες, ἐννέα τε ἕκαστος στίχων, καὶ ἐν ἑξαμέτρῳ ᾀδόμενοι τόνῳ, μέτρου τοῦ ἡρωϊκοῦ, ὅςπερ ρα κάλλιστος ῥυθμῶν. Οὔσης γὰρ συλλαβῆς τῆς μὲν μακρᾶς, τῆς δὲ βραχείας, καὶ τῆς μὲν βραχείας νὸς ἀεὶ γιγνομένης χρόνου, τῆς δὲ μακρᾶς δυοῖν μὲν τὰ πολλὰ, ἐν δὲ ταῖς μελδίαις ἔσθ’ ὅτε καὶ πλειόνων, τοῦ δὲ μέτρου τούτου τοῦ ἡρωϊκοῦ δυοῖν μόνοιν χρωμένου ποδοῖν, δακτύλῳ τε δὴ καὶ σπονδείῳ, καὶ ὄντος τοῦ μὲν δακτύλου ἔκ τε μιᾶς μακρᾶς θέσεως καὶ δυοῖν βραχειῶν ρσεως, τοῦ δὲ σπονδείου ἔκ τε μιᾶς μακρᾶς θέσεως καὶ μακρᾶς ρσεως, ἡ ἐκ μὲν μακρᾶς ἀμφοῖν τοῖν ποδοῖν τούτοιν ἀρχὴ, ἐς δὲ ἄρσιν τελευτὴ, καὶ ἅμα ἀλλήλοιν ἰσότης, γενναιότητός τι τούτῳ δὴ μᾶλλον ἢ ἄλλῳ ὁτῳοῦν ῥυθμῷ περιποιεῖ.

 

———

 

λϛʹ. Προσρήσεών τε καὶ ὕμνων χρήσεως διάταξις.

 

Ἐπεὶ δὲ δὴ ἡμῖν α τε ἐς θεοὺς προσρήσεις, οἵ τε ὕμνοι κτέθεινται ἤδη, ῥητέα δὴ, ὡς χρὴ ἑκάστοις αὐτῶν χρῆσθαι. Καὶ πρῶτον μὲν καιρὸν ἑκάστῃ προσρήσει εἶναι, τῇ μὲν ἑωθινῇ τν ἀπὸ κοίτης τε καὶ πρὸ ἀρίστου τοῖς γε ἀριστῶσι, τοῖς δ’ ἄλλοις πρὸ τῶν καθηκόντων ἔργων· ταῖς δὲ δειλιναῖς τὸν μετὰ μεσημβρίαν τε ἀεὶ καὶ πρὸ τοῦ δείπνου· τῇ δ’ ἑσπερινῇ τὸν ἀπὸ δείπνου τε καὶ πρὸ τῆς κοίτης· πλήν γε δὴ τῆς ἐπὶ νηστείᾳ προσρήσεως [230] σπερινῆς· ταύτῃ γὰρ μετὰ μὲν δυσμὰς τὰς τοῦ λίου ἀεὶ, πρὸ δὲ τοῦ δείπνου χρῆσθαι. Καιροὶ μὲν δὴ οὗτοι προσρήσεως ἑκάστης. Τόπος δὲ, τά τε ἱερὰ, καὶ πᾶς ὁ κόπρου τε ἀνθρωπίνης καὶ νεκρῶν ἀνθρωπείων δὴ καὶ τούτων καθαρεύων θηκῶν. Χρῆσθαι δ’ αὐταῖς ἑκάστοτε δε. Πρῶτον μὲν τὸν ἱεροκήρυκα οἰκείως ἐφ’ ἑκάστῃ προσρήσει τὸ κήρυγμα κηρύττειν, ἐὰν μὲν τῶν τις καθάπαξ ὑπὸ ἱερέων του ἀποδεδειγμένων ἱεροκηρύκων παρῇ· εἰ δὲ μὴ, ὅν γ’ ἂν ἱερεὺς, ἢν παρῇ, ἤ τις ἄλλος τῶν παρόντων, ὅς ποτ’ ἂν ἡλικίᾳ τύχῃ τῳ ἄλλῳ ἂν σχήματι σεμνότατος, τηνικαῦτα ἐπιτάξῃ. Τὸ δὲ κήρυγμα ἐκεῖνο εἶναι, Ἀκούετε, οἱ θεοσεβεῖς· ὥρα ἑωθινῆς ἢ δειλινῆς ἢ ἑσπερινῆς θεοῖς προσρήσεως· ὅλῃ διανοίᾳ, ὅλῃ γνώμῃ, ὅλῃ ψυχ, θεούς τε πάντας καὶ ἐπ’ αὐτοῖς Δία τὸν βασιλέα προσείπωμεν. Ο ν μὲν ἡμερῶν ταῖς βεβήλοις ἅπαξ, δὶς δὲ ταῖς ἱερομηνίαις, ταῖς δέ γε νουμηνίαις καὶ τρὶς κεκηρυγμένου, πρῶτα μὲν, νω, τε ἅπαντας βλέψαντας, καὶ ἐς γόνατε ἄμφω κεκλιμένους, τώ τε χεῖρε ρκότας ὑπτίω, ἐπᾴδειν, Ἵλεῳ εἴητ’, ὦ θεοί. Σὺν ᾧ προσφθέγματι, θεοὺς πρότερον τοὺς Ὀλυμπίους προσκυνεῖν τῇ μὲν δεξιᾷ τοῖν χειροῖν τοῦ ἐδάφους ἁπτομένους, τοῖν δὲ γονάτοιν θάτερον ἐν τῷ τῇ χειρὶ τοῦ ἐδάφους ἅπτεσθαι παίροντας. Ἐσάπαξ δὲ τό τε πρόσφθεγμα τοῦτο ἐπάσαντας, καὶ ἐσάπαξ προσκυνήσαντας, ἐπ’ ἀριστερᾷ αὖ θεοὺς τοὺς λοιποὺς προσκυνεῖν, ὡσαύτως τε καὶ τατὸ ἐπδοντας. Εἶτ’ αὖ Διῒ τῷ βασιλεῖ ἐπᾴδειν μὲν, Ζεῦ βασιλεῦ, ἵλαθι· προσκυνεῖν δὲ ἀμφοῖν μὲν, τοῖν γονάτοιν, ἀμφοῖν δὲ καὶ τοῖν χειροῖν, καὶ ἐπὶ τούτοις τῇ κεφαλῇ τοῦ ἐδάφους ἁπτομένῃ. [232] Τρὶς δὲ τό τε πρόσφθεγμα τοῦτο ἐπᾴδειν, καὶ τρὶς προσκυνεῖν, καὶ μίαν σύμπασαν ταύτην προσκύνησιν λογίζεσθαι. ἑκάστης μὲν ἡμέρας μιᾷ οὑτωσὶ χρῆσθαι καθ’ ἑκάστην πρόσρησιν· ταῖς δ’ ἱερομηνίαις, καὶ τριπλασιάζειν. Προσκυνεῖν δὲ, ἱερέως, ἢ τοῦ ἄλλως τῶν γε παρόντων σεμνοτάτου, κατάρχοντας τῆς προσκυνήσεως, πᾴδοντάς τε, τὸ μὲν ἐς θεοὺς πρόσφθεγμα, ἐν μὲν τῇ ἐπὶ δεξιᾷ προσκυνήσει, ὑποφρυγιστὶ, ἐν δὲ τῇ ἐπ ἀριστερᾷ, φρυγιστί· τὸ δ’ ἐς Δία, ποδωριστί. Μετὰ δὲ, τοῦ γε ἱεροκήρυκος αὖ κεκηρυχότος, Τῇ ἑωθινῇ ἐς θεοὺς, ἢ δευτέρᾳ, ἢ τρίτῃ τῇ ἐς τὸν βασιλέα Δία,ἢ τῇ ἑσπερινῇ ἐς θεοὺς προσρήσει, πρόσχωμεν, ἢ τῇ ἑσπερινῇ ἐς Δία, ἐς γόνατε ἄμφω κεκλιμένοι, οὕτω τόν γ’ ὑπὸ τῶν παρόντων τοῦ σεμνοτάτου ἐπιτεταγμένον, τὴν τῇ ὥρ καθήκουσαν ὕπερ ἁπάντων τῶν παρόντων πρόσρησιν διεξιέναι.

        Τῆς δὲ προσρήσεως πεπαυμένης ἢ προσρήσεων, κεκηρυχότος αὖθις τοῦ ἱεροκήρυκος, Τοῖς ὕμνοις τοῖς [ἐς] θεοὺς πρόσχωμεν, δεσθαι τοὺς ὕμνους, ἐν μὲν τῶν ἡμερῶν ταῖς βεβήλοις ψιλῶς τὰ πολλὰ, ἐν δὲ ταῖς ἱερομηνίαις τὰ πολλὰ ἐν μέλει. Καῖ ἐν μὲν ταῖς βεβήλοις ταύταις ἡμέραις, πρῶτον μὲν τὸν ἐπιμήνιον, ἔπειτα τῶν ἐφημέρων τὸν καθήκοντα, καὶ τρίτον τὸν πρῶτον τῶν συμπάντων, τόν γε ἐς Δία διετήσιον, ἐσάπαξ ἕκαστον ᾀδόμενον. Ἐν δὲ ταῖς ἱερομηνίαις, πρῶτον μὲν τῶν ἱερῶν τὸν καθήκοντα, ἔπειτα τὸν ἐπιμήνιον, πλήν γε δὴ [234] τοῦ πρώτου τῶν ἐπιμηνίων· τοῦτον γὰρ καὶ πρὸ τῶν ἱερῶν δεσθαι πάντων. δεσθαί τε τούτοιν μὲν ἑκάτερον ἐς δὶς ἔν γε ταῖς ερομηνίαις, μετὰ δὲ, τρίτον τὸν διετήσιον τὸν ἐς Δία ἐς τρίς. Τὸν δὲ δεύτερον τῶν συμπάντων ὕμνων, διετήσιόν τε καὶ αὐτὸν ἐς θεοὺς, ἐν ταῖς δειλιναῖς προσρήσεσιν δεσθαι, διὰ μέσων τῆς τε πρώτης καὶ δευτέρας, καὶ αὖ δευτέρας τε καὶ τρίτης, ἐν μὲν ταῖς ἱερομηνίαις λον καθ’ ἑκατέραν χώραν, ἐν δὲ τῶν ἡμερῶν ταῖς βεβήλοις, ὑπερήμισυ μὲν αὐτοῦ κατὰ τὴν προτέραν, τὸ δέ γε λοιπὸν κατὰ τὴν ἑτέραν. δεσθαι δ’, ν γε μέλει ᾀδομένους, ἄμφω μὲν τὼ διετησίω καὶ ἐπιμηνίων τόν τε πρῶτον καὶ τρισκαιδέκατον, ἔτι δὲ τῶν ἱερῶν τόν τε πρῶτον καὶ τρίτον καὶ ἕκτον, ὑποδωριστί. Τῷ γὰρ Διῒ τῷ βασιλεῖ καὶ αὖ πᾶσιν ὁμοῦ τοῖς θεοῖς ταύτην τν ἁρμονίαν ἀπονέμομεν, μεγέθους τε ἔχουσαν πλεῖστον, καὶ ἅμα θαῤῥαλέῳ τε καὶ ρωϊκῷ προσήκουσαν ἤθει. Τὸν δ’ αὖ δεύτερον τῶν ἐπιμηνίων, τρίτον τε καὶ τέταρτον καὶ πέμπτον, ἕκτον τε καὶ ὄγδοον δὲ καὶ ἔνατον καὶ ἑνδέκατον, πρὸς δὲ δεύτερον τῶν ἱερῶν, ὑποφρυγιστὶ, τῆς ἁρμονίας αὖ ταύτης τῶν θεῶν τοῖς Ὀλυμπίοις ἀπονεμομένης, μεγέθει τε δευτερούσης ἔν γε ἁρμονίαις, καὶ ἅμα θαυμαστικῷ τῶν καλῶν προσηκούσης ἤθει. Τὸν μέντοι ἐπιμηνίων βδομον δέκατον τε καὶ δωδέκατον, καὶ ἔτι τέταρτον τῶν ἱερῶν, φρυγιστὶ, τοῖς μετὰ τοὺς Ὀλυμπίους θεοῖς ταύτης αὖ τῆς ἁρμονίας ἀπονεμομένης διὰ τὸ μεγέθους τε μέσως πως ἔχειν, καὶ ἅμα εθυμουμένῳ προσήκειν ἤθει. Τὸν δέ γε [236] πέμπτον τῶν ἱερῶν, τούς τε ἐφημέρους πάντας, ὁπότε δἐν μέλει καὶ οὗτοι ᾄδοιντο, δωριστὶ, τῆς ἁρμονίας αὖ ταύτης ἀνθρώποις καὶ τῷ ἀνθρώπων προστάτῃ θεῷ ἀπονεμομένης, διὰ τὸ ἐναγωνίῳ μάλιστα προσήκειν ἤθει, ἀγῶνος ἀεὶ διὰ τὸ τῆς φύσεως εὐόλισθόν τε καὶ μαρτητὸν τῶν γε ἀνθρωπείων δεομένων πραγμάτων.

         Καὶ μὲν δὴ συμπάντων τῶν γε ἐπιμηνίων ὕμνων τριῶν ντων καὶ δέκα, γιγνομένων δὲ τοσούτων καὶ τῶν μηνῶν, ἐπειδὰν ἐμβόλιμος προσγίγνηται τῷ ἔτει μὴν, ᾀδομένου τε ἑκάστου τῶν ὕμνων ὅτῳ ν μηνῶν ἔκ γε τῆς τάξεως καθήκῃ, ἀπὸ μὲν τῆς πρὸ τῆς νουμηνίας ἑσπέρας ἀρχομένου, τελευτῶντος δὲ ἐς τὴν τῆς ἐπιούσης νης τε καὶ νέας δείλην, ἐπειδὰν δωδεκάμηνον τὸ ἔτος γίγνηται, τὸν μὲν δωδέκατον τῶν ὕμνων μετὰ τὰς ἑσπερινὰς τοῦ δωδεκάτου μηνὸς δεσθαι προσρήσεις, τὸν δ’ αὖ τρισκαιδέκατον κατὰ τάς τε ἑωθινὰς καὶ δειλινάς. ντων δὲ τῶν ἱερῶν ἓξ ὕμνων, τοσούτων δὲ καὶ ἱερομηνιῶν μηνὸς τῶν γε πλήρων ἑκάστου ἀγομένων, πλήν γε δὴ τοῦ τε νέου καὶ τοῦ τελευταίου· καὶ ᾀδομένου τοῦ μὲν πρώτου τῶν τοιούτων ὕμνων νουμηνίᾳ, ὀγδόῃ δ’ ἱσταμένου τοῦ δευτέρου, διχομηνίᾳ δὲ τοῦ τρίτου, ὀγδόῃ δὲ φθίνοντος τοῦ τετάρτου, καὶ τοῦ μὲν πέμπτου νῃ, τοῦ δ’ ἕκτου νῃ τε καὶ νέᾳ, ἀρχομένων τε ἑκάστων ἀπὸ μὲν τῆς πρὸ τῆς οἰκείας ἱερομηνίας ἑσπέρας· τελευτώντων δ’ ἐς τὴν τῆς ἱερομηνίας δείλην, ἐπειδὰν μὴ πλήρης ὁ μὴν γίγνηται, τῆς νης ἐκλειπούσης, τὸν μὲν πέμπτον τῇ πρὸ τῆς νης τε καὶ νέας δεσθαι ἑσπέρᾳ, τὸν δ’ ἕκτον αὐτῇ τῇ νῃ [238] τε καὶ νέᾳ, ἕωθέν τε δὴ καὶ δείλης. Μηνὸς δὲ τοῦ νέου καὶ τῆς δευτέρας τε καὶ τρίτης ἱσταμένου ἱερομηνίαιν ἀγομένοιν, τοῖν μὲν πρὸ αὐτοῖν σπέραιν, τὸν καθήκοντα τὸν ἐφημέρων πρὸς τῷ ἐπιμηνίῳ δεσθαι, δηλαδὴ ὅτι πρὸ μὲν τῆς δευτέρας τὸν πρῶτον, πρὸ δὲ τῆς τρίτης τὸν δεύτερον, δίς τε δομένω καὶ τούτω ἑκατέρω καὶ ἐν μέλει, διὰ τὸ ἱερομηνίαιν καὶ τούτω ἡγεῖσθαι τὼ ἑσπέρας. Αὐτῇ δὲ δευτέρᾳ τῇ τε τρίτη, ἕωθέν τε δὴ καὶ δείλης, τοὺς αὐτούς τε δεσθαι ὕμνους καὶ ὡσαύτως, οὕς περ καὶ τῇ νουμηνίᾳ. Τοῦ δὲ δὴ λοιποῦ ἑφθημέρου τούτου, δεσθαι μὲν τοὺς καθήκοντας τῶν ἐφημέρων πρὸς τῷ ἐπιμηνίῳ· δεσθαι δ’ ἐσάπαξ μὲν, ἐν μέλει δὲ, οὐκ ἐν τῶν ἄλλων ἡμερῶν ταῖς βεβήλοις ν γε μέλει ᾀδομένους, ἀλλὰ ταῖς ἱερομηνίαις ἀεὶ, εἰ μή που ἀπορία τις εἴη τῶν μελῳδησόντων. δεσθαι δ’ ὡσαύτως τοὺς ὕμνους, ἐσάπαξ τε δὴ καὶ ἐν μέλει, καὶ μηνὸς τοῦ τελευταίου ἀπιόντος, ἀφβδόμης δὴ ἄχρι τετράδος, καὶ ἔτι μὲν ταῖς προτεραίαις τε καὶ ὑστεραίαις ἱερομηνιῶν τριῶν τῶνδε, μηνὸς τετάρτου ὀγδόης ἱσταμένου, διχομηνίας μηνὸς ἑβδόμου, καὶ ὀγδόης φθίνοντος δεκάτου μηνός. Ταύταις μὲν οὖν μερῶν βεβήλοις, ἐσάπαξ μὲν, ν μέλει δὲ, τοὺς καθήκοντας δεσθαι τῶν ἐφημέρων. Τετράδι δ’ ἀπιόντος μηνὸς τοῦ ἐσχάτου, ἑσπέρας ἱερομηνιῶν ἐπιουσῶν, ἄδεσθαι μὲν καὶ τηνικαῦτα πρὸς τῷ ἐπιμηνίῳ τόν γε δεύτερον τῶν ἐφημέρων, δίς γε μὴν ἑκάτερον, καὶ ἐν μέλει δεσθαι. Τρίτῃ μέντοι ἕωθέν τε δὴ καὶ δείλης τὸν πέμπτον δεσθαι τῶν ἱερῶν πρ τοῦ ἐπιμηνίου. Τῇ δὲ μετ’ αὐτὴν δευτέρᾳ, ἑσπέρας μὲν τῆς ἡγουμένης, τὸν πρῶτον τῶν γε ἐφημέρων πρὸς τῷ ἐπιμηνίῳ, δὶς καὶ [240] τούτω καὶ ἐν μέλει ᾀδομένω, ωθεν δὴ καὶ δείλης, τοὺς αὐτούς τε ὕμνους καὶ ὡσαύτως, οὕςπερ καὶ τῇ νῃ τε κα νέᾳ. Καὶ μὲν δὴ, καὶ τῇ μετ’ αὐτν νῃ, ν πλήρης γε μὴν γίγνηται, ωθεν μὲν καὶ δείλης, τοὺς αὐτοὺς αὖ δεσθαι ὕμνους καὶ ὡσαύτως· ἑσπέρας δὲ τῆς ἡγουμένης, τὸν πέμπτον τῶν ἱερῶν, εἶτα τν ἐπιμήνιον. ν δὲ κοῖλος γίγνηται ὁ μὴν, καὶ ἀντὶ τῆς ἔνης ἐκλειπούσης τετράδι τοῦ αὐτοῦ δὴ ἀπιόντος γηται ἡ νηστεία, τῇ μὲν πρὸ αὐτῆς ἑσπέρᾳ τὸν τρίτον δεσθαι τῶν ἐφημέρων, αὐτῇ δὲ τῇ τετράδι τοὺς αὐτοὺς οὕςπερ καὶ τῇ νῃ τε καὶ νέκαὶ ὡσαύτως, δῆλα δὲ δὴ ὅτι καὶ ἐς Δία διετήσιος τρίτος τε καὶ ἔσχατος, [fol. 132.5] μετὰ τοὺς ἄλλους ἑκάστοτε, ἡνίκ’ ἂν ὕμνοι οἱτινεσοῦν ᾄδωνται, ἀσθήσεται· ἐσάπαξ μὲν ἐκείνων ᾀδομένων, καὶ οὗτος ἐσάπαξ, δὶς δ’ ἐκείνων, οὗτός γε ἐς τρίς· οὕτω μὲν οὖν ταῖς προσκυνήσεσιν ἑκάστοτε, οὕτω δὲ ταῖς προσρήσεσιν, οὕτω δὲ τοῖς ὕμνοις. τῶν γε ἀνθρώπων τοὺς σπουδαιοτέρους χρῆσθαι, οἷς γε μὴν ὄκνος ἄν τις προσῇ, τούτους ἐκλείποντας ἂν καὶ ὅλας τὰς προσρήσεις, καὶ μάλιστα ἐν τῶν ἡμερῶν ταῖς βεβήλοις, τοῖς γε ὕμνοις μόνοις ἐπὶ ταῖς προσκυνήσεσι χρῆσθαι· τοὺς δὲ δὴ καὶ ἔτι αὖ ὀκνηροτέρους, ἢ καὶ ὅλως γραμμάτων ἀπείρους, ἐκλείποντας ἂν ἤδη καὶ τοὺς ὕμνους, αὐταῖς γοῦν ταῖς προσκυνήσεσι καὶ μόναις προσαγορεύειν τοὺς θεούς· ὅτῳ μὲν ἂν ἀνθρώπων νόσος τις προσίστηται, πρός γε τὸ μὴ εὐμαρῶς προσκυνεῖν, κἂν αὐτὰ τὰ προσφθέγματα τῶν προσκυνήσεων ψιλὰ ᾀδόμενα ἐξαρκεῖν, τῷ γε δὴ οὕτω πως ἔχοντι· ἐάν περ μὴν καὶ ἅπαντα ταῦτα ἐκλείπῃ τις, ὅ τοιοῦτός που ἐν τῶν ἀνθρώπων τοῖς ῥᾳθυμοτάτοις, καὶ τοῦ γε εὐσεβεῖν ὀλιγωροτάτοις ταττόμενος, καὶ ὡς μάλιστ’ ἂν ἐν δίκῃ τάττοιτο καὶ μὲν δὴ καὶ προσαγορεύοντα ἕκαστον τοὺς θεούς, οὕτως ὡς βούλοιτό τε δὴ καὶ δύναιτο, τελευτῶντα καὶ χεῖρα τὴν δεξιὰν φιλεῖν ὑπτίαν. ἐν δ’ ἱερῷ, ἢ εἴ που καὶ ἄλλοθι ἡ τῶν νόμων τῶνδε προκέοιτο βίβλος, καὶ ταύτης ἁπτόμενος, ἐπ’ ἐξόδῳ ἤδη ὄντα, τὴν χεῖρα οὕτω φιλεῖν. ἀλλὰ ταῦτα μέν, οἷσπερ ἂν ἀδυνασία τις, ἢ καὶ ὄκνος προσῇ τοῖς [fol. 132v] γε μὴν ἐντελεῖς τοῖς ἐς θεοὺς ταύτας προσρήσεις ποιεῖν αἱρουμένοις, κἀκεῖνο ἔτι μετά γε δὴ τοὺς ὕμνους τὸ κήρυγμα κηρύττεσθαι· διά τε καὶ θεοὺς προσειρηκότες τε καὶ ἁγιστεύσαντες κατὰ νόμον, ἀπολυώμεθα ἤδη βελτίους τῇ ἐντεύξει τῇ πρὸς αὐτοὺς ὡς ἕκαστοι γεγενημένοι. Διὸς καὶ θεῶν ἐν ἁπάσῃ ἡμῶν πράξει, ἐφ’ ὅσον γ’ ἂν ἡμῖν ἡ φύσις ἕποιτο, μεμνώμεθα· τῆς ἀπὸ τοῦ χείρονος ἡμῶν πρῶτα μὴν ἐλευθερίας καὶ ἀπαθείας· ἔπειτα δὲ καὶ ἀρχῆς τῆς κατ’ αὐτοῦ, καὶ αὐταρκείας, εὐκοσμίας τε τῆς κατὰ φύσιν, ὅση δύναμις ἀντιποιώμεθα· τῆς τῶν πρὸς ἑκάστους σχέσεων, τῇ τῶν καθηκότων ἂν ἀποδόσει σωτηρίας, ᾗ καὶ ὡς μάλιστα τέλεοι γιγνοίμεθ’ ἄν, ἡμῖν μελέτω· ἐν ἅπασί τε καὶ πάντη, ᾗ ἂν οἷοί τ ̓ ὦμεν, θεοῖς ἑπώμεθα, ᾗ δὴ καὶ μόνως τῆς ἡμῖν προσηκούσης, ὡς ἑκάστῳ δύναμις, τευξόμεθα μακαριότητος· ἀλλ’ ἔτι μὴν καὶ ἐς γόνατε ἄμφω κεκλιμένοι, τῇ τε τελευταίᾳ εὐχῇ τῇδε προσχόντες, οὕτω ἀπολυώμεθα. ἐν μέντοι τῶν ἡμερῶν ταῖς βεβήλοις ἐξαιροῦσι τὰ πολλὰ αὐτοῦ, ὧδε κηρύττεσθαι· διά τε καὶ θεοὺς προσειρηκότες τε καὶ ἀριστεύσαντες κατὰ νόμον, ἔτι καὶ ἐς γόνατε ἄμφω κεκλιμένοι, τῇ τε τελευταίᾳ εὐχῇ τῇδε προσχόντες, οὕτω ἀπολυώμεθα. ἔπειτα ἢν μὲν ἱερέων τις παρῇ, αὐτὸν πρὸς τὸν λεὼν τετραμμένον, καὶ ἐς τρὶς τὼ χεῖρε ὑπτίω ἐπαίροντας, τήν γε εὐχὴν ἐκείνην ἐπιλέγειν· ‘Ζεὺς ὁ βασιλεύς, καὶ θεοὶ πάντες, οἵ ἐκ Διὸς ἔφοροι τῶν ἡμετέρων καθεστᾶσι, πᾶσιν ὑμῖν ἱλέῳ εἶεν·’ ἐφ’ ᾧ τὸν λεὼν ὑποκρίνεσθαι, δωριστὶ ᾄδοντας· ‘εἶεν· εἶεν· εἶεν δὴ καὶ σοὶ θεῖε ἄνερ·’ ἐὰν δ’ ἱερέων μηδεὶς παρῇ, τὸν τῆς προσκυνήσεως [fol. 133] κατάρξαντα ἰδιώτην, καὶ ταύτην ἐπιλέγειν τὴν εὐχήν, οὐκέτι μέντοι ἐπαίροντα τὼ χεῖρε· πρὸς δέ, καὶ ἀντὶ τοῦ ὑμῖν, ἡμῖν λέγοντα· καὶ τοὺς λοιπούς· ‘εἶεν· εἶεν· εἶεν’, ὑποκριναμένους, οὕτω ἀπολύεσθαι· ※  

 

Ἡ τῶν μηνῶν καὶ ἐτῶν τάξις ※

 

Καὶ μὲν δή, καὶ μησὶ καὶ ἔτεσι, τοῖς γε κατὰ φύσιν [58] χρῆσθαι, μησὶ μὲν κατὰ σελήνην ἀγομένοις, τεσι δὲ πρὸς τὰς ἡλίου τροπὰς, καὶ τούτων τὰς χειμερινὰς, ἀποκαθισταμένοις, ὅτε τὸ πλεῖστον μῶν ὁ ἥλιος ἀποκεχωρηκὼς τῆς πρὸς ἡμᾶς αὖθις ἄρχεται προσόδου. νην μὲν οὖν καὶ νέαν ἄγειν, ἂν μέρ ἡλίῳ σελήνη συνιοῦσα ὑπὸ τῶν ἀστρονομίας ἐμπειροτάτων κρίνηται. Τῆν δ’ ἑξῆς νουμηνίαν, ἧς ἂν ἡγοῖντο μέσαι νύκτες αἱ μετὰ τὴν τοῖν θεοῖν εὐθὺς σύνοδον, ἀφ’ ἧς τὰς λοιπὰς ἁπάσας ἡμέρας τοῦ μηνὸς ἀριθμεῖν, τοὺς μὲν πλήρεις τε καὶ τριακονθημέρους γοντας τῶν μηνῶν, τοὺς δὲ κοίλους τε καὶ μιᾷ τῶν τέρων ἡμέρᾳ λειπομένους. Καὶ γὰρ αὖ καὶ τῶν νυκτῶν ἑκάστων τὴν μὲν ἑσπέραν τῇ οἰχομένῃ ἡμέρ, τὸν δ’ ὄρθρον τῇ ἐπιούσῃ λογίζεσθαι, καὶ τὰς μέσας νύκτας ἀμφοῖν εἶναι ὅρον τοῖν ἡμέραιν. Ἀριθμεῖσθαι δὲ καὶ ὧδε τὰς μηνὸς ἑκάστου ἡμέρας· μετὰ μὲν νουμηνίαν, δευτέραν ἱσταμένου, καὶ τρίτην, καὶ ἑξῆς, ἐς τὸ πρόσω ἰόντι ἄχρις ὀγδόης· μετὰ δ’ ὀγδόην σταμένου ταύτην ἑβδόμην αὖ μεσοῦντος, εἶτα ἕκτην, καὶ ἑξς, ἀναστρέψαντι χρι δευτέρας, μεθ’ ν διχομηνίαν· εἶτα δευτέραν αὖ φθίνοντος, καὶ τρίτην, καὶ ἑξῆς, ἐς τὸ πρόσω αὖ ἰόντι χρις ὀγδόης· μεθ ν αὖ βδόμην ἀπιόντος, εἶτα ἕκτην, καὶ ἑξῆς, αναστρέψαντι αὖ ἄχρι δευτέρας· μεθ ν νην, εἶτα ἕνην [60] τε καὶ νέαν, τοῦ μηνὸς πλήρους γιγνομένου· ἢν δὲ κοῖλος ὁ μὴν γίγνηται, μετὰ δευτέραν ἀπιόντος ἕνην τε καὶ νέαν εὐθύς. Τοῦ δ’ ἔτους νέον μὲν μῆνα ἄγειν οὖ ἂν ἡγοῖτο σύνοδος ἡ μετὰ χειμερινὰς εὐθὺς τροπὰς, ἀφ’ ο τοὺς λοιποὺς ἀριθμεῖν μῆνας, τὰ μὲν δωδεκάμηνα, τὰ δὲ καὶ τρισκαιδεκάμηνα ἄγοντας, τὸν ἐκ τῶν ἐμβολίμων γε ἑκάστοτε μῆνα ἐπεμβάλλοντας, ἐπειδὰν ὅ γε δωδέκατος τῶν χειμερινῶν μὴ ἐφίκηται τροπῶν. Ἡλιοτροπίοις δέ τισιν ἐς τὸ ἀκριβέστατον κατεσκευασμένοις κατὰ δύναμιν τὰς ἡλίου κρίνειν τροποῖς. [fol. 133v.7] ἱερομηνίας δ’ ἄγειν τάσδε τε καὶ τοσάσδε· πρώτην μὲν καὶ ἁγιωτάτην τῶν μηνὸς ἑκάστου ἱερομηνιῶν, νουμηνίαν, Διὶ τῷ βασιλεῖ, δευτέραν δέ, ὀγδόην ἱσταμένου Ποσειδῶνί τε καὶ θεοῖς τοῖς Ὀλυμπίοις· τρίτην, διχομηνίαν, σύμπασι τοῖς μετὰ Δία θεοῖς ἀξίαν δὲ δευτέραν ταύτην μετὰ νουμηνίαν· τετάρτην, ὀγδόην φθίνοντος, Ἡλίῳ τε καὶ Κρόνῳ καὶ σύμπασι τοῖς μετὰ τοὺς Ὀλυμπίους θεοῖς, πέμπτην, ἕνην, Πλούτωνί τε ἰδίᾳ τῶν ἄλλων θεῶν, καὶ ἐπὶ ἡρώων ἅμα, καὶ τῶν ἄλλων φίλων τε καὶ οἰκείων τῶν γε οἰχομένων μνήμῃ, ἕκτην, ἕνην τε καὶ νέαν, ἐπὶ τῇ ἡμῶν αὐτῶν ἐπισκέψει τε, καὶ τῶν γε ἡμαρτημένων, ἐκλελειμμένων τε δὴ καὶ πεπλημμελημένων, τότε γοῦν ὡς μάλιστα ἐπανορθώσει. ἢν δ’ ὁ μὴν κοῖλός τε ᾖ, καὶ ἡ ἕνη ἐκλίπῃ, τὴν αὐτὴν ἂν ἄγειν ἐπ’ ἀμφοῖν, τῷ τε Πλούτωνι καὶ μνήμῃ τῇ τῶν οἰχομένων, ἡμῶν τε αὐτῶν τῇ ἐπισκέψει· ἀξίαν δὲ καὶ ταύτην τῆς διχομηνίας οὐ μείω νομίζειν· μηνὸς δὲ δὴ τοῦ νέου, καὶ δευτέραν τε καὶ τρίτην ἱστάμενον ἱερομηνίας ἄγειν. Ἥρᾳ μὲν τὴν δευτέραν, τὴν δὲ τρίτην Ποσειδῶνι· καὶ τοῦ τελευταίου δέ, δωδεκάτου γε δὴ ἢ ἐμβολίμου, πλήρους μὲν ὄντος, τρίτην τε ἀπιόντος καὶ δευτέραν, κοίλου δέ, τετράδα [fol. 134] τε καὶ τρίτην καὶ δευτέραν· τρίτην μὲν Πλούτωνί τε ἄγοντας ἀντὶ τῆς ἕνης, καὶ ἐπὶ μνήμῃ τῇ τῶν οἰχομένων, δευτέραν δὲ καὶ ἕνην, ἢ τετράδα τε καὶ δευτέραν, ἐφ’ ᾧ περ καὶ τὴν ἕνην τε καὶ νέαν τῇ ἡμῶν αὐτῶν ἐπισκέψει τε καὶ ἐπανορθώσει. ※

———

 

μγʹ. Ἐπινομίς.

 

Ἃ μὲν οὖν τῆς βίβλου ἐν ἀρχῇ ἡμῖν τῆςδε προυτέθη, ἐξείργασταί τε σὺν τῶν θεῶν τοῖς τῶν τοιούτων ἐφόροις, φ’ ος δὴ ἡμεῖς καὶ Ποσειδῶ κορυφαῖον τήνδε ἀναφέρομεν τὴν συγγραφὴν, καὶ διαπεπέραταί γε ἱκανῶς. πιδέδεικται γὰρ ἡμῖν, ἥτις τε ἀρχὴ τῶν πάντων, καὶ ἐν τοῖς πᾶσιν αὖ τίνες μὲν πρῶταί τε φύσεις καὶ τῇ ἀρχῇ προσεχεῖς, τίνες δὲ δεύτεραι, τινὲς δὲ τρίται καὶ ἔσχαται, ὅ τε ἄνθρωπος ἐν αὐταῖς τίνα ποτὲ τὴν χώραν [242] εἴληχε, καὶ ἐκ τίνων συνέστηκεν, οῳ τε ὄντι αὐτῷ οἷος καὶ βίος προσήκει, ὥστε δὴ καὶ εὐδαιμόνως ζῇν. Οὖ δὴ, κυριωτάτου τε ὄντος καὶ κοινοῦ ἐπιθυμήματος, ἅπαντες μὲν νθρωποι ἐφίενται, ζητοῦσι δ’ αὐτὸ οὐκ ἐν τῷ αὐτῷ ἅπαντες βίῳ, ἀλλ’ ᾧ ....... ἀποδέδεικται ἕκαστα ἀπ’ ἐννοιῶν τε καὶ ἀξιωμάτων οὐκ ἀσθενῶν τινων καὶ ἀμφιλόγων, ἄλλων τε δὴ, καὶ τριῶν μεγίστων ἐκείνων, ἑνὸς μὲν, τοῦ ὡς ἡ ἀρχὴ αὕτη τῶν πάντων, ὁ μέγιστος θεὸς, ὅν γε ἡμεῖς πατρίῳ φωνῇ Δία καλοῦμεν, ἄκρως ἀγαθός ἐστίν, οὐδεμις αὐτῷ ἀγαθοῦ περβολῆς μὴ οὐκ ἐς ὅσον οἷόν τε βελτίστῳ εἶναι λειπομένης· ἑτέρου δὲ, τοῦ τάς τε οὐσίας ταῖς γεννῆσεσι ταῖς αὐτῶν, καὶ τὰς γεννήσεις ταῖς οὐσίαις ἀνάλογον ἔχειν δεῖν· καὶ τρίτου, τοῦ καὶ τὰ ἔργα ταῖς οὐσίαις, καὶ τὰς οὐσίας τοῖς ἔργοις τοῖς σφετέροις ἀνάλογον δεῖν καὶ αὐτὰ ἔχειν.

        Τούτων γὰρ ὑποκειμένων ἀξιωμάτων βεβαίων, ἐκ μὲν τοῦ πρώτου, ἄλλα τε ἡμῖν τῶν καλῶς ἐχόντων δογμάτων ἀποδείκνυται, καὶ ὡς τὸ πᾶν ἅμα μὲν ἀΐδιον τῷ Διῒ γέγονεν, ἅμα δὲ καὶ τι δὴ κάλλιστον ἐκ τῶν ἐνόν των γεγονὸς, ἐν τῇ αὐτῇ μένει ἐς τὸν πάντα αἰῶνα καταστάσει, ἔκ γε δὴ τοῦ καθάπαξ αὐτῷ ἀποδεδειγμένου σχήματος ἀπαρακίνητον. Οὐ γὰρ ἂν ἐγχωροίη, ὅ, τι περ βέλτιστον ὄντα τὸν θεὸν ἢ μὴ παράγειν ποτὲ τοργον τὸ ατοῦ, μηδ’ εὖ ποιεῖν μηδοτιοῦν (δέοι γὰρ ἂν τὸ αὐτὸ βέλτιστον καὶ ἄλλοις τοῦ οἰκείου ἀγαθοῦ ἐς ὅσον τε ἐγχωρεῖ καὶ ἀεὶ μεταδιδόναι), ἢ εὖ τε ποιοῦντα καὶ παράγοντα, [244] ἐνδεέστερόν ποτε τῆς δυνάμεως εὖ ποιῆσαι, καὶ χεῖρόν ποτε ξον τὸ αὑτοῦ ἔργον ἀποδοῦναι, ἢ οἷον ν γεγονὸς ὅ, τι δὴ κάλλιστον εἴη. Δλα γὰρ δὴ ὡς τν καθεστηκότων εἴ τι Ζεὺς παρακινήσειε, καὶ τὸ πᾶν, εἴτ’ ἔτι, εἴθ’ ὕστερον, χεῖρόν γε ξον ἀποδοίη. Ἐπεὶ κν μόριόν, τι ατοῦ μεταβάλῃ, ἤτοι ο πρότερον μεταβάλλειν εἰωθὸς, ἢ οὐκ ἐς τὸ εἰωθὸς μεταβαλὸν, ἀμήχανον μὴ οὐ καὶ ὅλον αὐτῷ συμμεταβαλεῖν τὸ σχῆμα. Τὸ γὰρ αὐτὸ σχῆμα, μὴ οὐχὶ πάντων ὡσαύτως μενόντων τῶν μορίων, οὐχ οἷόν τε σώζεσθαι.

        Ἐκ δὲ δὴ ἀξιώματος τοῦ δευτέρου τῶν θείων πραγμάτων ἡμῖν διαφαίνεται κατάστασις. Διαιρούσης γὰρ τῆς τῶν πάντων οὐσίας ἔς τέ τινα ὅμοιόν τε ἀεὶ καὶ κατὰ πάντα τὰ αὐτὰ ὡσαύτως ἔχουσαν, ἔς τε τὴν ἐς χρόνον μὲν κινητὴν, ἀΐδιον δὲ, καὶ ἐς τρίτην τὴν θνητὴν, ἐπειδὴ ἑκάστῃ οὐσίᾳ γεννήσεως ἰδίας καὶ τῆς γε ἀνάλογον αὐτῇ ἑξούσης δεῖ, τὴν μὲν τῆς πρώτης γέννησιν τῇ ἀρχῇ τῶν πάντων ἀπονέμομεν, τῷ Διΐ· τὴν δ’ αὖ τῆς δευτέρας τῷ τῆς πρώτης ταύτης κορυφαίῳ οὐσίας Ποσειδῶνι, χρωμένῳ καὶ τῶν ἀδελφῶν τοῖς γνησίοις ἄλλῳ ἐπ’ λλο συνεργοῖς· τῆν δὲ τῆς τρίτης τῶν τε τῶν Διὸς νόθων πρεσβυτάτῳ Κρόνῳ, καὶ Ἡλίῳ τῶν Ποσειδῶνος [246] γνησίων τῷ κρατίστῳ, χρωμένοιν νυν καὶ τούτοιν λλῳ ἐπ’ ἄλλο, Κρόνῳ μὲν τῶν συμπάντων νόθων ἀδελφῶν, Ἡλίῳ δὲ τῶν ἑαυτῷ ὁμοιοτέρων τῶν γνησίων, Πλανήτων διὰ τὴν πλεοναχ φορᾶν καλουμένων.

        Ἐκ δ’ αὖ τοῦ τρίτου ἀξιώματος τὰ περὶ τῆς φύσεως ἡμῖν τῆς τοῦ ἀνθρώπου ἀποδείκνυται, ὡς ἐκ δυοῖν ὅ γε ἄνθρωπος σύνθετός ἐστιν εἰδοῖν, τοῦ μὲν θηριώδους καὶ θνητοῦ, τοῦ δὲ ἀθανάτου τε καὶ τοῖς θεοῖς συγγενοῦς. Ἐπεὶ γὰρ τοῖς ἔργοις ὁ νθρωπος, τοῖς μὲν θηριώδεσι, τοῖς δὲ καὶ τοῖς τῶν θεῶν παραπλησίοις χρώμενος φαίνεται, ἀνάγκη που καὶ τῶν ἔργων τούτων ἑκατέροις οὐσίαν ἰδίαν τὴν ἀνάλογον ξουσαν ἀποδιδόναι. Ὡς δ’ ἔστι θάτερα ἀνθρώπῳ τῶν ἔργων τοῖς τῶν θεῶν παραπλήσια, καὶ ταῦτα αὐτῶν τοῖς σπουδαιοτάτοις, ἐναργές· οὔτε γὰρ τοῖς θεοῖς τῆς τῶν ὄντων θεωρίας ἄλλο σπουδαιότερον φήσομεν εἶναι ἔργον, ς κεφάλαιον Διὸς ἔννοια· ὅ τε νθρωπος φαίνεται τῆς τε λλης αὐτοῖς θεωρίας τῶν ὄντων κοινωνῶν, καὶ οὐδὲ τῆς Διὸς ἐννοίας ἀπολειπόμενος, ἄχρι ἧς ἐσχάτης καὶ αὐτοὶ θεοὶ ἐξικνοῦνται. Δέοι ἄρα ν αὐτῷ καὶ οὐσίας τῇ τῶν θεῶν παραπλησίας τῆς καὶ τοργον παραπλήσιον ἀποδωσούσης, καὶ ἀθανάτου δὴ, εἴ γε καὶ οὐσία ἀθάνατος ἡ τῶν θεῶν· οὐ γάρ ποτ’ ἂν θνητὸν γένοιτο ἀθανάτῳ παραπλήσιον οὐδ’ ἐφ’ ὁσονοῦν· οὐ γὰρ οὐδὲ συμβλητὸν ὅλως τὸ πεπερασμένην ἔχον τν τοῦ εἶναι δύναμιν καὶ ἐπιλείπουσαν τῷ ἀνεπίλειπτον ἔχοντι καὶ ἄπειρον. Διὰ ταῦτα δὴ καὶ ἐν τῶν πράξεων [248] τῶν τῇ πρὸς θεοὺς συγγενείᾳ προσηκουσῶν τῇ ἀποδόσει, καὶ αὐτοὶ ἐπὶ πολλοῖς ἄλλοις ἐπιεικέσι διδασκάλοις τό γε εὔδαιμον ἀνθρώπῳ ποφαίνομεν, καὶ τῆς βίβλου μῖν τῆσδε ἔργον, ὡς εὐδαιμονεστάτους τοὺς τοῖσδε τοῖς λόγοις προσέχοντας ἐκ τῶν ἐγχωρούντων ἀνθρώπῳ ἀπεργάζεσθαι.

        ς γε μὴν ἐκ δυοῖν νθρωπος συντέθειται εἰδοῖν, καὶ ἐξ ἑτέρου μν, οὐδὲ τούτου μφιλόγου, ἀποδείκνυται ἀξιώματος, τοῦ μηδοτιοῦν τῶν ὄντων εναι, ὃ ν αὐτὸ ἐπὶ τὸν αὑτοῦ ὄλεθρον ὁρμήσειεν, ἀλλ’ ἅπαντα τοῦ σώζεσθαί τε, καὶ εἶναι ἐς δύναμίν γε μὴ μεθίεσθαι. Τοῦτο γὰρ λαμβάνουσι τὸ ἀξίωμα, καὶ ἔπειτα αὖ τῶν ἀνθρώπων τοὺς αὐτοὺς αὑτοὺς ἀποκτιννύντας ἐπιβλέπουσιν, ἐναργεστάτως καταφαίνεται οὐ τὸ θνητὸν ἡμῶν ὂν τὸ αὐτὸ ατὸ ἀποκτιννὺν, ἀλλά τι ἕτερον τούτου τε κρεῖττον, καὶ οὐ συναπολούμενόν γε, ἅτε οὐδ’ ἂν τούτου ἐξημμένον, οἷά περ τὰ θνητὰ ἅπαντα εἴδη, ἃ δὴ τῶν σωμάτων τέως οἷς ξύνεστιν ἐξημμένα, τούτοις καὶ λυομένοις συνδιόλλυται· ο γάρ ποτ’ ἂν αὐτῷ οὐ μόνον γε οκ ἐς τοσοῦτον, ἀλλ’ οὐδν ἐπὶ σμικρόν τι ἀντέβαινεν, εἰ αὐτοῦ ἐξῆπτο· ἀλλ’ οὐσίαν ἰδίαν τε χον καὶ ἐφ’ ἑαυτῆς ὑφεστηκυαν, ὃ ἐπειδὰν μηκέτι ἑαυτῷ λυσιτελεῖν τὸν μετὰ τοῦ θνητοῦ βίον οἰηθῇ (εἴτ’ ὀρθῶς, ετε καὶ μὴ, τοῦτο οηθέν· οὐδὲν γὰρ διαφέρει) κτεῖνάν γε αὐτὸ, ς ἄλλο ν, ἄλλου, κακοῦ δ δόξαντος καὶ οὐκ εὐχεροῦς συνοίκου, ἀπαλλάσσεται. [250]

        Τὴν μέντοι ἀθανάτου τε καὶ θνητοῦ ἐν ἡμῖν μίξιν ὑπὸ ἁρμονίας τοῦ παντὸς θεοῖς τοῖς ἡμῶν δημιουργοῖς κατὰ Διὸς θεσμοὺς μεμηχανῆσθαι ἀξιομεν, ὡς τοῦ οὐρανοῦ τοῦδε δύο μοίρα, τε ἀθάνατος καὶ θνητὴ, μεθορίῳ τινὶ τῷ ἀνθρωπείῳ τούτῳ σχήματι συνδεοίσθην. Ἵνα μὲν γὰρ πλῆρές τε τὸ πᾶν καὶ παντελὲς, ἔκ τε ἀθανάτου καὶ θνητοῦ αὐτὸ ἔδει συνεστάναι, ἵνα μὴ διεστῆκῃ αὐτὸ αὑτοῦ, μηδὲ διεσπασμένον , ἀλλ’ ἐς ν τι τῷ ὄντι σύστημα συνεστήκῃ. Ὡς γὰρ ἔστιν ἅττα τῶν ἐν αὐτῷ οὐ σμικρῷ ἀλλήλοις διαφόρων μεθορίοις τισὶν ἐκ τῶν, ἐνόντων συνηρμόσθη, οὕτω καὶ ἀθανάτοις τὰ θνητὰ τῷ κατὰ τὸν ἄνθρωπον τοῦτον μεθορίῳ συνεδέθη. Ει μὲν οὖν τῷ αὐτοῦ ἀθανάτῳ τὸ θνητὸν ἀεὶ συνῆν, κν αὐτὸ ἀθάνατον ἀπέβαινεν, ἐκ τῆς πρὸς τὸ ἀθάνατον ἀεὶ συνουσίας παθανατιζόμενον, καὶ οὐκέτ’ ν ἀθανάτου τε μοίρας μεθόριον καὶ θνητῆς, ὅπερ ἔδει, ὁ νθρωπος ἦν, ἀλλὰ τοῖς ἀθανάτοις ἂν ὅλως συνετέτακτο. Εἴτε καὶ ἅπαξ τὸ ἀθάνατον τῷ θνητῷ ὡμιληκὸς, τὸν λοιπὸν ἅπαντα χρόνον ἀπήλλακτο αὐτοῦ, ᾤχετ’ ἂν καὶ οὕτω τὸ ἀθανάτων τε καὶ θνητῶν μεθόριον παξ γεγονὸς, οὐκ ἀεὶ μὲν ν μεθόριον, οὐδ’ ἀεὶ θνητὰ ἀθανάτοις συναρμόττον, ἀλλὰ ἅπαξ γε συνηρμοκὸς, καὶ ἔπειτα σὺν τ αὐτοῦ τοῦ θνητοῦ ἀπαλλαγῇ καὶ ταύτην ἄν τὴν ἁρμονίαν λελυκός. Κατελείπετο ἄρα παρὰ μέρος μὲν τῷ θνητῷ τὸ θάνατον [252] κοινωνεῖν, παρ δὲ μέρος, τούτου γε ἀπολλυμένου, καθ’ αὑτό τε ἑκάστοτε γίγνεσθαι, καὶ ζῇν χωρὶς, καὶ τοῦτο οὕτω τὸν ἀεὶ χωρεῖν καὶ ἄπειρον χρόνον.

        Ταῦτα τὰ δόγματα τοῖς ἀπὸ Πυθαγόρου μάλιστα καὶ Πλάτωνος δέδοκται σοφοῖς. Τατα ἄλλων τε ἐθνῶν ἐξηγηταῖς, καὶ δὴ καὶ τῶν ἡμετέρων προγόνων τοῖς τὴν κατὰ Κούρητας ἐκείνους καλῶς τε καὶ εὖ διαδεδεγμένοις θεοσέβειαν. Ταῦτα Ζωροάστρῃ, καὶ τοῖς ἀπ’ αὐτοῦ. Ἐς ν ἡμεῖς, ἕνα δὴ ἄνδρα ἀρχαιότατον τῶν γε ἐν μνήμῃ, τὰ τοιαῦτα ἀναφέρομεν τῶν δογμάτων, οὐκ ἀπ’ ἐκείνου καὶ ἦρχθαι ἡγούμενοι αὐτά· συναΐδια γὰρ ἂν τῷ παντὶ οὐρανῷ καὶ ἐν ἀνθρώποις ταῦτα δὴ τληθῆ δόγματα εἶναι, κν εἰ ἔστι μὲν ὅτε παρὰ πλείοσιν, ἔστι δ’ ὅτε παρ’ ἐλάττοσι κρατεῖ, τοῖς γε δ, ἀπ’ ἐννοιῶν κοινῶν τῶν ὑπὸ θεῶν ταῖς ψυχαῖς ἡμῶν ἐντεθειμένων καλῶς τε καὶ εὖ ὁρμωμένοις· ἄλλ’ ὅτι τῶν ἐς ἡμᾶς ὀνομαζομένων οὗτος δογμάτων τῶν γε ὀρθῶν ἐξηγητής ἐστιν ὁ παλαιότατος, πλείοσιν ἢ πεντακισχιλίοις ἱστορούμενος τῆς Ἡρακλειδῶν καθόδου ἔτεσι πρεσβύτερος. Τὸν γάρ τοι Μῆνα τῶν Αἰγυπτίων νομοθέτην, ἔτι αὖ καὶ τούτου πλείοσιν ἦ τρισχιλίοις ἔτεσιν ἱστορούμενον πρεσβύτερον, οὐ σοφόν τινα φήσομεν οὐδὲ σπουδαῖον γεγονέναι νομοθέτην. Οὐ γάρ ποτ’ ἂν οὕτω περιέργους τὰς τῶν θεῶν γιστείας καὶ φαύλας γε παρενομοθέτει, εἰ μὴ καὶ τὰ δόγματα αὐτῷ φαύλως προσεῖχεν. Εἰ γὰρ τοῖς ἀπ’ ἐκείνου ἱερεῦσι [254] τὰ δόγματα τοῖς γε Ζωροαστρείοις τούτοις παραπλήσιον ἔσχεν, ἀλλ’ οὔτοι καὶ παρὰ Μηνὸς τοιαῦτα κδεδόσθαι αὐτὰ φήσομεν· ἀλλ’ ὕστερον αὐτοὺς διὰ τὴν περὶ σοφίαν νευρηκέναι σχολήν· καὶ ἔπειτα οὐ καὶ τὰς γιστείας οἵους τε γενομένους διορθώσασθαι διὰ νόμον ἐκ μὲν Μηνὸς αὐτοῖς καθεστηκότα, ἄριστα δ’ ἔχοντα καὶ σωτήριον ενομουμένοις, οὐ μέντοι καὶ φαύλοις γε χρωμένοις νόμοις, τὸν τῶν πατρίων μή ἐῶντα τολμᾷν μηδὲ τὸ σμικρότατον κινεῖν, [ὥστε] δόγμασι μὲν διατελεῖν ατοὺς σπουδαίοις χρωμένους, γιστείας δὲ τοὺς πολλοὺς φαύλας τελεῖν. Γεγονέναι μὲν οὖν καὶ λλοις ἄλλους νόμους ἐπιεικεῖς τινας· καὶ εναί γε ἐνίους τῶν μὲν Ζωροαστρείων τούτων τοῖς δόγμασιν οὐκ ἀπῳδοὺς, οτοι μὴν καὶ τῆς ἀκριβείας εἰς ἅπαν γε ἐφικνουμένους, ἐν οἷς καὶ τούς τε Ἰνδῶν καὶ Ἰβήρων τῶν ἑσπερίων γεγονέναι, τούτους μέν γε καὶ Ζωροάστρῃ τούτῳ συγχρόνως σχεδὸν ἐσχηκότας· Ἰβήρων μὲν οὔτε τοῦ νομοθέτου ἔτι καὶ ἐς ἡμᾶς ὀνομαζομένου, οὔτε τῶν νόμων μενόντων αὐτοῖς· Ἰνδοῖς δὲ τῶν τε νόμων, καὶ ἔτι μενόντων πολλῶν, καὶ τοῦ νομοθέτου Διονύσου λεγομένου, ς Ἰνδῶν κεκρατηκώς τε καὶ ἄρξας ἔπηλυς [ἤθεσί] τε λέγεται καὶ νόμοις τισὶν ἐπιεικέσι τὸ γένος διακεκοσμηκέναι. Τούτῳ καὶ ὁ ἐκ Σεμέλης πολλῷ ὕστερον γεγονὼς Διόνυσος ἤτοι ὁ αὐτὸς ἂν εἴη τῇ ψυχῇ, ἢ τὸν βίον σφόδρα τις ἐζηλωκώς· ἀστρατωτάτω δὲ τὼ ἄνδρε ἄμφω. κν [256] περὶ Ἡρακλέους τις νομίσειε, τοῦ τε ἐξ Ἀμφιτρύωνος καὶ Ἀλκμήνης, τοῦ τε πολλῷ τούτου παλαιοτέρου γεγονότος, τοῦ Τυρίου· στρατιωτικωτάτω δ’ αὖ τούτω τὼ ἄνδρε· Φέρειν δὲ δ τὰς περιόδους παραπλησίους καὶ βίους ἑκάστοτε καὶ πράξεις, καὶ οἴσειν γε εί· γεγονέναι τε οὐδὲν οὐδεπώποτε καινὸν, οὐδὲ γίγνεσθαι, μὴ καὶ πρότερόν ποτε τατὸ γέγονε τῇ ἰδέᾳ, ἅμα τε καὶ αὖθίς ποτε ἔσται. Ἐπεὶ δ’ ἀνάγκη, ἀθέου μὲν οὐδενὸς ὄντος γε ἔθνους, ἄλλοις δ’ ἄλλων γιγνομένων καὶ διαφόρων περὶ τοῦ θείου ἀνθρώποις τῶν δοξῶν, μίαν μὲν καὶ τὴν αὐτὴν ἀεὶ τὴν κρατίστην εναι, τὰς δ’ λλας φαυλοτέρας, καὶ τούτων αὖ ἄλλην ἄλλης τῆς κρατίστης ἐγγυτέρω, τὰς δὲ ποῤῥωτέρω, καὶ ποῤῥωτάτω δὴ ἐνίας, ἡμεῖς κρατίστῃ οὔσῃ τῇ κατὰ Ζωροάστρην ταύτῃ προστιθέμεθα, καὶ ἡ κατά τε Πυθαγόραν καὶ Πλάτωνα συνενήνεκται φιλοσοφία, ἀκριβείᾳ τε τῶν ἄλλων ἁπασῶν πλεονεκτούσδοξῶν, καὶ ἅμα πατρίῳ, καὶ ἡμῖν οὔσῃ. ν οὖν ταύτῃ μόνῃ δὴ ἀκραιφνοῦς τῆς μακαριότητος, ὁπόση ἡμῖν δυνατὴ ἐνεῖναι, ἐντυγχάνειν ἀξιοῦμεν. Ἐν δὲ ταῖς ἄλλαις, καθ’ ὅσον περ ἂν ἑκάστη ταύτης ἀπολείπηται, κατὰ τοσοῦτον καὶ μακαριότητος μὲν τοὺς χρωμένους ἀπολείπεσθαι, ἀθλιότητι δὲ πελάζειν, καὶ ἀθλιωτάτους δὴ τοὺς ταῖς ποωτάτω ταύτης δόξαις χρωμένους ἀποβαίνειν, ἅτε καὶ ἐν σκότει δεινῷ, τῇ περὶ τῶν μεγίστων ἀμαθίᾳ, καλινδουμένους.

        Ἀλλ’ εἴποι ἄν τις ὡς τῶν σοφιστῶν ἔνιοι, οἷς καὶ νθρώπων [258] πάμπολλοι σποντο, μείζω τὰ ἀγαθὰ τοῖς σφίσι πειθομένοις τῶν ὑφ’ ἡμῶν περὶ τὸ ἀνθρώπειον γένος ἀποφαινομένων καταγγέλλουσιν, ε γε καὶ εἰς εἰλικρινῆ τινα ἥξειν αὐτοὺς ἀθανασίαν διατείνονται, θνητῷ οὐδενὶ οὐκέτι γκαταμιχθησομένην, τῶν ἡμετέρων λόγων οὔποτε παύσεσθαι ἀξιούντων τὰς ψυχὰς ἡμῶν θνητῇ ἑκάστοτε κοινωνούσας φύσει, ὁπότε δὴ ἑκάστῃ περίοδος καθήκοι. Ἀλλὰ πρῶτον μὲν καὶ ἀνθρώπων οὐ τοῖς μείζω πισχνουμένοις συμβάλλειν μᾶλλον ἢ τοῖς πιστοτέροις ο γε εὐφρανοῦντες ἀξιοῦσιν· οὔκουν οὐδὲ τῶν λόγων οἱ μείζους ἐλπίδας ὑποτείνοντες πρὸ τῶν πιστοτέρων αἱρετέοι· οὐ γὰρ ν λυσιτελοῖ, ἐλπίσι μείζοσι μὲν, κεναῖς δὲ καὶ ἀνηνύτοις, κηλουμένοις, ψεύδεσί τισιν ἐνδιατρίβειν περὶ τῶν μεγίστων καὶ οὐχ ὑγιέσι δόξαις. Κακοδαιμονίας γὰρ τοῦτο δὴ τὸ χείριστον, ἐψεῦσθαι περὶ τῶν θεῶν καὶ τῶν μεγίστων ἀνθρώποις διανοημάτων, καὶ ἕτερα οἴεσθαι ὧν χρὴ φρονεῖν περὶ αὐτῶν. πειτα οὐδὲ θαυμαστὸν οὐδὲν, εἰ γε ἡμεῖς περὶ τὸ γένος ἀποφαίνομεν τὸ νθρώπειον, καὶ μείζω μα τῶν ὑπὸ τῶν σοφιστῶν τούτων ἐπαγγελλομένων φανείη σκοποῦσιν ὀρθῶς. Πρῶτον μὲν γὰρ αὐτοὶ οὐχ ὁλόκληρον τήν ἀϊδιότητα οὐδ’ ἀρτίαν, οὔτε ὅλῳ τῷ οὐρανῷ, οὔτε τῇ ψυχῇ τῇ ἀνθρωπίνῃ ἀξιοῦσιν, οὐκ ἐπ’ ἀμφότερα, ἀλλ’ ἐπὶ θάτερα μόνον, τὸ μέλλον, φάσκοντες τῇ γενέσει τῶν ὄντων τὴν ἀϊδιότητα ἔσεσθαι. Τὸν γάρ τοι οὐρανὸν χρόνῳ τε ἠργμένον ποιοῦσι, καὶ ἅμα τοῖς πράγμασι τοῖς νθρωπείοις συμμετασκευασθήσεσθαι ἀξιοῦσιν, ἵνα πιθανώτεροι γοῦν, οἷς ταῦτα διαγγέλλουσι, [260] φαίνοιντο, τοῦτο μὲν μὴ καθ’ ἑαυτὰ τὰ ἀνθρώπεια πράγματα, ἀλλὰ τῷ ὅλῳ φάσκοντες συμμεταβαλεῖν, τοῦτο δὲ καὶ βραχὺν μέν τινα χρόνον φαῦλα, τὸν δὲ μετὰ ταῦτα καὶ ἄπειρον σπουδαῖα τὰ ἔργα τὸν θεὸν ἀποδώσειν ἀξιοῦντες. Πιθανώτερον γάρ πως τὸ τοιοῦτον ἢ εἰ ἄπειρον μὲν χρόνον τὸν πρότερον φαῦλα, ἄπειρον δ’ αὖ τὸν μετὰ ταῦτα σπουδαῖα ἔφασκον ἀποδώσειν. Ἡμεῖς δ’ ἀρτίαν τε, καὶ οὐχ ἡμίτομον οὐδὲ χωλὴν, τῇ ψυχῇ τῇ ἀνθρωπίνῃ τν ἀϊδιότητα ἀποφαίνοντες, καὶ μεῖζον τοῦ ταύτῃ ἀποφαίνομεν ἀγαθόν. Δῆλα γὰρ δὴ ὅτι ἐπ’ ἀμφότερα αὕτη ἡ ἀϊδιότης τῆς ἡμιτόμου ἐκείνης πολὺ μείζων καὶ καλλίων, καὶ τὸ οτως ἀΐδιον τοῦ ἐκείνως πολὺ τελεώτερον καὶ κάλλιον. Ἴσως μὲν οὖν ὑπολάβοι ἄν τις, ὡς τὸ μὲν οἰχόμενον οὐκέτι δή ἐστιν, οὐδ’ ἔστιν αὐτοῦ αὖθις πειραθῆναι, τὸ δὲ μέλλον, εἰ οὐδέ πω καὶ τοῦτ’ ἔστιν, ἀλλ’ οὖν, διὰ τὸ σεσθαί ποτε, τοῦ οὐκέτι ἐσομένου μᾶλλον γ’ ν εἴη, ὥστε καὶ ἄμεινον εἴη ἄν· ἐπεὶ καὶ τὴν ἐπιθυμίαν τοῦ μὲν οἰχομένου μεθίεσθαι ἤδη, πρὸς δὲ τὸ ἐσόμενον, ὡς δὴ καὶ μᾶλλον ὂν, ὅλην τετράφθαι· τὴν οὖν ἐπ’ ἀμφότερα ταύτην ἀϊδιότητα μὴ ντι μόνῳ τῆς ἐπὶ θάτερον, τὸ μέλλον, γιγνομένην μείζω, οὔτ’ ἂν μείζω τῇ ἀληθείᾳ, οὔτ’ ν καλλίω εἶναι. Ἀλλ’ ἡμεῖς ......

 

Ζητητέον τὰ ἐπιόντα, εἰ καὶ ἀνεύρετα· ἠφάνισται γὰρ ὑπὸ Σχολαρίου, ὥς φασι.3

 

 

[262]

 

ΠΛΗΘΩΝΟΣ

 

ΖΩΡΟΑΣΤΡΕΙΩΝ ΤΕ ΚΑΙ ΠΛΑΤΩΝΙΚΩΝ

 

ΔΟΓΜΑΤΩΝ ΣΥΓΚΕΦΑΛΑΙΩΣΙΣ.

 

———

 

Ἐκεῖνα μάλιστ’ ἂν δέοι κεφάλαια εἰδέναι τόν γε δὴ φρόνιμον ἐσόμενον. Πρῶτον μὲν κεῖνο περὶ θεῶν, ὡς εἰσίν. Εἷς μὲν αὐτῶν Ζεὺς ὁ βασιλεὺς, μέγιστός τε καὶ ἐς ὅσον γε ἐνῆν ἄριστος, τος ὅλοις τοῖσδε ἐφεστηκὼς, καὶ θεότητι ἐξαίρετος, αὐτὸς μὲν πάντη τε ὢν καὶ πάντως ἀγένητος, τῶν δ’ ἄλλων ἁπάντων πατήρ τε καὶ δημιουργὸς πρεσβύτατος. Τούτου δὲ παῖς μὲν πρεσβύτατος, ἀμήτωρ γε, δεύτερος δὲ θεὸς, Ποσειδῶν, τά τε δευτερεῖα τῆς κατὰ πάντων ἡγεμονίας πρὸς τοῦ πατρὸς ἐπιτετραμμένος, καὶ ἔτι τὴν τοῦδε τοῦ οὐρανοῦ γένεσίν τε καὶ δημιουργίαν, θεοῖς καὶ ἑτέροις χρώμενος ὑπάρχοις, τοῖς μὲν ἀδελφοῖς, ἀμήτορσι πᾶσιν ὑπερουρανίοις, Ὀλυμπίοις τε δὴ καὶ Ταρταρίοις· τοὺς δὲ καὶ αὐτὸς ἐξ ρας ἤδη, θεοῦ τῆς γε ὕλης παραγωγο, γεννῶν, τοὺς ἐντὸς οὐρανοῦ τοῦδε, τό τε δὴ οὐράνιον γένος ἄστρων, καὶ τὸ τῇ ἡμετέρ ἤδη φύσει προσεχὲς δαιμόνων γένος χθόνιον. Ὃς καὶ λίῳ, παίδων τῶν ἑαυτοῦ τῷ πρεσβυτάτῳ, ἡγεμονίαν τε τὴν τοῦδε τοῦ οὐρανοῦ ἐπιτέτραφε, καὶ ἔτι γένεσιν [264] τὴν τῶν ἐν αὐτῷ θνητῶν, ταύτην μέντοι καὶ σὺν Κρόνῳ, θεῶν τῶν γε Ταρταρίων Τιτάνων [ἀδελφῷ] τε καὶ γεμόνι. [Τῶν Ὀλυμπίων θεῶν τοὺς Ταρταρίους διαφέρειν τῷ τοὺς μὲν Ὀλυμπίους τῶν ἐν τῷδε τῷ οὐρανῷ ἀθανάτων παραγωγούς τε εἶναι καὶ προστάτας, τοὺς δὲ Ταρταρίους τῶν τῇδε θνητῶν προστατεῖν· ὥστε καὶ Κρόνον τῶν Ταρταρίων, τὸν δ’ αὐτὸν καὶ Τιτάνων κορυφαῖον εναι, καὶ σύμπαντος τοῦ θνητοῦ εἴδους προστάτην. ραν δ’ ἐν τοῖς Ὀλυμπίοις τεταγμένην δευτέραν μετὰ Ποσειδῶ, ὕλης τῆς πρεσβυτάτης, ἀνωλέθρου καὶ αὐτῆς οὔσης, τῷ αὐτῷ Ποσειδῶνι ἐς τὰ ἔργα παραγωγόν τε εναι καὶ προστάτιν· αὐτὸν δὲ Ποσειδῶ σύμπαντος εἴδους προστατεῖν καὶ ἀθανάτου καὶ θνητοῦ, κορυφαῖον μὲν τῷ παντὶ ἐφεστῶτα, συντεταγμένον γε μὴν καὶ αὐτὸν τοῖς ὅλοις· τὸν γάρ τοι Δία μόνον τῷ ἐξαιρέτῳ τῆς θεότητος καὶ τῷ παντὶ ἐξαίρετον ἐφεστάναι.]

        Πρῶτον μὲν οὖν τοῦτο οὕτω τὲ καὶ ταύτῃ μάλιστα ἀκριβούμενον νομίζειν. Ἔπειθ’ ὡς καὶ τῶν ἡμετέρων προνοοῦσιν οτοι οἱ θεοὶ, οἱ μὲν αὐτῶν προσεχῶς ἐφαπτόμενοι, οἱ δὲ διὰ τῶν σφῶν ὑποδεεστέρων, ἅπαντες δὲ κατὰ θεσμοὺς τοὺς τοῦ Διὸς ἅπαντα κατευθύνοντος. Εἶθ’ ὥς τῶν μὲν κακῶν οὐδενὸς, οὔτ’ ἄλλῳ οὐδενὶ τῶν πάντων, [266] οὔθ’ ἡμῖν, τῶν δ’ ἀγαθῶν αὐτοί εἰσιν ο ατιώτατοι. Ἐπὶ δὲ τούτοις, ς καὶ εἱμαρμένῃ ἀμεταστρόφῳ καὶ ἀπαρατρέπτῳ ἐκ Διὸς χωρούσῃ, κατά γε δὴ τ ἐνὸν βέλτιστον, ἕκαστα περαίνουσι. Καὶ ταῦτα μὲν περὶ θεῶν.

        Περὶ δὲ τοῦ παντὸς, πρῶτον μὲν αὖ ὡς ἀΐδιον τόδε τὸ πᾶν, ἐν ᾧ δὴ καὶ οἱ δεύτεροί τε οὗτοι καὶ τρίτοι θεοὶ, τῷ Διῒ γέγονε, καὶ οτε ἠργμένον χρόνῳ, οὔτ’ αὖ ποτε τελευτῆσον. Ἔπειθ’ ὡς καὶ ἐκ πολλῶν τῶν πάντων ἐς ν τι ἡρμοσμένον. Εἶθ’ ὡς ἄριστα ἐκ τῶν ἐνόντων τῷ πεποιηκότι, ὅτι δὴ μάλιστα ρίστῳ ὄντι, μεμηχανημένον, οὐ λελοιπότι οὐδ’ ἡντινοῦν ὑπερβολήν. Ἐπὶ τούτοις αὖ, ὡς καὶ ὡσαύτως ἀεὶ ἐν τῷ καθεστηκότι σχήματι σωζόμενον ἀπαρακίνητον. Τοσαῦτ’ οὖν καὶ περὶ τοῦ παντός.

        Περὶ δὲ αὖ ἡμῶν αὐτῶν, πρῶτον μὲν ὡς θεοῖς ψυχὴ ἡμῶν οὖσα συγγενὴς ἀθάνατός τε μένει ἐν οὐρανῷ τῷδε τὸν ἅπαντα χρόνον καὶ ἀΐδιος. Ἔπειθ’ ὡς καὶ σώματι τῷ θνητῷ τῷδε ὑπὸ θεῶν κοινωνήσουσα ἑκάστοτε, ἄλλοτε ἄλλῳ, καταπέμπεται, τῆς τοῦ παντὸς ἕνεκα ἁρμονίας, ὡς καὶ θνητῶν ἀθανάτοις ν γε ἡμῖν καὶ εἴδει τῷ ἡμετέρῳ κοινωνούντων, τὸ πᾶν καὶ ταύτῃ αὐτὸ αὐτῷ συνδέοιτο. Εἶθ’ ὡς τὸ καλὸν ἡμῖν, οἰκείως τῇ πρὸς θεοὺς συγγενείᾳ, [268] τὸ προσῆκον τοῦ βίου τέλος. Ἐπὶ δὲ πᾶσιν, ὡς καὶ τὸ εὔδαιμον ἡμῖν, ἐν τῷ ἀθανάτῳ ἡμῶν, ὃ καὶ τῆς οὐσίας ἀνθρώπου ἐστὶ τὸ κυριώτατον, ὑπὸ τῶν τὸ γένος ἡμῶν συστησαμένων θεῶν ὥρισται.

        Ταῦτα δὴ ιβʹ σύμπαντα κεφάλαια περί τε θεῶν, καὶ τοῦ παντὸς τοῦδε, καὶ φύσεως τῆς ἡμετέρας, εἰδέναι τε δεῖ καὶ νομίζειν, εἰ μέλλοι τις ἃ χρὴ ὡς μάλιστα φρονῶν, καὶ φρόνιμος τῷ ὄντι ἔσεσθαι.

————————

1I have OCRed this Greek text of the remaining fragments of Plethon’s Book of Laws from a scanned pdf of Alexandre (1858) to ease searching and copying the text. Although I have proofed and corrected this text, there are no doubt remaining errors (primarily accents, breathings, and iota subscripts). Therefore, before using any of this text, I recommend that you check it against a scanned pdf or hardcopy, especially if the Greek seems odd. To facilitate comparison with Alexandre (1858) I have included the page numbers in brackets. I have eliminated hyphenation and the critical apparatus and other footnotes. This text also includes the Manuscript Supplement from Hladký (2014), indicated by “fol” in brackets. — John Opsopaus (September 11, 2021)

2Masai after Bruxellensis 1871–1877.

3This sad lament was added by a scribe to a manuscript of the surviving fragments of the Book of Laws.